← 普鲁塔克

论手足之爱

§21

关照兄弟的姻亲眷属与教导侄辈

作者论述了不仅要关爱兄弟自身,更应体恤其姻亲、妻子与子女,并援引柏拉图、色萨利人阿留阿斯以及赫拉克勒斯与琉科忒亚的典故,阐明对侄儿辈予以温和引导与慷慨赞誉的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21

ἐπιμέλεια δὲ καλὴ μὲν αὐτῶν τῶν ἀδελφῶν, ἔτι δὲ καλλίων πενθεροῖς καὶ γαμβροῖς τοῖς ἐκείνων εὔνουν ἀεὶ παρέχειν1 εἰς ἅπαντα καὶ πρόθυμον ἑαυτόν, οἰκέτας τε φιλοδεσπότους ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι, καὶ χάριν ἔχειν ἰατροῖς θεραπεύσασιν αὐτοὺς καὶ φίλοις πιστοῖς προθύμως καὶ χρησίμως συνδιενεγκοῦσιν ἀποδημίαν ἢ στρατείαν γυναῖκα δʼ ἀδελφοῦ γαμετὴν ὡς ἁπάντων ἱερῶν ἁγιώτατον προσορῶντα καὶ σεβόμενον, τιμᾶν διὰ τὸν ἄνδρα καὶ εὐφημεῖν, ἀμελουμένῃ δὲ συναγανακτεῖν χαλεπαίνουσαν δὲ πραΰνειν ἂν δʼ ἁμάρτῃ τι τῶν μετρίων, συνδιαλλάττειν καὶ συμπαρακαλεῖν τὸν ἄνδρα· κἂν αὐτῷ τις ἰδίᾳ γένηται διαφορὰ πρὸς τὸν ἀδελφόν, αἰτιᾶσθαι παρʼ ἐκείνῃ καὶ διαλύεσθαι τὴν μέμψιν. ἀγαμίαν δʼ ἀδελφοῦ καὶ ἀπαιδίαν μάλιστα δυσχεραίνειν, καὶ παρακαλοῦντα καὶ λοιδοροῦντα συνελαύνειν πανταχόθεν εἰς γάμον καὶ συνειργνύναι νομίμοις κηδεύμασι· κτησαμένου δὲ παῖδας, ἐμφανέστερον χρῆσθαι τῇ τε πρὸς αὐτὸν εὐνοίᾳ καὶ τῇ πρὸς τὴν γυναῖκα τιμῇ. τοῖς δὲ παισὶν εὔνουν μὲν ὥσπερ ἰδίοις ἤπιον δὲ μᾶλλον εἶναι καὶ μειλίχιον, ὅπως ἁμαρτάνοντες οἷα νέοι μὴ δραπετεύωσι μηδὲ καταδύωνται διὰ φόβον πατρὸς ἢ μητρὸς εἰς ὁμιλίας φαύλας καὶ ὀλιγώρους, ἀλλʼ ἀποστροφὴν καὶ καταφυγὴν ἅμα νουθετοῦσαν εὐνοίᾳ καὶ παραιτουμένην ἔχωσιν. οὕτω καὶ Πλάτων ἀδελφιδοῦν ὄντα Σπεύσιππον ἐκ πολλῆς ἀνέσεως καὶ ἀκολασίας ἐπέστρεψεν, οὐδὲν οὔτʼ εἰπὼν ἀνιαρὸν οὔτε ποιήσας πρὸς αὐτόν, ἀλλὰ φεύγοντι, τοὺς γονεῖς ἐλέγχοντας αὐτὸν ἀεὶ καὶ λοιδοροῦντας ἐνδιδοὺς ἑαυτὸν εὐμενῆ καὶ ἀμήνιτον, αἰδῶ τε πολλὴν ἐνειργάσατο καὶ ζῆλον ἑαυτοῦ καὶ φιλοσοφίας. καίτοι πολλοὶ τῶν φίλων ἐνεκάλουν ὡς μὴ νουθετοῦντι τὸ μειράκιον· ὁ δὲ καὶ πάνυ νουθετεῖν ἔλεγε, τῷ βίῳ καὶ τῇ διαίτῃ τῆς πρὸς τὰ αἰσχρὰ τῶν καλῶν διαφορᾶς παρέχων κατανόησιν. Ἀλεύαν δὲ τὸν Θεσσαλὸν ὁ μὲν πατὴρ ἀγέρωχον ὄντα καὶ ὑβριστὴν ἐκόλουε2 καὶ χαλεπὸς ἦν, ὁ δὲ θεῖος ἀνελάμβανε καὶ προσήγετο· πεμπόντων δὲ τῶν Θεσσαλῶν φρυκτοὺς περὶ βασιλέως πρὸς τὸν θεὸν εἰς Δελφούς, ἐνέβαλε κρύφα τοῦ πατρὸς ὁ θεῖος ὑπὲρ τοῦ Ἀλεύα· καὶ τῆς Πυθίας τοῦτον ἀνελούσης, ὅ τε πατὴρ ἀπέφησεν ἐμβεβληκέναι τὸν φρυκτὸν ὑπὲρ αὐτοῦ, καὶ πᾶσιν ἐδόκει πλάνη τις ἐν ταῖς καταγραφαῖς τῶν ὀνομάτων γεγονέναι. διὸ καὶ πέμψαντες αὖθις ἐπανήροντο τὸν θεόν· ἡ δὲ Πυθία καθάπερ ἐκβεβαιουμένη τὴν προτέραν ἀναγόρευσιν εἶπε "τὸν πυρρόν τοί φημι, τὸν Ἀρχεδίκη τέκε παῖδα." καὶ τοῦτον τὸν τρόπον ὁ Ἀλεύας ὑπὸ τοῦ θεοῦ βασιλεὺς διὰ τὸν τοῦ πατρὸς ἀδελφὸν ἀποδειχθεὶς, αὐτός τε πολὺ πάντων ἐπρώτευσε τῶν πρὸ αὐτοῦ καὶ τὸ ἔθνος εἰς δόξαν προήγαγε μεγάλην καὶ δύναμιν. ἀλλὰ μὴν εὐπραξίαις τε καὶ τιμαῖς καὶ ἀρχαῖς παίδων ἀδελφοῦ χαίροντα καὶ σεμνυνόμενον αὔξειν προσήκει καὶ συνεξορμᾶν πρὸς τὰ καλὰ καὶ κατορθοῦντας ἀφειδῶς ἐπαινεῖν· αὑτοῦ γὰρ υἱὸν ἐπαχθὲς ἴσως ἐγκωμιάζειν, ἀδελφοῦ δὲ σεμνὸν καὶ οὐ φίλαυτον ἀλλὰ φιλόκαλον καὶ θεῖον ὡς ἀληθῶς. δοκεῖ γάρ μοι καὶ τοὔνομα καλῶς ὑφηγεῖσθαι πρὸς εὔνοιαν ἀδελφιδῶν καὶ ἀγάπησιν. δεῖ δὲ καὶ τὰ τῶν κρειττόνων ζηλοῦν· Ἡρακλῆς τε γὰρ δυεῖν δέοντας ἑβδομήκοντα γεννήσας παῖδας, οὐδενὸς ἧττον αὐτῶν τὸν ἀδελφιδοῦν ἠγάπησεν ἀλλὰ καὶ νῦν πολλαχοῦ σύμβωμός ἐστιν Ἰόλαος αὐτῷ, καὶ συγκατεύχονται παραστάτην Ἡρακλέους ὀνομάζοντες. Ἰφικλέους δὲ τοῦ ἀδελφοῦ πεσόντος ἐν τῇ περὶ Λακεδαίμονα μάχῃ, περίλυπος γενόμενος πᾶσαν ἐξέλιπε Πελοπόννησον. ἡ δὲ Λευκοθέα τῆς ἀδελφῆς ἀποθανούσης ἔθρεψε τὸ βρέφος καὶ συνεξεθείασεν· ὅθεν αἱ Ῥωμαίων γυναῖκες ἐν ταῖς τῆς Λευκοθέας ἑορταῖς, ἣν Ματοῦταν ὀνομάζουσιν, οὐ τοὺς ἑαυτῶν παῖδας ἀλλὰ τοὺς τῶν ἀδελφῶν ἐναγκαλίζονται καὶ τιμῶσιν.

