← 普鲁塔克

论手足之爱

§8-9

包容兄弟的过失与戒除争夺父母恩宠

作者论述了对待身有缺陷之兄弟的应有态度,批驳了宽宥外人却对兄弟严苛的荒谬现象,进而告诫在父母健在时不可独揽双亲恩宠,而应为兄弟辩护并促成和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ κατὰ τὸν Σοφοκλέα "τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν. " οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ συμπότης οὐδʼ ὁ συνέφηβος οὐδʼ ὁ ξένος "αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις," ἀλλʼ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ καὶ ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα "τοὔνεκά σʼ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα "καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων.1 τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δʼ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδʼ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδʼ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν;2 ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, πολλοὶ δὲ καὶ λύγκας αἰλούρους πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν ἐν τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες, ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες.

那么,若有人摊上一个恶劣的兄弟,他究竟该当如何?有人或许会问。首先当牢记的是,恶劣会染指每一种情谊;正如索福克勒斯所言:“你若查验凡人的事,所查验出的多是丑恶之举。”因为无论是骨肉之亲、同僚之谊,抑或爱侣之情,都无法觅得纯然无杂、毫无瑕疵且不沾恶习者。那位斯巴达人娶了矮小的妇人为妻,曾说在恶事中当择其小者;但对兄弟而言,人们尽可审慎地劝告他:宁可忍耐自家人至亲的恶行,也不要去体验外人的恶行;因为前者出于必然无可指摘,后者出于自选却理应受谴。因为并非同席饮酒者,亦非青年时期的同伴或外邦宾客,“被无铁索缚成的敬重之镣所系住”,而是同血同气、同饮同长、同父同母之人;对于这样的人,宽恕其部分过失乃至予以通融,方合乎情理。当对犯错的兄弟言道:“正因如此,我才无法舍弃身处困顿的你,”即便你恶劣且愚顽,“免得因心怀憎恨,而在不知不觉中严厉而酷毒地在你身上惩罚了从父或母之血胤中滴入的宿疾。”因为正如泰奥弗拉斯托斯所言,对外人而言,不当爱而后判,而当判而后爱;但在天性不给判断留有产生善意的优先权、亦不等待那句谚语所言的一斗食盐,而是将友谊的开端随同生命一同造就之处,人们便不当成为尖刻严酷的挑刺者。然而观乎现今,有些人对外来陌生之人因饮酒、嬉戏或摔跤场而结识所犯的过错,轻易容忍且乐在其中,对待自己的兄弟却冷酷刻薄、不容通融,对此又当如何评价?许多人甚至饲养并宠爱凶狠的犬马,乃至猞猁、猫、猴子和狮子,却不能忍受兄弟的怒气、无知或争强好胜;另有些人将宅邸和田庄过户给妾侍和倡妓,却为了一处地皮或角落与兄弟拼死单挑;随后,他们又给兄弟之憎冠以“嫉恶如仇”的美名,四处游走、揭露并辱骂兄弟的恶行,而在他人身上却毫不厌弃,反倒频繁往来并与其厮混。

§9

ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς διδασκαλίας μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν.3 οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι τοὺς· κοινοὺς ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δʼ ἄν τις παραινέσειε θεραπεύειν γονεῖς μὴ κτώμενον ἑαυτῷ μόνῳ μηδʼ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν· ἐλλείποντος δέ που, καιρὸν ἢ πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν οὖσαν. εὖ δʼ ἔχει καὶ τὸ τοῦ Ἀγαμέμνονος, ὡς "οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν" κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς, ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός.4

