← 普鲁塔克

论手足之爱

§6-7

作为孝道与垂范的手足之爱及其不可替代性

手足之爱是对父母最大的孝道并为子女树立最佳典范,反之兄弟成仇则既害父母子女又贻羞于国人。外界的朋友尚可替代,但出于自然天性的兄弟正如手足与眼目一般无可替代。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς,1 ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι. χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς διʼ ἀλλήλους· οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρʼ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ ἀνάδελφον τιθέμενον "ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων." ὁ δʼ Ἡσίοδος οὐκ εὖ παραινεῖ μουνογενῆ παῖδα τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής,2 ἃς ὁμοῦ διʼ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον. πρὸς; μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον οὐθὲν ἄλλο· καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν.3 ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν "ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν βρύων" ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς "ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθε δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν τυραννίδα" τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις "ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ," τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε; ποῖος δʼ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς τοὺς παῖδας "φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ;"

因此,庇西特拉图在儿子们皆已成年之际续娶,他说正因认定他们品格高尚俊美,才希望能成为更多此类子嗣的父亲。而良善且公正的子女,不仅会因父母而更加彼此相爱,也会因彼此而更加敬爱父母;他们始终如此思考并言说:尽管因诸多恩惠而亏欠父母的感激,但因兄弟的缘故所欠尤深,认定这正是从父母那里获得的一切产业中最珍贵、最甘美之物。荷马确实极其出色地描绘了忒勒玛科斯将身无兄弟视为厄运: “因克罗诺斯之子便是这般使我们的宗族孤单无依。” 而赫西俄德所告诫的: “独生之子”应当继承父业,则并非善言;况且他还是缪斯们的弟子,而缪斯们正因出于善意与手足之情始终聚合在一处,才被冠以此名。因此,对手足的爱之于父母而言,爱兄弟便直接成为同时爱母亲与父亲的证明;之于自己的子女而言,则是无可比拟的兄弟情谊的教诲与榜样;反之,子女亦会如照抄父亲的原本一般,将憎恨兄弟作为恶例接纳下来。因为一个在与兄弟的诉讼、党争与角力中老去,随后却告诫儿子们要同心同德的人,恰似“医治他人者,自身疮痍满布”,以自己的行径使自己的言论软弱无力。设若忒拜的厄忒俄克勒斯对兄弟言道: “若我有力践行此事,我愿上至星辰与太阳升起之所, 下至地底深处, 只为执掌众神中至高无上的王权”,转而却又告诫自己的儿女: “当尊崇平等,它恒常将朋友结于朋友, 城邦结于城邦,盟友结于盟友; 盖平等乃人生而有之的法理”,有谁会不鄙弃他呢?又或者,阿特柔斯在以那般盛宴款待兄弟之后,若又向儿子们宣讲警句: “然则唯有骨肉相连之友的情谊, 方能在灾祸奔流之际乐于相助”,他又成何体统呢?

§7

διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει τὴν μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται γὰρ οὐκ ἂν ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς καὶ πολεμίους γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν· ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως; συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθʼ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, διʼ ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους, ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· καὶ ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος,4 ὅτι, ληιστοί μέν τε φίλοι καὶ συμπόται κτητοί δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δʼ ἀντίκτησις οὐκ ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης οὐδʼ ὄψεως ἐκκοπείσης· ἀλλʼ ὀρθῶς ἡ Περσὶς εἶπεν, ἀντὶ τῶν τέκνων ἑλομένη σῶσαι τὸν ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτʼ ἄν, ἀδελφὸς δʼ ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο.

因此,兄弟憎恶对父母而言既是恶劣的养老者,对子女而言更是恶劣的抚育者,理当予以彻底廓清。它在同胞公民面前亦是控告者与诽谤者;因为人们会认定,若非彼此深知对方诸多不可告人的恶事,绝不可能在如此共同抚育、朝夕相处与亲密无间之后反目成仇。盖巨大的原由方能瓦解巨大的善意与友谊;由此,日后亦不易达成和解。因为正如拼合之物即便胶水松脱,亦可重新粘连闭合,但天生一体的躯体若遭撕裂或切开,便极难寻得粘合与重新生长;同样,因功利而结成的友谊纵然破裂,重归于好亦非难事;但违背自然天性的兄弟,既不易重新聚首,纵使重归于好,其和解亦必拖带着丑陋而可疑的伤痕。因而,凡人与人之间的仇怨,伴随最令人痛苦的激情——争强、愤怒、嫉妒、宿怨——潜入进来,俱是痛楚与纷乱的;然而对兄弟的仇怨,既然必须同享祭祀与先祖圣所、同归一冢,甚或同居一室或田庄相接,便将痛楚置于眼前,日日提醒着那份愚妄与疯狂,以致因这疯狂,最甘美、最亲近的面容被视作最阴郁之物,自幼亲切熟悉的声音听来竟最为可怖。他们看到许多其他兄弟共居一室、共用一席、共享未析分的田产与奴仆,自己却连朋友与宾客都割裂开来,将兄弟所爱的一切皆视为仇敌;而且这一切还是在人人皆能公开明思下述道理的情形下做出的: 朋友与同饮者乃是“可掳之物”,姻亲与密友在前者如武器或器具般损坏后亦“可获取”;但兄弟却无可替代,正如手被截去或眼被挖出便不可复得一般。反倒是那位波斯妇人在舍弃儿女而选择拯救兄弟时所言极是:儿女尚可再生,但在双亲已逝的情形下,绝不可能再有另一位兄弟。

语法注4 条
  1. 6ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς

    ἐνηλίκοις οὖσι τοῖς υἱοῖς 为与格附带情况结构(由 ἐπιγαμῶν 支配,带有让步/时间意味),意为“在儿子们皆已成年之际续娶”。

  2. 480eκαὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής

    καὶ ταῦτα 为惯用宾格短语,意为“况且/而且是在……的情况下”,为分词 γεγονώς 赋予让步与强调语气,加重对赫西俄德的批评。

  3. 480eὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν

    ἀναλαμβάνουσιν 的主语承接前文的 παῖδας αὑτοῦ(儿女们)。ἐξ ἀντιγράφου 意为“如照原本抄写一般”,喻指子女盲目效仿父亲的恶劣言行。

  4. 481eπᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος

    此处为绝对属格结构,将非人称分词 παρόν 取属格形式 παρόντος,以不定词 λογίζεσθαι 为实质主语,πᾶσιν 为关涉与格,表示让步的附带情况:“尽管人人皆可公开考量……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:6-7