← 普鲁塔克

论手足之爱

§16

抵御外人挑拨与化解年龄差异引起的嫌隙

作者告诫当防备外人与妻子的恶言挑拨,并阐述化解兄弟间因年龄差异而生嫌隙的准则,继而列举加图、伊壁鸠鲁、阿波罗尼奥斯及作者自身的友爱实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16

παρὰ πάντα δὲ ταῦτα1 φυλακτέον ἐστὶ κηδεστῶν καὶ οἰκείων καὶ γυναικὸς ἔστιν ὅτε τῇ φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δʼ οὐδεὶς πρόσεισιν οὐδʼ ἔχεις σεμνὸν οὐδέν. ἔχω μὲν οὖν ἂν φαίη τις εὖ φρονῶν ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ τὸ δαρεικόν, ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον ἕτεραι δʼ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἵ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δʼ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας· οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος2 μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον. θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δʼ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς,· δʼ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετʼ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπʼ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτʼ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται γοῦν, ὅτι μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι· καὶ ὁ Καιπίων ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν3 ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλʼ ὑπείδετο τὴν μαρτυρίαν. φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς τῶν ἀδελφῶν διʼ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ4 τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἥκιστα δʼ οἱ συνήθεις ὑμεῖς.

在这一切之外,人们必须防备姻亲、家人以及有时乘好胜之心挑拨是非的妻子的恶言恶语:“你的兄弟将一切席卷而去,受人敬仰与奉承,而你门庭冷落,毫无尊贵之物。”“然而我确实拥有,”一个头脑清醒的人定会回答,“一位名声显赫的兄弟,并且他的大半权势亦属于我。”因为苏格拉底曾说,他宁可结识大流士为友,也不愿得到一枚达里克金币;对于明晓事理的兄弟而言,一位身居官职、富有或者凭借言论力量赢得显赫声望的兄弟,其益处绝不亚于财富、权力和口才本身。然而,这等不平衡固然当以此种方式加以化解,但在未受教化的兄弟之间,因年龄差异又会立刻滋生出别的嫌隙。因为通常年长者自恃当始终统摄并引领年幼者,并在一切名望与权势上占据上风,因而显得沉重而令人生厌;年幼者则往往挣脱管束、胆大妄为,惯于轻视与怠慢长兄。由此,年幼者自认受到嫉恨与打压,因而逃避并反感规劝;年长者则时刻汲汲于优越地位,将年幼者的成长视作自身的颠覆而深感畏惧。因此,正如对于恩惠,人们认为领受者当视其为大,施与者当视其为小;同样,若有人劝导年长者莫将年龄差距视作大事,劝导年幼者莫将其视作小事,便能使双方摆脱傲慢与懈怠,以及受轻慢与轻慢人之祸。既然关怀、指引与规劝属于长兄的本分,而尊敬、效法与遵从属于幼弟的本分,那么长兄的关顾应当偏向同侪情谊而非家长做派,偏向说服而非发号施令,在庆贺成就与称赞嘉勉上不仅要比在犯错时的斥责与约束更加热切,也要更加宽厚;而幼弟的见贤思齐中应当包含效仿而非争胜。因为效仿出于由衷的敬佩,争胜却源于内心的嫉妒。因此,人们喜爱那些渴望与自己相像之人,却会压制并严待那些企图并驾齐驱之人。在年轻人理当归于年长者的诸多礼敬中,顺从最享盛誉,并能在庄重谦逊中结出深厚的情谊与退让相待的恩惠。加图亦是以此种方式,自幼便以顺从、温和与缄默侍奉年长的凯皮奥,及至成年,终究这般感化了兄长,并使兄长对他怀有如此深切的敬重,以致兄长若非加图知晓便既不行动亦不开口。至少有记载道:有一次凯皮奥在录有证词的木板上盖上印章后,后到的加图不肯加盖印章;凯皮奥索回木板,在探问弟弟究竟是何缘由不予信任反而怀疑该证词之前,便抹去了自己的印章。而伊壁鸠鲁的诸位兄弟对他亦显露出极大的敬重,这得益于他的善意与关顾,无论在其他事物上还是在他的哲学探索中他们都一同满怀热忱;即使他们自幼深信并宣称无人比伊壁鸠鲁更明智这一判断有所偏差,无论是令他们如此受感化的伊壁鸠鲁,还是如此受感化的兄弟们,都值得赞叹。不仅如此,在后世的哲学家中,漫步学派的阿波罗尼奥斯通过使自己的弟弟索提翁比自己更为显赫,驳斥了那种认为名望不可共享的言论。因为对我而言,虽然命运赐予了许多值得感激之物,但我兄弟梯蒙的情谊相比于其他一切过去是、现在也仍是首要的,凡与我稍有接触之人对此无人不知,而你们这些至交好友更是绝不陌生。

语法注4 条
  1. 16παρὰ πάντα δὲ ταῦτα

    介词 παρὰ 支配宾格,在此表示递进与添加(“在这一切之外”、“除了这一切”),而非表对立(“违反”)。

  2. 487bτοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος

    名词化的现在分词属格,充当比较级 προθυμότερον 与 φιλανθρωπότερον 的比较属格,与前半句中的中性分词短语 τὸ χαῖρον ... καὶ κατευφημοῦν 构成平行的对比关系。

  3. 487dτί παθὼν

    疑问代词 τί 与动词 πάσχω 的不定过去时分词 παθών 构成的成语性表达,字面义为“遭遇了何事”,在此引申为“究竟出于何种原因/因何变故”,用以探问意外或反常举动的缘由。

  4. 487eἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ

    倒装结构:充当主句动词 οὐδεὶς ἀγνοεῖ 宾语的 ὅτι 名词性从句被大幅度提前。句首的人称代词与格 ἐμοὶ 关涉全句,属格绝对结构 πολλῶν ... γεγονότων 带有让步意味(“尽管有诸多……发生”),介词短语 πρὸς ἅπαντα τἄλλα 则在此表示比较基准(“相较于其余一切”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:16