- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:18#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者主张亲族间的争执之日当被遗忘而不害长情,赞赏了欧克里德平息仇怨的言辞以及帕加马国王尤梅尼斯与其弟阿塔罗斯关于王位与婚姻的至诚互信,并以冈比西斯因猜忌弑弟招致失国作为反面对比。
τί οὖν κωλύει καὶ ἡμᾶς διαφορᾶς ποτε πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι;1 ἢ γὰρ μάτην καὶ πρὸς οὐθὲν ἡ φύσις ἡμῖν ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, ἢ μάλιστα χρηστέον τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν ὀργιζομένων τε δεῖ μὴ ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ συγγνώμῃ τὴν παραίτησιν. ὁ μὲν οὖν Σωκρατικὸς Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δʼ εἶπεν εἰ μή σε πείσαιμι2 παύσασθαι τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις. τὸ δʼ Εὐμένους τοῦ βασιλέως ἔργον οὐ λόγος3 ὑπερβολὴν οὐδεμίαν πραότητος ἀπολέλοιπε. Περσεὺς γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς ἀποκτενοῦντας· οἱ δὲ περὶ Δελφοὺς ἐνήδρευον αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δʼ ὄπισθεν αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον, ὑφʼ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι· καὶ περιῆλθεν ἡ φήμη πανταχόσε, καὶ φίλοι τινὲς ἀφίκοντο καὶ θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἥκειν δοκοῦντες. Ἄτταλος οὖν ὁ πρεσβύτατος αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν· ἐπεὶ δʼ ἀπηγγέλη ζῶν ὁ Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ δορυφόρων. ὁ δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης· καὶ χρόνον οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως ἀπέθανε, τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις,4 ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας καὶ ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. ἀλλὰ Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν, οὐδεμίαν ἀπόδειξιν οὐδʼ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε τῆς Κύρου διαδοχῆς ἡ ἀρχὴ, τελευτήσαντος αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως.
那么,倘若我们与亲人近亲之间偶生争执,又有何妨将那一天抛诸遗忘,视作凶日之一,而不因这单独的一天便忘却共同成长、共同生活过的许许多多美好日子呢?因为,若非自然赋予我们温和以及作为节制激情的产物的隐忍是徒劳无益的,便理当最主要地将它们施于亲人和近亲。不仅在他人有过时宽宥他们,而且在自己有过时请求并获得宽恕,同样彰显了好意与深情。因此,在他们动怒时不可置之不理,在他们请求原谅时不可固执相抗;相反,自己有过时往往当以恳求先制其怒气,遭受委屈时又当以宽恕先于其恳求。 苏格拉底的门徒欧克里德在学园中广为传诵,便是因为当他听见兄弟对他口出悖理而凶暴之言说: “若我不报复你,叫我不得好死!” 他却回答道: “若我不能劝你平息怒气,使你如从前那般爱我们,叫我不得好死!” 而尤梅尼斯国王的行迹,而非空谈,更是将温和展现得无以复加。马其顿国王珀尔修斯与他为敌,便安排了刺客;刺客们探知他自海边步行前往神庙朝见神明,便在德尔斐一带设伏。他们潜至他身后,投掷巨石击中其头颅与颈项,他被砸晕倒地,人们以为他已死去。这一传闻传遍各处,甚至有些朋友与侍从自作噩耗的亲历使者抵达帕加马。于是,他在兄弟中最年长、为人宽和且待尤梅尼斯最为忠厚的阿塔罗斯,不仅束上王冠自立为王,还迎娶了兄弟之妻斯特拉托妮可,共掌国政。然而,当传来尤梅尼斯尚存人世并正归来的消息时,阿塔罗斯摘下王冠,如往常那样手执短标枪,与其他卫士一同出迎。尤梅尼斯也温和地与他执手致意,并满怀敬意与亲善问候了王后;此后他在世生活了相当长的一段岁月,毫无嫌隙亦无猜忌,直至离世前将王位与妻子皆托付给阿塔罗斯。那么阿塔罗斯又是如何做的呢?尤梅尼斯死后,尽管那妇人屡次生育,他却不愿将她所生的任何一个孩子认养为继承人,反而抚育尤梅尼斯的儿子直至成年,在自己生前便为他加冕王冠,立他为王。相反,冈比西斯因一个梦境便惊恐于兄弟将统治亚细亚,未待任何证据或查验便将其杀害。因此在他死后,统治权从居鲁士的后裔中旁落,而归于大流士的家族称王——因为大流士不仅深谙与兄弟,亦深谙与友人共同分享政务与权柄之道。
- 18τί οὖν κωλύει καὶ ἡμᾶς ... ἀλλὰ μὴ ... ἐπιλανθάνεσθαι;
修辞疑问句结构,动词 κωλύει 接宾格主语 ἡμᾶς 及一系列不定式(τίθεσθαι、νομίζειν 与 ἐπιλανθάνεσθαι)。连词短语 ἀλλὰ μή 引导与前文肯定动作相对立的否定不定式(“而不是去遗忘”),同样受 κωλύει 的统辖。
- 489dἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δʼ εἶπεν εἰ μή σε πείσαιμι
由表达愿望的希求法(ἀπολοίμην)后接条件从句(εἰ μή + 希求法)构成的咒誓程式。在欧克里德的回答(ἐγὼ δʼ, εἶπεν, εἰ μή σε πείσαιμι...)中,主句谓语 ἀπολοίμην 被省略,从而与兄弟的誓言形成鲜明的对称并列关系(“若我不能……我才该死”)。
- 489eτὸ δʼ Εὐμένους τοῦ βασιλέως ἔργον οὐ λόγος
句首的 τὸ δʼ Εὐμένους τοῦ βασιλέως ἔργον 作全句的主语,而 οὐ λόγος 是插入的对比短语(“是行动而非言辞”)。整句的主要动词是 ἀπολέλοιπε,接宾语 ὑπερβολὴν οὐδεμίαν πραότητος(“温和的任何极致”)。
- 489eπαιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις
中动不定式 ἀνελέσθαι 指古典时期将新生儿抱起以认领、抚育为合法继承人的习俗(相当于拉丁语的 tollere liberos)。属格分词 τεκούσης πολλάκις 带让步意味(“尽管她屡次生育”)。
