- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者赞美斯巴达“多卡纳”所象征的兄弟之爱,并将本篇献给尼格里努斯和昆图斯,借身体成对器官与体液调和的比喻,论述兄弟协作和睦合乎自然天理,而反目内讧则招致祸害。
τὰ παλαιὰ τῶν Διοσκόρων ἀφιδρύματα Σπαρτιᾶται δόκανα καλοῦσι· ἔστι δὲ δύο ξύλα παράλληλα δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ κοινὸν καὶ ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ Νιγρῖνε καὶ Κύντε, τὸ σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον. ἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε.1 καὶ τὸ χαῖρον ὑμῶν ἐφʼ οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν χρηστοῖς καὶ φιλοκάλοις θεαταῖς εὐημερούντων. Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ, ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις γενέσθαι, τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι.2 ἐγὼ δʼ ὁρῶ καθʼ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ δὲ νῦν ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους, συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς πατρῴοις χρήμασι καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον ἡγοῦνται καὶ τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ ὀφθαλμοῖς.
斯巴达人将狄奥斯库洛伊兄弟的古代神像称为“多卡纳”(木架);那是两根平行的木头,由两根横木连接在一起,人们认为这件献纳物的共有且不可分割的特性,与诸神的兄弟之爱相契合。正是如此,尼格里努斯和昆图斯啊,我也亲自把这部关于兄弟之爱的著作献给你们,作为一份献给当之无愧者的共同礼物。因为你们已经在践行它所劝勉的事,因此你们将被视为受到赞许而非受到劝诫;而你们对自身所行正事的喜悦,将使你们在判断上的坚守更为巩固,如同在善良而识美的观众面前获得喝彩的人一样。且说塞奥德克泰斯的父亲阿里斯塔库斯,曾嘲讽诡辩家之多,说从前勉强能产生七位贤人,而在当时要找到同样数量的外行人也不容易。而我则看到,在我们这个时代,兄弟之爱是如此罕见,正如在古人那里兄弟成仇是如此罕见一样——当年发生的那些仇隙事例,因其反常而被生活交给了悲剧和剧场;而如今的所有人,只要遇到优秀的兄弟,其惊异程度绝不下于见到传说中的莫利奥尼代兄弟,据说他们的身躯是连在一起降生的;而将父辈的财产、朋友和奴隶共同享用,在他们看来是如此不可信且怪异,正如一个灵魂使用两具身体的双手、双脚和眼睛一样。
καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλʼ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματʼ ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω διέστησεν· αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστʼ Ἀναξαγόραν τὸν παλαιὸν ἐν ταῖς χερσὶ τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου μὲν ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλʼ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας, ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλʼ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν· ὃ τοῖς ἀδελφοῖς ὑπάρχει, καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ ἀλλήλων,3 ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπʼ ἀλλήλων. μᾶλλον δʼ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε "πλούτου" φασὶν οὔτε "τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς" εἶναί τινα χάριν4 καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν "ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, "οἰκέτης διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς ἔξωθεν ἐπιρρεούσας.
然而,自然并未将兄弟相处的范例置于远处,而是在身体本身之中,将大多数必需的器官构造为成对的、兄弟般的和孪生的——双手、双脚、双眼、双耳和鼻孔,借此教导人们,她如此分开这一切是为了保全与共同合作,而非为了分歧与战斗;自然将手本身分割为许多长短不一的手指,使之成为一切器官中最协调、最具技巧的工具,以至于古代的阿那克萨哥拉将人类智慧和聪颖的原因归结于双手。然而在这一点上,事实似乎恰恰相反:因为并非人拥有了双手才最聪慧;而是因为人在本性上具有理性并擅长技艺,才在本性上获得了这样的工具。但有一点对所有人都是显而易见的:自然从同一粒种子和一个本源造就了两个、三个或更多的兄弟,不是为了分歧和对抗,而是为了让他们虽各自独立,却能彼此更加协同合作。因为那些三躯者和百臂巨人,即使真曾存在过,由于所有部位都连为一体,也无法在自身之外或独自做任何事;而这正是兄弟所拥有的特权:只要他们守护自然所赋予的善意与和谐之本源,便能通过彼此,同时留守与出游,兼顾从政与务农;否则,我认为他们将与互相绊倒的脚、彼此纠缠且违背自然互相扭曲的手指毫无二致。更确切地说,正如在同一个身体中,共享同一种本性和滋养的湿、干、冷、热,通过谐调与一致产生出最好、最宜人的调和与和声,若没有这种和谐,人们说无论是“财富”还是“人世间等同于神明的王者权威”都没有任何魅力和益处;但若是贪欲与内讧在它们之中产生,便会最可耻地毁坏并扰乱生命体;同样,通过兄弟的和睦,家族与门户得以健康而兴旺,朋友与相熟之人也宛如和谐的合唱队,既不做、不说也不想任何相反的事。 “然而在内讧中,纵是极恶之徒也分得了荣耀”,无论那是谗言的家奴、从外潜入的谄媚者,还是心怀嫉妒的同胞。因为正如疾病使不能纳取合适养分的肉体产生对许多怪诞有害之物的欲望一样,对亲族的诋毁与猜忌也会引来从外部流入那亏缺之处的低劣奸邪之交。
- 478bἐφʼ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε
προτρέπεται 为具主动意义的中动态动词,支配关系代词 ἃ(先行词为 ταῦτα)。关系从句修饰分词 πράττοντες,主句主动词 δόξετε(δοκέω 的将来时)接被动不定词 μαρτυρεῖσθαι 和 παρακαλεῖσθαι 作补足语,意为“实践着它所劝勉之事的你们,将被视为受到证明(嘉奖)而非受到劝告”。
- 478cτότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι
由 ἔλεγε 引导的间接引语。不定词加 ἄν(ἂν εὑρεθῆναι)对应直陈式过去时或祈愿式加 ἄν(潜势或与过去相反),意为“在当时要找到这么多的普通人/外行人也是不容易的”。ἰδιώτας(外行、普通人)与前文的 σοφούς(贤人)形成对照。
- 478eὃ τοῖς ἀδελφοῖς ὑπάρχει, καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις διʼ ἀλλήλων
中性关系代词 ὃ 为连结性关系词,指代前句所说的“在自身之外或分开行动”这一内容。τοῖς ἀδελφοῖς 是 ὑπάρχει 的与格补语,后随的分词 δυναμένοις 与之同格一致,整体结构为“这正是属于兄弟们的特权,他们能够借助彼此,同时留守与出游、参政与务农”。
- 479aἧς χωρὶς οὔτε "πλούτου" φασὶν οὔτε "τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς" εἶναί τινα χάριν
包含诗句引用的间接引语结构(注意多利安方言形式 τᾶς ... βασιληίδος)。关系短语 ἧς χωρὶς(若无此和谐)上承先行词 ἁρμονίαν;φασίν 支配宾格不定式 εἶναί τινα χάριν(存在某种恩惠/魅力),οὔτε ... οὔτε 连接两个属格 πλούτου 与 τᾶς ... ἀρχᾶς,作 χάριν 的限制性属格。