关怀兄弟自身固然是高尚的,但更为高尚的是对他们的岳父和内兄弟在一切事上始终表现得友善而热忱,迎接并体恤忠于主人的仆人,对医治过他们的医者以及热心且有益地同历远游或征战的忠实朋友怀有感恩之情;对于兄弟的结发妻子,则要视其为一切圣物中最神圣者而加以敬奉,因其丈夫的缘故尊敬她并称美她,当她受冷落时同怀愤慨,当她恼怒时加以安抚,若她犯了某些中等过失,则居中调解并向其丈夫代求宽宥;倘若自己与兄弟之间发生私人嫌隙,亦当在她面前申诉因由并化解抱怨。对兄弟的不婚与无后尤当深感忧心,当竭力劝导并责善,从各方促使其步入婚姻,以合法的姻盟将其维系;当他生养子嗣后,更当显著地向他展现好意,向其妻子表达敬重。对那些孩子,应当如对自己亲生骨肉般怀有善意,但态度要更加温和柔顺,以便他们因年少犯错时,不致出于对父母的畏惧而潜逃,或沉沦于卑劣放纵的交往,反倒能有一处既以好意训诫又代为庇护的避难所与退路。柏拉图亦是如此使侄儿斯珀西波斯摆脱严重的放荡与不轨的;他对这青年未曾言及或做过任何令其痛苦之事,而在青年躲避常年指责谩骂他的双亲时,柏拉图以温和宽恕的态度接纳他,由此在他心中激发了莫大的羞耻心,以及对自己和哲学的景仰效法之情。尽管许多朋友怪罪柏拉图不曾训诫那少年,但他却说自己其实确实在训诫着他,正通过自己的生活与操行,让他领悟美善之物与丑陋之物的差异。又如色萨利人阿留阿斯傲慢骄横,其父抑制他并对他严厉苛刻,其叔父却收留并亲近他;当色萨利人就立王之事向德尔斐神谕送交签筹时,叔父背着父亲暗中为阿留阿斯投下一签;皮提亚选中此人后,其父否认曾为他投签,众人皆以为在登记录写姓名时出了某种差错。因此他们再度派人复询神谕;皮提亚仿佛为了确证先前的宣告,说道: “我所言者乃那赤发之人,阿耳克狄刻所生之子。” 阿留阿斯便以这种方式,因其父之兄弟而由神立为王,他不仅远超之前的所有王者,亦将本族推向了崇高的荣耀与强盛的国势。此外,乐于见到兄弟之子的成就、尊荣与官衔并以此为荣,助其成长,共同激励他们趋向善行,在他们建功立业时毫不吝啬地予以赞扬,实乃理所应当;因为夸赞自己的儿子或许令人反感,称颂兄弟之子却是崇高、毫不自私且真正爱重善美并通达神圣的举动。在我看来,甚至〔“叔父”〕这一名称本身,亦极好地引导着人对兄弟之子怀抱好意与慈爱。人们亦当效法那些尊高者的行迹:赫拉克勒斯生有六十八子,但他爱自己的侄儿绝不下于爱他们中的任何一人,直至今日,在许多地方伊俄拉奥斯仍与他共享祭坛,人们在祈愿时将他称为赫拉克勒斯的助手而一同祈祷;当兄弟伊菲克勒斯在拉刻代蒙附近的战役中阵亡时,赫拉克勒斯悲痛欲绝,离开了整个伯罗奔尼撒。而琉科忒亚在姊妹亡故后抚育其婴儿并助其登神;因此罗马妇女在琉科忒亚——她们称其为玛图塔——的节庆中,所拥抱和敬重的不是自己的孩子,而是兄弟的孩子。

