- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出兄弟发生纷争时当避开外敌而依仗共有之朋友与亲族,既当共有朋友又当在公众荣耀中为兄弟保留首位,不可依仗血缘天然便疏于日常的关怀爱护。
ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν, τὸ τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι, μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν,1 οἳ πολλάκις στασιάζοντες ἀλλήλοις καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ τοῦτʼ ἦν ὁ καλούμενος ὑπʼ αὐτῶν συγκρητισμός. ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπʼ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι συνερῶσιν οἱ νεαροὶ καὶ ἄκακοι τῶν φίλων, τῷ δʼ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι. καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατʼ εὔνοιαν αὐτῆς νοσούσης ὅπως ἔχει πυθανομένην, καλῶς εἶπεν ἂν σὺ ἀποστῇς· οὕτω καὶ πρὸς τοιοῦτον ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ λέγειν ἀλλʼ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτʼ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτʼ ἐκεῖνος. νυνὶ δʼ οὐκ οἶδʼ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα πληγὴν μηδʼ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε2 τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι. καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας, ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος, καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν ὁμόνοιαν ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ συνορῶσι.
再者,在与兄弟发生纷争时,应当牢记并遵循这一点:要同他们的朋友交往,并在那时尤为亲近他们;而避开仇敌,不予接纳,至少要仿效克里特人的这一做法——他们彼此间虽屡屡结党争战,可一旦外敌来犯,便和解息争、团结一心;而这正是被他们称作“共克里特化”的举动。 因为有些人正如水渗入松弛裂开之物一般,倾覆亲族关系与友谊;他们对双方皆怀憎恨,却专门攻击因软弱而更容易退让的一方。盖对于热恋之人,年轻而单纯的朋友会与其一同钟情;而对于向兄弟发怒并起争执之人,仇敌中最险恶之徒则表现得仿佛与其同怀愤慨、共发怨怒。因此,正如伊索寓言中的牝鸡,面对佯装好意、在它患病时探问它病情的野猫,回答道: “你若走开, 我便安好;”同样,对于这等挑起关于纷争之话题、四处打探并试图挖掘某些隐秘之人,也应当说: “只要我与他皆不对进谗言者侧耳以听,我与兄弟之间便绝无嫌隙。” 然而如今,不知何故,我们在患眼疾时深知应当将目光转向不致造成刺激或抵触的色彩与物象,可在对兄弟产生抱怨、愤怒与猜忌时,却反倒乐于与搅扰生事之徒混杂,沾染其恶习;本该避开并远离仇敌与怀有敌意之人,转而尤当与兄弟的姻亲、族人及朋友相聚共处、终日畅谈,并前去面见其妻室申诉不满、坦率言明。然而人们常说,兄弟同行不可让石头隔于其中,甚至若有犬从中穿过便心怀厌恶,他们畏惧诸如此类绝不会拆散兄弟和睦之事物,却将如犬般卑鄙而好谗陷之人置于彼此当中、磕绊跌撞,反倒浑然不觉。
διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς εἰ κοινὰ τὰ φίλων ἐστί, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους· οὐχ ἥκιστα δʼ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπʼ ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφʼ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων· . ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς αὐτοὺς βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δʼ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος εἶπε "μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον "ὁ μὲν γὰρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς διʼ ἀμφοτέρων σύνδεσμος ἔσται τῆς φιλαδελφίας· ὁ δʼ Ἡσίοδος ὡς ἔοικεν ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον.3 ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων. τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς "οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως,4 "ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδʼ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπʼ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις.
因此,循着论述的连贯脉络,塞奥弗拉斯托斯说得很对: “倘若朋友之物归于共有,那么朋友的朋友更当为双方所共有;”人们尤当将此箴规进献于兄弟。因为私下且单独与他人交往熟识,会使兄弟彼此背离而渐行渐远;盖喜爱不同之人,随即伴随着以不同之人为乐、效法不同之人并受不同之人引导。朋友塑造性情,而性情相异的最显著标志,莫过于选择不同的朋友。因此,兄弟同食同饮、共戏共度终日,其维系和睦之力,远不及同爱同憎、乐于同聚于相同之人且鄙弃远离相同之人那般坚实。因为共有的友谊既不致招来谗言,亦不致引发冲突;即便产生某种愤怒与抱怨,通过居中的朋友承揽化解,亦能消融殆尽——只要这些朋友与双方皆相善,并以好意同时倾向于双方。正如锡以接触两端边缘、亲和地同化于一体,来接合熔融破损的青铜,同样,朋友若通达合宜且为两兄弟所共有,便当使彼此的好意愈加紧密。而那些不相称、不相容的朋友,犹如乐律图表中的音调,所造成的乃是分离而非联结。 由此,人们尽可存疑:赫西俄德所言究竟是对还是相反—— “莫使同伴与兄弟等同”;因为,如前所述,公允而共有的朋友若在双方之间融汇贯通,反而更能成为兄弟之爱的纽带;但赫西俄德看来是因忌妒与自私之弊,而畏惧于世间众多的庸俗之徒。人们在防范此点的同时,纵使对朋友施以同等的好意,在官职、政务、统领的召见与结识,以及在众人看来显赫并关乎名声之事上,仍当始终为兄弟保留首位,向血亲的天性奉上应得的尊荣与特权。因为在这些事上,朋友多得并非多么体面,兄弟见绌却会化为莫大的耻辱与晦暗。不过关于此种见解,已在别处作了更为详尽的论述。 另一方面,米南德的名言诚为确当: “凡自身怀爱者,无人乐意受人轻忽;”此语提醒并教导我们要关怀兄弟,不可因依仗天然血亲而轻慢相待。因为马天生亲近人类,犬天生忠于主人,但若得不到照料与护理,亦会丧失温情而变得疏离;身体乃灵魂最亲密的伙伴,但若被灵魂忽视与怠慢,便不愿协同效力,反会毁损并半途抛弃所行之事。
- 490bμιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν
分词 μιμούμενον(阳性单数宾格)与前面无人称句 δεῖ μνημονεύειν ... καὶ φυλάττειν 中不定式隐含的主语(泛指的宾格 τινά,“人”)保持一致。短语 τὸ Κρητῶν 是中性单数宾格,指“克里特人的[惯例/做法]”,并由前面的 αὐτὸ τοῦτο 作同位语加以强调。
- 490dὅτε καλῶς εἶχε
连词 ὅτε 接未完成过去直陈式 εἶχε,带有一种与事实相反或批判性对照的语气(“本该……之时/本是合适之时”)。它与前面叙述现实愚行的一句 νυνὶ δʼ ... χαίρομεν(“然而如今……我们却乐于”)构成强烈的对比。
- 491bοὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον.
采用相关结构 οὐχ οὕτω... ὡς...(“不似……那样……”)的比较句。字面意为:“在这些事上,朋友获得优越之光彩,远不及兄弟遭受见绌之耻辱与晦暗”,即兄弟因被贬抑而蒙受的羞辱,远远重于朋友因居首而得到的荣耀。前一分句省略了系动词 ἐστί,后一分句则使用了动词 γίγνεται 以凸显后果之严重。
- 491cοὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθʼ ἡδέως
引自米南德喜剧的抑扬三音步短长格诗句。分词 ἀγαπῶν 修饰主语 οὐδεὶς,带有让步意味(“哪怕自己深爱着对方”)。αὐτός 起强调作用(“自身”)。省略形式 ἀμελεῖθʼ 即 ἀμελεῖται(现在时被动态直陈式第三人称单数,“被忽视/被轻慢”)。
