← 普鲁塔克

论神罚的延迟

§11

恶人的内心崩溃与速死之不足为罚

叙述者论证道,倘若死亡是一切的终结,那么立即处死恶人反而是宽大之举;恶人内心充满良心的谴责、悔恨与恐惧,其生活本身已被恶德彻底摧毁,因而无需外在的惩罚者,其生命自身便已构成足够的惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11

ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν κακόν, ἀλλʼ ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν.1 οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης. καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ ρ. μαλιμ ἅπερ γὰρ, σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένης "φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων δράσασα μηδέν;" ταῦθʼ ἑκάστου τῶν πονηρῶν εἰκὸς τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδʼ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλʼ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος καὶ φθόνος ἄκρατος ἐνοικίζεται μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν ὑπʼ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς2 οὐδʼ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον.

因此,如果死后对于灵魂而言空无一物,而死亡乃是一切恩惠与惩罚的终结,人们倒不如说,神明对待恶人中那些迅速受罚并死去的人是宽大且松懈的。因为,纵使有人说在恶人的生活和岁月里别无其他祸患,但当不义——一件毫无收获且不讨好的事物,历经多次重大抗争却未换来任何善好或值得追求之物——被彻底揭露之时,对这些真相的知觉便会颠覆他们的灵魂。恰如人们所记载的那样,吕西马库斯因极度口渴所迫,将自身和军队投降给盖塔人,在他落入敌手并喝下水后说道: “哎,我的卑劣啊!竟为了如此短暂的欢愉,失去了这般广袤的王国。” 然而,抗拒欲望的本性必然性是极其艰难的;但是,当一个人为了贪图财物,或出于对城邦声望与权力的嫉妒,或为了某种交媾的欢愉而犯下不法且骇人的恶行,随后随着时间的推移,激情的饥渴与狂乱逐渐消退,他看到不义所带来的可耻而可怖的受难依然留存,却无丝毫有用、必要或带来收益的事物,难道他心中不会屡屡泛起这样的思绪:自己竟然为了虚妄的名声,或出于卑下而乏味的欢愉,颠覆了人类中间最美好、最伟大的正义,使自己的一生充满了耻辱与动荡?因为正如西摩尼得斯戏言,他发现装银钱的箱子总是满的,而装感恩的箱子总是空的;恶人在省察内心的邪恶时亦是如此,他们发现它在带来恩义的欢愉上即刻空空如也,毫无善好的希望,却始终塞满了恐惧、痛苦、不快的记忆,对未来的猜疑以及对当下的不信任。正如我们在剧场里听见伊诺悔恨自己的所作所为时说道: “亲爱的女人们,我怎能重新回到起初, 在未曾做下任何已铸成之事的状态下, 安居于阿塔玛斯的宫室之中?” 每个恶人的灵魂也极可能会在心中反复思量并盘算这些事:如何才能摆脱对罪行的记忆,从自身驱逐内疚的良心,在变得纯洁之后,从头开始度过另一种人生。因为在恶人所抉择的事物中,绝无任何勇敢、谦逊、恒久与稳固之物——除非凭宙斯起誓,我们要说作恶之人乃是某种智者。相反,凡是贪财、狂热的嗜欲以及纯然的嫉妒与恶意或狠毒同居之处,你若仔细察看,亦必发现潜伏其下的迷信、对劳苦的脆弱、对死亡的怯懦、冲动的剧烈变转以及因虚夸而对声名产生的浮泛;他们既害怕谴责他们的人,又恐惧赞扬他们的人(视其为因受骗而受冤屈,且因热切赞美看似良善之人而尤其同恶人敌对者)。因为恶德中的坚硬恰如劣铁一般是腐朽的,其刚抗极易碎裂。因此,随着岁月的推移,他们愈发认清自己的处境,便愈发苦恼、暴躁,并厌弃自己的一生。因为,如果一个品行卑劣的人在归还了寄托物、为熟人作保、并带着声望与雄心为祖国捐资助物之后,尚且会因其心智完全反复无常且游移不定而立刻陷入悔恨,为所做之事懊恼;如果有些人在剧场中受到喝彩之后,由于好名之心退缩为贪财之心而立刻叹息,难道像阿波罗多洛斯那样为了僭主权位与阴谋而屠杀人类作为祭品的人,以及像埃皮库得斯之子格劳库斯那样侵吞朋友钱财的人,竟然不会悔恨,不会憎恶自己,不会为已发生之事感到痛苦吗?就我而言,如果容许说出的话,我认为那些行不义之恶事的人根本不需要任何来自神明或凡人的惩罚者,他们的生命本身被恶德全然败坏和扰乱,便已足够了。

语法注2 条
  1. 11ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν.

    承接前文 καὶ γὰρ εἰ... φαίη τις ἄν(纵使有人说……)的主句骨干结构。ἐξελεγχομένης... τῆς ἀδικίας 为表示时间或条件的基础独立属格,πράγματος 及其分词修饰语作为 τῆς ἀδικίας 的同位语。αὐτῶν 为中性复数属格,充当 ἡ αἴσθησις(知觉、意识)的宾格性属格,代指前文所揭示的“不义毫无益处、经受重大斗争却未换来任何有价值之物”等诸般事态。

  2. 556dοὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς... οἱ δὲ καταθύοντες ἀνθρώπους... οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς

    由 οὐ δήπου(想必决不会……吧)引导的长篇修辞性反问句。前半部分 μέν 引导的分词短语(παρακαταθήκην μὲν ἀποδοὺς... ὁ φαῦλος)构建了对比的基础(卑劣之人即便利行善事亦会因心智动摇而立刻悔恨),而真正的反问重心落在后半句 οἱ δὲ καταθύοντες... οὐ μετενόουν... 之上,意为“难道那些犯下滔天罪行之人反而不会悔恨、不会憎恶自己吗?(断然必定悔恨)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg107.humanitext-grc2:11