← 普鲁塔克

论手足之爱

§3-5

手足的天然纽带与对父母的孝道

普鲁塔克指出外在的友谊不过是兄弟间天生纽带的虚影,并批判了蔑视血亲的伪哲学家;随后他阐明兄弟和睦是对父母最大的欣慰与孝道,而手足相残则是给父母带来至深痛苦的悲剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3

ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως πόδα ξύλινον προσεποιήσατο καθʼ Ἡρόδοτον, τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον1 οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι καὶ προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας.2 ὅθεν ὁ Μένανδρος ὀρθῶς "οὐκ ἐκ πότων καὶ τῆς καθʼ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου ʽ φησἴ, πάτερ; οὐ περιττὸν οἴετʼ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν;" σκιαὶ γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖὸς τίς ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δʼ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδʼ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος.

依希罗多德所载,阿卡迪亚的预言家因失去了自己的脚,不得已为自己制作并装上了一只木脚;但一个与亲兄弟交兵、却从集市或角力场[接纳]外人为同伴的兄弟,看来无异于自愿切断自己有血有肉、天生相连的肢体,却去摩擦并装配上别人的肢体。因为正是那种期待并寻求友谊与交往的需要本身,教导人们应当尊崇、照料并守护亲族,因为人们既无法、本性上也不适于过着无友、孤绝与离群的生活。因此米南德十分正确地说: “难道我们寻求可以托付一生事务之人, 不是从酒宴和日常的奢华中去寻吗,”他说, “父亲啊?难道不是每个人只要拥有朋友的一丝幻影, 就会认为自己觅得了非同寻常的幸事?” 因为事实上,世间大多数的友谊不过是那最初友谊的阴影、模仿与幻象,而那最初的友谊是自然植入于子女对父母以及兄弟对兄弟之中的;一个对那最初的纽带既不敬重也不尊崇的人,难道能给外人带来什么善意的凭信吗?抑或是,在客套与书信中称同伴为‘兄弟’,却认为与自己的同胞兄弟连同一条路都不必共行的人,究竟是怎样的一种人呢?因为正如为兄弟的画像精心装饰却殴打并残害其肉躯乃是疯癫之举,同样,在他人身上崇敬其名号,却憎恨并逃避兄弟本人,绝非心智健全之人所为,也是从未将自然视为最神圣、最崇高圣所之人的行径。

§4

οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δʼ ὡς ἔοικεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ καὶ ἰδιώτῃ φιλόσοφον προσφέρεσθαι, ταῦτʼ εἶπεν ὡς πρὸς ἰδιώτην ἀληθῶς, ἐγὼ δʼ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι3 σὺ μέν ἔφην ἐγὼ δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος. ἀλλʼ οἵ γε ἄλλοι πάντες, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾅδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε· καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι παλαιὰς ἐπὶ νέαις δανεισθείσας χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδʼ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται, μητρὶ δʼ αὑτοῦ καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφʼ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου καὶ φιλίας;ʼ ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ πατρὸς ἢ μητρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν·4 ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπʼ ἀλλήλων; οὐκ ἂν εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί, καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετʼ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτʼ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. Ἀπολλωνίδα γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ τὴν ἡγεμονίαν, ἀλλʼ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον. ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε· "χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν " ὡς Εὐριπίδης εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος οὐ δύναται μὴ τὸν γεννήσαντα μέμφεσθαι καὶ τὴν τεκοῦσαν.

