← 普鲁塔克

论手足之爱

§10-11

对兄弟的坦诚规劝与遗产分割中的宽容

论述在父母面前为兄弟辩护后当坦诚劝诫其本人,并在父亲去世后的分家过程中力戒争端,效法阿忒诺多洛斯以宽厚与友爱对待共同家产与析分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον,1 τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον. οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτʼ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές· αἱ δʼ ὑπὲρ ἀδελφοῦ παρʼ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον "ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρὶ," παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι·2 καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης.

在以此方式为兄弟向父母辩护之后,如今就应当转向兄弟本人并更严厉地加以责备,坦诚直言地指出其过失与欠缺。因为既不应当在兄弟犯错时一味纵容,亦不应当反过来踩踏落井下石(前者属于幸灾乐祸者之举,后者属于同流合污者之态),而应当怀着关切与同情来进行劝诫。对兄弟本人而言,最为严厉的指责者,恰恰是此前在父母面前为其最热切辩护的人。但如果兄弟毫无过错却横遭责难,那么在其他事上顺从父母并承受他们的一切怒气和不悦固然合情合理,但在父母面前为遭受不白之冤或受尽苦楚的兄弟据理力争与辩明是非,却是无可指摘且高尚的;当为看似遭受不公对待的兄弟坦诚直言时,亦不必惧怕听到索福克勒斯的那句诗: "ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρὶ,"因为对于那些被驳倒的父母自身而言,在这类诉讼中,落败反倒比胜诉更为甘美。

§11

ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς,3 εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων ἑτέροις αὑτοὺς προσνεμόντων ἀπωθουμένους, καὶ πιστεύοντας τοῖς τʼ ἄλλοις ἃ μυθολογοῦσι περὶ τῶν Διοσκόρων τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν. ἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ "κλῦθʼ, Ἀλαλά Πολέμου θύγατερ," ἐκ παρασκευῆς ἀπαντᾶν4 ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθʼ ἑαυτούς, εἰ δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονος δίκης κλήροις, ᾗ φησιν ὁ Πλάτων, τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων, οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας ὑπερβαλλόμενοι τοῖς διωγμοῖς, ἀπίασιν ἀνδραπόδου τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν. ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι· καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας "θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες" οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους. ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρʼ ἡμῖν. ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε· τέλος δʼ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. ὁ δʼ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν· ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν ἀλλʼ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν ἀγνωμονούμενος οὐκ ἠγανάκτησεν οὐδὲ μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς ἤνεγκε τἀδελφοῦ τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην.

然而,父亲一旦离世,兄弟之间便理当比以往更加紧密地在善意中依附相守;首先当在同声啼哭与同担悲痛中共享亲情,屏弃那些依附各自一方的奴仆之猜忌以及同侪之谗言,并且笃信关于狄俄斯库里兄弟之爱所流传的其他传说,以及波吕丢刻斯如何一拳击毙了向其低声诽谤兄弟之人。在析分父祖产业之际,切不可像寻常大众那样互宣战端,"κλῦθʼ, Ἀλαλά Πολέμου θύγατερ,"剑拔弩张、严阵以待;反倒最当警惕防备那一天的到来,深知此日对某些人而言乃无可挽回的仇恨与龃龉之开端,对另一些人而言却是友爱与融洽之契机。他们最好像柏拉图所说的那样,要么仅由兄弟二人私下相对,要么由一位公正明理的共同友人出面作证,通过δίκης κλήροις,彼此授受亲睦得宜之物,并认定所分配的仅仅是打理与经管的职责,而一切产业的使用与所有权依然共有、未经析分地置于彼此之间。然而有些人为了争夺乳母,甚至因在争夺共同长大与相熟的奴仆侍童时诉诸激烈的追索,最终虽多得了一名奴隶的身价,却丧失了父祖产业中最伟大、最尊贵之物——兄弟的情谊与信任。我们亦知晓有些人毫无所获,纯粹出于争竞之心,对待父祖产业的暴虐狠毒无异于对待战利品。奥普斯的沙里客勒斯与安提俄库斯便属此类;他们竟将一只银杯劈为两半,将一件外袍割成碎片扬长而去,宛如应验了某部悲剧中的诅咒: "θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες"另有些人甚至洋洋自得地向外人夸耀,自己在分家时如何凭借狡黠、精明和诡计占了兄弟的便宜;殊不知他们本该因凭借宽厚、恩情和退让取得胜利而欣喜自豪。为此,阿忒诺多洛斯的事迹颇值铭记,而在我们乡里亦人人皆记念他。他有一位名叫塞农的长兄,作为监护人挥霍了他大部分的产业;最后因强抢有夫之妇被定罪而丧失家产,其财产被悉数充公抄没归入恺撒的国库。阿忒诺多洛斯当时尚且是一位胡须未生的翩翩少年;但当属于他自己的那份钱财返还到手时,他并未对兄长坐视不理,而是将全部资产公之于众重新平分;尽管在分配中遭受了诸多不公与刁难,他却毫无怨忿,亦不曾后悔,而是温和且豁达地承受了兄长那轰动全希腊的荒唐愚行。

语法注4 条
  1. 10οὕτω δʼ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον

    非人称动词 δεῖ 支配的对格不定式结构。过去时分词 ἀπολογησάμενον 为对格,作为不定式 τρέπεσθαι 与 καθάπτεσθαι 的逻辑主语(承接前节在父母面前为兄弟调解之人),意为“在(向父母)如此辩护之后,如今应当转向兄弟本人进行斥责”。

  2. 483cπαρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι

    分词 παρρησιαζόμενον 为对格,与非人称形容词 οὐ φοβητέον [ἐστί] 及不定式 ἀκοῦσαι 的隐含逻辑主语保持一致,充当时间或伴随状况状语,意为“当为看似遭受不公对待的兄弟坦诚直言时,不必害怕听到……”。

  3. 483cἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς

    骨干句法为 ὀρθῶς ἔχει(“……乃是正当的”)支配对格不定式结构 τοὺς ἀδελφοὺς ἐμφύεσθαι τῇ εὐνοίᾳ。尽管部分抄本在此处 ὀρθῶς 后带有问号,但根据上下文脉络,此句应作为陈述性规范判断来理解,意为“父亲死后,兄弟二人比以往更应当在善意中紧密相连”。

  4. 483dἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ... ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους ... ἀπαντᾶν

    以介词短语 ἐπὶ δὲ τὴν νέμησιν 开头的长句。对格分词 μὴ καταγγείλαντας 与 φυλαττομένους 修饰 δεῖ 所支配的不定式 ἀπαντᾶν 的逻辑主语(兄弟二人),随后句式通过对格分词 λαμβάνοντας 与 διδόντας 进一步引出不定式 οἴεσθαι 及其宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:10-11