这些且作为通篇论述的序言。至于具体教导的开端,我们切莫像他人那样从析分家产入手,而当从父母尚健在时所滋生的争竞与嫉妒谈起。斯巴达的监察官们在阿格西劳斯每逢长老新任便赠予每人一头公牛作为嘉奖时,对他处以罚款,给出的理由是他借笼络人心施以恩惠,企图将公共之人据为私有;同样,人们亦可劝勉做儿子的在侍奉父母时,不可只为自己谋取私利,亦不可将恩宠尽数收归己身。许多人正是以此种方式笼络父母而压制兄弟,且为这种贪念披上了冠冕堂皇却不义的借口。他们以卑劣狡诈的手段暗中逢迎,见机利用兄弟的忙乱与无知,在兄弟犯错或貌似犯错之事上,特意表现得极其循规蹈矩、百依百顺且恭谨节制,以此剥夺了兄弟在父祖产业中最大且最美之物——父母的恩宠。反之,理当如此:在生出怒气之处,一同承受并分担,好似以协力之举使其变得更轻,并以侍奉与讨喜在父母面前设法引荐兄弟;若兄弟在何处有所欠缺,便归咎于时机、其他事务或天性,推说其天性更适合且更显威严于他种事务。阿伽门农的那句话亦甚是精妙:“既非屈服于畏缩,亦非出于心智的昏聩,而是注视着我并静候我的进发”,从而将这份职分交托于我。做父亲的极其乐意接纳此类名词的转换并信任儿子们,只要他们将兄弟的怠惰称为“淳朴”,将粗鄙称为“耿直”,将争强好胜称为“不可小觑的骨气”;如此一来,居间调解者便能在平息父亲对兄弟怒气的同时,使父亲对自己的恩爱倍增。

语法注4 条
  1. 482aμὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων

    连词 μή 引导表示担忧或顾虑的从句(“免得……”),动词 λάθω 与补足分词 κολάζων 构成惯用结构,意为“不知不觉中做出某事”。νόσημα 为 κολάζων 的直接宾语,ἐν σοί 意为“在你身上”,τῷ μισεῖν 则是表示手段的方式与格不定词(“通过憎恨”)。整句表达说话者谨慎反思,免得在憎恨对方时,不知不觉地严厉惩罚了对方骨肉遗传的先天疾患。

  2. 482bνυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφούς εἰσιν;

    主句 τί ἂν λέγοις(“你会说什么呢?”)后接带有直陈式现在的条件从句 εἰ ... εἰσιν。在从句内部,属格短语 ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ... προσφθαρέντων 修饰 ἁμαρτήματα,分词短语 ἁμαρτήματα ῥᾳδίως φέροντες καὶ ἡδόμενοι 修饰主语 ἔνιοι,并与谓语部分 δύσκολοι καὶ ἀπαραίτητοι εἰσιν 形成鲜明对照。条件从句使用直陈式,表明此处并非纯粹的非真实条件假设,而是指责现实中确凿存在的荒唐世相。

  3. 482dἀρχὴν δὲ τῆς διδασκαλίας μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν.

    劝勉式虚拟语气 λάβωμεν(“让我们把……当作”)由 μή ... ἀλλά(“不是……而是……”)结构统辖。ἀρχήν 作宾语补足语(“作为教导的开端”)。直接宾语并非 τὴν νέμησιν,而是由 ἀλλά 引出的 τὴν ... ἅμιλλαν καὶ ζηλοτυπίαν。其间穿插的 τῶν γονέων 与现在分词 ζώντων 构成独立属格结构 ἔτι ζώντων τῶν γονέων(“父母尚在世时”),受动分词 ἁμαρτανομένην(“所犯下的”)则修饰 ἅμιλλαν καὶ ζηλοτυπίαν。

  4. 483aὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός.

    由 ὥστε 引导的结果从句。非人称动词 περίεστι(后接与格,意为“某人得以享有……的结果/利益”)的主语是由 ἅμα καί 连接的两个不定词短语:τὴν ... ὀργὴν ἐλαττοῦν 与 τὴν ... εὔνοιαν αὔξειν。τῷ διαλλάσσοντι 是名词化的现在分词与格,意为“对于调解者”。末尾的属格 τοῦ πατρός 同时作为主格性属格修饰 ὀργήν(“父亲的怒火”)和 εὔνοιαν(“父亲的善意”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:8-9