至少我记得自己在罗马时曾承担过两兄弟的仲裁,其中一人自命研习哲学;但看来他不仅作为兄弟,而且作为哲学家,也是徒有虚名、冒名顶替的。因为当我要求他以哲学家的风范对待身兼兄弟与俗人的对方时,他说道: “这话真是对俗人说的;我可不认为由相同的器官所生是多么崇高或伟大的事。” 我说:“你显然连由器官生成这件事本身都不认为是伟大而崇高的。” 然而所有其他人,即便内心并非如此作想,至少也会口称并歌咏:自然以及维护自然的法则,将仅次于神明的首要与最大荣耀赋予了父母;人们在取悦神明所做的事中,没有任何一件比心甘情愿、积极主动地向父母与抚育者偿还“在新恩之上借得的旧恩”更能讨神欢喜的了。反之,也没有比对父母的轻慢与冒犯更能彰显一个人无神不敬的了;因此,加害旁人虽被明令禁止,但若面对生身父母,纵使未加伤害,凡不能始终行其所悦、言其所乐以奉献自身者,俱被视为不敬与悖理。那么,子女对父母而言,究竟有何种作为、何种报恩或何种情态,能比对兄弟坚定不移的善意与友爱更能令父母欣悦呢?其实这完全可以从相反的事物中轻易领悟。因为,当父母所器重的家生奴仆遭到儿子们的凌辱,父母所钟爱的草木田园受到他们的怠慢,从而使父母伤心;当一只被轻视的家养犬或马触痛了慈爱而好面子的老人之心;当父母因儿子们嘲讽贬低自己所赞赏的歌乐、演出和竞技者而心生恼怒时,难道当儿子们彼此纷争、相互仇恨、恶语相向、在各项劳作与事务中处处对抗且互相倾轧时,父母的心境还能保持淡定自若吗?绝不会有人这样说。因此反过来,兄弟若彼此倾慕相爱,将自然在身体上分隔开的部分,在情感与事务中归于同一,共享言谈,共度光阴,一同游乐,便为父母提供了兄弟之爱这一甜美而幸福的养老慰藉。因为父亲无论怎样爱好学问、爱好名声或爱好钱财,都比不上钟爱自己的子女;因此,看到儿子们腰缠万贯,或看到儿子们腰缠万贯[注:抄本重文],抑或身居高位,都远不如看到他们彼此相亲相爱那般令父母心生愉悦。至少据说基齐库斯的阿波罗尼斯——即国王欧迈尼斯以及阿塔罗斯、菲莱泰罗斯、雅典娜奥斯三兄弟的母亲——总是自认幸福并感谢神明,并非因其财富亦非因其王权,而是因为她看到三个儿子充当长兄的侍卫,而长兄在佩带刀枪的他们中间安然无惧地生活。正如反过来,阿尔塔薛西斯察觉到其子俄库斯谋害诸位兄弟,便心灰意冷而亡。 “兄弟间的交战实为残酷”,正如欧里庇得斯所言,而这交战对父母自身而言乃是最为残酷的;因为凡憎恶并厌弃自己兄弟的人,就不能不归怨于生身之父与育己之母。

语法注4 条
  1. 3ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον

    该句存在结构上的省略。虽然主语 ἀδελφὸς 带有分词 πολεμῶν,但并列成分 ὀθνεῖον ... ἑταῖρον 缺乏明确支配它的分词(如 αἱρούμενος 或 προσλαμβάνων),属于因与 πολεμῶν 形成对比而隐含的动作(如接纳或寻求外人),整体充当主节 οὐθὲν ἔοικεν ἄλλο ποιεῖν 的主语。

  2. 479cὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας

    连词 ὡς 引导宾格分词结构,表示基于人类天性的主观依据或理由:“因为(人)既不能、本性上也不适于过着无友与孤绝的生活”。

  3. 479eτὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι

    哲学家话中的 μόρια 在语境中指生殖器官(“由相同的生殖部位所生”)。而普鲁塔克在反驳中省去了 τῶν αὐτῶν,以“连由生殖器官所生(即由父母所生)这件事”相讥,指出轻视同胞手足无异于轻视自己由父母诞生这一事实。

  4. 480bἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν

    动词 ἄχθονται 支配与格 παισίν,其后的 διασύρουσι καὶ καταφρονοῦσιν 并非第三人称复数动词,而是与 παισίν 一致的阳性复数与格现在分词,意为“(父母)因儿子们嘲弄并轻视……而恼怒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:3-5