- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig. Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克劝告处于次席的兄弟当以手足的成功为荣而非心生嫉妒,并建议兄弟双方在不同领域追求荣名,以此避免竞争、促进彼此协作。
τῷ μὲν οὖν ὑπερέχοντι τοιαῦτά τις ἂν παραινέσειε· τῷ δὲ λειπομένῳ πάλιν ἐνθυμητέον, ὡς οὐχ εἷς οὐδὲ μόνος αὐτοῦ πλουσιώτερος ἢ λογιώτερος ἢ λαμπρότερος εἰς δόξαν ὁ ἀδελφός ἐστιν, ἀλλὰ πολλάκις πολλῶν ἀπολείπεται καὶ μυριάκις μυρίων "εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός. " εἴτε δὲ πᾶσι περινοστεῖ φθονῶν εἴτε μόνος αὐτὸν ἐν τοσούτοις εὐτυχοῦσιν ὁ φίλτατος ἀνιᾷ καὶ ὁ συγγενέστατος, ὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν,1 ὡς οὖν ὁ Μέτελλος ᾤετο δεῖν Ῥωμαίους τοῖς θεοῖς χάριν ἔχειν, ὅτι Σκιπίων ἐν ἑτέρᾳ πόλει τοιοῦτος ὢν οὐκ ἐγεννήθη οὕτως ἕκαστος εὐχέσθω μάλιστα μὲν αὐτὸς εὐπραξίᾳ διαφέρειν, εἰ δὲ μή, τὸν ἀδελφὸν αὐτοῦ τὴν ζηλουμένην ἔχειν ὑπεροχὴν καὶ δύναμιν. οἱ δʼ οὕτω πεφύκασιν ἀτυχεῖς πρὸς τὸ καλόν, ὥστε φίλοις μὲν ἐνδόξοις ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἂν ξένους ἡγεμονικοὺς καὶ πλουσίους ἔχωσι, τὰς δὲ τῶν ἀδελφῶν λαμπρότητας αὑτῶν ἀμαυρώσεις νομίζειν· καὶ πατέρων μὲν εὐτυχίαις ἐπαίρεσθαι καὶ στρατηγίαις προπάππων λεγομέναις, ὧν οὐδὲν ἀπέλαυσαν οὐδὲ μετέσχον, ἀδελφῶν δὲ κληρονομίαις καὶ ἀρχαῖς καὶ γάμοις ἐνδόξοις ἀθυμεῖν καὶ ταπεινοῦσθαι. καίτοι μάλιστα μὲν ἔδει μηδʼ ἄλλῳ φθονεῖν, εἰ δὲ μή, τρέπειν ἔξω καὶ πρὸς ἑτέρους ἀποχετεύειν τὸ βάσκανον, ὥσπερ οἱ τὰς στάσεις θύραζε τοῖς πολεμίοις περιιστάντες. "πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοὶ τʼ ἐπίκουροι· πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοί" φθονεῖν πεφύκασι καὶ ζηλοτυπεῖν.
那么,人们对于处于优越地位者便可提出这般的劝勉;反之,对于落后者而言,他亦当转而谨记:其兄弟绝非唯一且独自在财富、口才或声望上胜过他的人,相反,他往往落在许多人后面,甚至千百次地落在千百人之后,“只要我们是享用广袤大地果实之人”。若他四处奔波妒忌所有的人,或者在如此众多幸运之人中独独因最亲近、最挚爱的人而苦恼不堪,那么他便没有给别人留下更深重的厄运。因此,正如梅特鲁斯认为罗马人应当感激诸神,因为像西庇阿这样的人物没有出生在另一座城邦;同样,每个人都当祈愿,最善莫过于自己在顺遂繁荣上出类拔萃,若非如此,亦当祈愿自己的兄弟拥有那份令人艳羡的优越与权柄。然而人们对于美善之事天生如此不幸,以至于他们因显赫的友人而感到荣耀,若拥有身居高位且富有的异乡宾客便心高气傲,却把兄弟们的璀璨荣光视作对自身的遮蔽;他们因父辈的幸运和曾祖父们名声在外的将帅功勋而洋洋自得——尽管他们未曾从中享受到或分得任何好处——却因兄弟的继承、官职与显贵联姻而沮丧气馁、自轻自贱。然而,首要之务原是不应当妒忌任何人;若办不到,亦当将此等嫉恨怨毒转向外界,导向旁人,正如那些将内乱引向门外敌邦之人一般。“因我有众多特洛伊人与赫赫有名的盟军”,而“你亦有众多阿开奥斯人”,天生便适合予以嫉妒和猜忌。
ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου ταπεινούμενον αὐτόν, ἀλλʼ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας πολλαπλασιάζοντες καὶ πολλαπλασιαζόμενοι συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν2 μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες ἁμωσγέπως ἀλλήλοις, ὥσπερ ἐπίτηδες ἄνισοι γεγονότες καὶ τὸ συλληπτικὸν ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον ἔχοντες. οὕτω καὶ Κρατερὸς Ἀντιγόνου βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος ἐπὶ τὸ στρατηγεῖν καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ Σέλευκοι καὶ πάλιν Γρυποὶ καὶ Κυζικηνοὶ τὰ δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ τὴν Ἀσίαν ἐνέπλησαν. ἐπεὶ δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ τιμῇ, χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλʼ ἕτερον ἀφʼ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς ἀπὸ τῶν αὐτῶν τρεφομένοις, καὶ τῶν ἀθλητῶν οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης ἐνίκα δρόμῳ δʼ ὁ Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος πεποίηκεν ἀπὸ τῆς τοξικῆς εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις· "ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ." καὶ τῶν πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δʼ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις3 τόν τε φθόνον ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ πράττοντες·, ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι.