语法注2 条
  1. 21ἐπιμέλεια δὲ καλὴ μὲν αὐτῶν τῶν ἀδελφῶν, ἔτι δὲ καλλίων πενθεροῖς καὶ γαμβροῖς τοῖς ἐκείνων εὔνουν ἀεὶ παρέχειν

    句首名词短语 ἐπιμέλεια ... καλὴ μέν 中省略了系动词 ἐστί,后半句 ἔτι δὲ καλλίων 亦然。作比较级谓语 καλλίων 的实际主语是不定式 παρέχειν(以及并列的 ἀσπάζεσθαι, χάριν ἔχειν 等),而与格 πενθεροῖς καὶ γαμβροῖς 则作 παρέχειν ἑαυτὸν εὔνουν(向某人展现好意)的对象补足语。

  2. 492aἈλεύαν δὲ τὸν Θεσσαλὸν ὁ μὲν πατὴρ ἀγέρωχον ὄντα καὶ ὑβριστὴν ἐκόλουε

    句首的 Ἀλεύαν δὲ τὸν Θεσσαλὸν 是将谓语动词 ἐκόλουε 的宾语置于句首以揭示全句话题的宾语前置。主句骨架由 ὁ μὲν πατὴρ ... ἐκόλουε 与 ὁ δὲ θεῖος ἀνελάμβανε 构成对比,句首宾格同时充当两分句的意义对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:21