← 普鲁塔克

论手足之爱

§17

克制微小争端与迅速交付仲裁和解

作者告诫年龄相近的兄弟警惕从小事和嬉戏中滋生的好胜心演变为毁灭性的仇恨,主张在分歧发生时摒弃私愤、迅速交付仲裁,并效法毕达哥拉斯学派在日落前互释前嫌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17

ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις1 τῶν ἀδελφῶν φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα τοῦ λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι, περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων, εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ φιλόνικον δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθʼ ἡμᾶς δυνατώτατοι περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ κολυμβήθρας καὶ παστάδας καὶ ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες ὀχετοὺς καὶ ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν, ὥστε πάντων ἀφαιρεθέντες ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ πένητες καὶ ʽ ὀλίγου δέω λέγειν’ ἕτεροι τῶν πρότερον γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς ἀδελφοὺς; φιλονικίᾳ καὶ ζηλοτυπίᾳ διαμάχεσθαι, μελετῶντας2 ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν. τί οὖν; οὐχὶ πολλὰς τὰ πράγματα καὶ τοῖς ἐπιεικῶς ἔχειν δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα· ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται καθʼ αὑτὰ, μηδὲν ἐκ φιλονικίας μηδʼ ὀργῆς πάθος οἷον ἄγκιστρον προστιθέντας, ἀλλʼ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς ἀποθεωροῦντας, καὶ τάχιστα ταῖς κρίσεσι καὶ ταῖς διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα μιμεῖσθαι τοὺς Πυθαγορικούς, οἳ γένει μηθὲν προσήκοντες ἀλλὰ κοινοῦ λόγου μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπʼ ὀργῆς, πρὶν ἢ τὸν ἥλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο. καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ παυσαμένου παραμένῃ,3 νόσος εἶναι δοκεῖ καὶ βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ τοῦ πράγματός ἐστι, τῆς δʼ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε καὶ ὕπουλον αἰτίαν ἔχον.

因此,对于年龄相仿、长幼相近的兄弟而言,必须防备另外一些情绪,这些情绪虽小,却持续不断且频繁发作,使人养成在一切事上彼此伤害、相互激怒的恶习,最终导致无法化解的仇恨与怨怼。因为兄弟间若是从嬉戏中便开始争执——例如关于饲养动物以及鹌鹑或斗鸡的比赛,继而是关于角力场上的少年、狩猎中的猎犬以及赛跑中的马匹——他们在更大的事情上便再也无法克制或平息那种好胜与争名之心。正如我们同时代最有势力的希腊人,起初因对舞者、继而对乐师的热衷而反目成仇,自此不断在埃德普索斯的浴池、柱廊与宴席厅上相互攀比,争夺地盘,截断并改道水渠,以致性情变得如此残忍并走向破亡,以至于他们被僭主剥夺了一切财产,沦为流亡者和赤贫之人,甚至我几乎可以说变得面目全非,却唯独在彼此憎恨这一点上仍一如既往。 因此,当好胜与嫉妒在微小和最初的事物上潜滋暗长时,人们最应当与面对兄弟时的这种心态作斗争,练习互为退让、甘愿服输,乐于迁就他们,而不是一味求胜。因为古人未曾把别的胜利称为“卡德摩斯式的胜利”,唯独把底比斯那对兄弟之间的胜利称为卡德摩斯式的胜利,视其为最可耻、最恶劣之举。那么又如何呢?事情本身难道不是也给那些看似公正温和的人带来了许多争辩与分歧的借口吗?确实很多;但即便在那时也必须防备,让事情本身自行论争,切不可像附加倒钩一样掺入任何出自好胜或愤怒的情绪,而是像在天秤上一样共同审视正义的倾向,并尽快将争端交由审判与仲裁加以清除,免得它如染料或污渍般渗入其中,变得深染难消、难以洗净;此外还要效法毕达哥拉斯学派的人,他们虽无血缘之亲,却共享同一学说,若有何时因愤怒而言语相向,必在日落之前相互携手、致意言和。因为正如在腹股沟肿胀时引发的发热并无大碍,但肿胀消除后热度若仍持续,便被视为病症且有更深的根源;兄弟之间在事情过去后便平息的分歧,属于事情本身,但若分歧迁延不去,事情不过是借口,其背后实有着险恶且深藏的病因。

语法注3 条
  1. 17ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις

    由动形容词 φυλακτέον ἐστί 所支配的施事与格。此处以“年龄”这一抽象概念借喻指代处于相应年龄段的兄弟们。

  2. 488aμελετῶντας

    阳性宾格复数分词,在非人称动词 δεῖ 引导的宾格不定式结构中,与不定式 διαμάχεσθαι 的逻辑主语(即兄弟们)保持一致,而非修饰前面的与格短语 τῇ... φιλονικίᾳ。

  3. 488cἂν δὲ παυσαμένου παραμένῃ

    παυσαμένου 是省略了逻辑主语的属格独立结构,其主语承接前文的名词 βουβών(腹股沟肿胀);παραμένῃ 的主语则为发热(πυρετός),意为“但肿胀消退后,若发热仍持续”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:17