- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:18#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了薛西斯与阿里亚美尼斯和平解决波斯王位之争并终身友爱的典范,安条克虽与塞琉古争战却在闻其凶讯时由衷服丧的事迹,以及雅典人从历法中剔除众神争执之日的举措。
ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος οὐδʼ ἐπʼ ἀνδραπόδοις ἢ προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν, πρεσβύτατον ὄντα τῆς γενεᾶς, οἱ δὲ Ξέρξην, Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς ἔκ τε Δαρείου βασιλεύοντος ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς ἀλλʼ ὡς ἐπὶ δίκην ἡσύχως· Ξέρξης δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ προσήκοντα· ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ διάδημα καὶ καταβαλὼν τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ ἠσπάσατο, καὶ δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς κομίζοντας τούτοις σε νῦν τιμᾷ Ξέρξης, ὁ ἀδελφός· ἂν δὲ βασιλεὺς κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθʼ ἑαυτὸν εἶναι. καὶ ὁ Ἀριαμένης ἐγὼ δʼ ἔφη τὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω προσήκειν· τιμὴν δὲ τὴν μετʼ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ πρώτῳ τῶν ἀδελφῶν ἐπεὶ δʼ ἡ κρίσις ἐνέστη, Πέρσαι μὲν Ἀρτάβανον, ἀδελφὸν ὄντα Δαρείου, δικαστὴν ἀπέφηναν δόξαν αὐτοῖς,1 Ξέρξης δʼ ἔφευγεν ἐπʼ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δʼ ἡ μήτηρ ἐπέπληξεν αὐτῷ, τί φεύγεις Ἀρτάβανον, ὦ παῖ, θεῖον ὄντα καὶ Περσῶν ἄριστον; τί δʼ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν ᾧ καλὰ καὶ τὰ δευτερεῖα, Περσῶν βασιλέως ἀδελφὸν κριθῆναι; πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δʼ εὐθὺς ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον. ἐκ τούτου μέγιστος ἦν παρʼ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστʼ ἀριστεύων ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης τοῦτο μὲν οὖν ὥσπερ ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης. Ἀντιόχου δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν τις, ὅτι δʼ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν. ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ τὴν μητέρα συλλαμβάνουσαν εἶχεν· ἀκμάζοντος δὲ τοῦ πολέμου, Γαλάταις μάχην ὁ Σέλευκος συνάψας καὶ ἡττηθείς, οὐδαμοῦ φανερὸς ἦν ἀλλʼ ἔδοξε τεθνάναι, πάσης ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων κατακοπείσης. πυθόμενος οὖν ὁ Ἀντίοχος τὴν πορφύραν ἔθηκε καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας ἐπένθει τὸν ἀδελφόν· ὀλίγῳ δʼ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. Ἀθηναῖοι δὲ τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ· τὴν γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς.2
了解一番蛮族兄弟之间的争端解决也是很有教益的,那争端并非关乎一小块土地的分配,亦非因奴隶或羊群而起,而是关乎波斯人的最高统治权。因为在大流士去世后,一些人认为应当由长子阿里亚美尼斯继位,另一些人则认为应当由薛西斯称王,因他的母亲是居鲁士之女阿托莎,且他是在大流士已经即位后出生的。于是阿里亚美尼斯从米底下来,并非以交战的姿态,而是心平气和地如同赴审;在场的薛西斯则在履行属于国王的职责。但在其兄长到来时,薛西斯摘下王冠,脱下在位君主所佩戴的直立式头巾,前去迎接并向他致意,又差遣人送去礼物,命使者传话说: “你的兄弟薛西斯如今用这些礼物向你致敬;若他经由波斯人的审判与投票被拥立为王,他便许诺让你居于除他之外的第二位。” 阿里亚美尼斯则说: “我收下这些礼物,但我认为波斯王位理应属于我自己;然而在我之后的尊荣,我必将为兄弟们保留,而薛西斯将是众兄弟中的首位。” 当审判到来之际,波斯人经决议指定大流士的兄弟阿尔塔巴诺斯为裁判者,薛西斯依仗民众的支持,起初回避由他裁决。母亲阿托莎责备他说: “孩子,你为何回避阿尔塔巴诺斯呢?他既是你的叔父,又是波斯人中最优秀者。你为何如此害怕这场较量?在这场较量中,即便是获得第二位也是光荣的——那就是被判定为波斯国王的兄弟。” 于是薛西斯被说服,在双方陈词之后,阿尔塔巴诺斯判定王位理应属于薛西斯;阿里亚美尼斯随即一跃而起,向兄弟俯首下拜,牵着他的右手引他坐上王位。自此他在国王身边位极人臣,始终竭诚尽忠,以致在萨拉米斯海战中英勇作战,为成就兄弟的声名而捐躯。因此,此事堪称仁爱与大度的纯洁无瑕的典范。 至于安条克,人们固然可以指责他的贪恋权位,但也可以赞叹那份手足之情并未因权欲而完全湮灭。因为他虽是幼弟,却为了王位同塞琉古开战,并得到了母亲的襄助;正当战事激烈之际,塞琉古与加拉太人交战并惨遭溃败,全军几乎悉数被蛮族歼灭,他本人下落不明,被认为已经阵亡。安条克得悉后,便褪去紫袍,换上灰暗的斗篷,关闭王宫为兄弟服丧哀悼;但不久之后,他听闻兄长平安无恙且正在重新集结另一支军队,便走出王宫向诸神献祭,并吩咐治下的各城邦献祭并佩戴花冠。 雅典人荒谬地编造了关于众神相争的神话,却也在其中掺入了针对这一荒谬的极妙补救之策:他们始终将波埃德罗米翁月的第二日从历法中剔除,因为波塞冬与雅典娜之间的争执相传便是发生在那一天。
- 488eδόξαν αὐτοῖς
无人称动词 δοκεῖ 的中性单数分词构成的“独立对格”(accusative absolute),意为“由于他们做出这一决定”或“依照他们的意向”,以副词性功能表明指定阿尔塔巴诺斯为裁判者的背景。
- 489bὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς
由连词 ὡς 引导的属格独立结构(genitive absolute)。ὡς 表示主观缘由或公认的依据(“因为相传在那一天波塞冬与雅典娜发生了纷争”),修饰前文雅典人剔除该日的理由。