然而对待兄弟,切不可如天平的托盘一般朝反向倾斜,在对方升高时自己反倒沉降;而当如同数字中较小者乘上较大者且被较大者相乘一样,在善事中同时相互增长并一同得以增益。因为在手指之中,那不能书写或拨弹乐器、亦无此天资的手指,相比于能够从事此事的指头并没有处于劣势,反倒所有手指皆以某种方式彼此相随运转、协力合作,仿佛特意被造成参差不齐,并通过与最大、最强健的手指相对而拥有了抓握之力。同样,克拉特罗斯在安提柯称王时虽为其兄弟,卡山德罗的兄弟佩里拉奥斯亦是如此,皆自愿任职于统军与主理家政;相反,安条克们与塞琉古们,以及格鲁普斯们与居齐库斯们,不习于在兄弟面前居于次席,而是觊觎紫袍与王冠,致使自身与彼此饱受诸般灾祸,亦使亚洲遍遭灾难。鉴于在热衷求荣的性情中最易对名声与尊荣上占优者滋生嫉妒与猜忌,对此兄弟间最有益的做法便是不要从同一种途径获取荣名与权力,而是一人取自此处,另一人取自彼处。因为即便野兽之间,靠相同猎物维生者亦会彼此相斗,运动员中致力于同一种竞技者亦会互相敌对;然而拳击手与搏击手彼此友好,长跑者对摔跤手怀抱善意,且能一同焦心担忧、为对方倾力以赴;因此在廷达瑞俄斯的诸子中,波吕丢刻斯在拳击上夺冠,卡斯托耳则在奔跑中取胜。荷马亦极精当地描写透克洛斯凭借箭术享誉盛名,而其兄长则在重装步兵中居于魁首:“兄长便以闪亮的盾牌掩护着他”。在从政者中,统兵为将者对民众领袖并不甚嫉妒,演说家中法庭辩护者不嫉妒智者学者,医者中调理饮食者亦不嫉妒外科医师,反而互相引为臂助、彼此作证。然而企图从完全相同的技艺或才能中谋求显赫与瞩目,在卑劣之人当中,与两人爱上同一个女子而各自渴望占据上风、比对方更蒙恩宠毫无二致。因此,各自行走于不同道路之人彼此毫无补益,而从事不同生活方式之人既能避开嫉妒,又能更好地相互协作,正如德摩斯梯尼与卡雷斯,又如埃斯基涅斯与尤布鲁斯,以及绪珀里得斯与勒奥斯提尼斯那样,前者在公民大会上演说并起草法令,后者统领军队并付诸实行。由此,凡天生无法毫无嫉妒地共享名声与权势的兄弟,必须在志向与好胜心上尽可能地与对方拉开距离,以便通过彼此的成就为对方带来欣喜而非痛苦。
- 485dὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν
字面意为“未给他人留下更甚的厄运”。这是一句修辞性表达,意指某人若在芸芸众生中独独嫉妒最亲近的骨肉兄弟,自身便已陷入了不幸的顶峰,以至于旁人绝不可能比他更加悲惨不幸。
- 485eοὐδὲ γὰρ τῶν δακτύλων ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν
习语 ἔλαττον ἔχει 意为“处于劣势、蒙受不利”。句子的主语是带冠词的分词短语 ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν μηδὲ πεφυκώς(不能如此行亦无此天资的手指),与之相比的是比较属格 τοῦ γράφοντος ἢ ψάλλοντος(书写或弹奏的手指),整句意为“那不能书写弹奏的手指并不比能做这些的手指处于劣势”。
- 486cοἱ μὲν οὖν καθʼ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις
此处对比了“行走于不同道路之人”与“从事不同生活方式之人”。前者指涉那些在完全无关的领域各行其是、毫无交集与互助的人;后者则指从事互补性行业(如一人主政、一人领兵)的人,他们既避开了同业竞争的嫉妒,又能密切协作。
