← 普鲁塔克

论手足之爱

§12-13

克服兄弟间的不均与共享荣誉才能

本段将梭伦的均等观与柏拉图的共有思想相对比,指出面对天赋与际遇的必然差异,出众者应当谦逊处下并与兄弟共享名誉与才能,以化解嫉妒,并援引历史与神话事例加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12

ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικός, ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δʼ ἐν οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων παρῄνει τοῖς πολίταις, τὸ ἐμόν ἐξαιρεῖν καὶ τὸ οὐκ ἐμόν, εἰ δὲ μή, τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι,1 καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι. χρήσθω δὲ καὶ παραδείγμασιν ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα Λυδῶν πυνθανόμενον εἰ χρήματʼ ἔστιν αὐτῷ, διπλάσιʼ εἶπεν ἢ ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος. ἐπεὶ δʼ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι πολέμιον καθίσταται τοὔλασσον ἀλλʼ ἁπλῶς, ᾗ φησιν ὁ Πλάτων ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δʼ ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δʼ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις εὐθὺς ἀνίσως νέμουσι, τὰ δʼ ὕστερον αἱ τύχαι φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι παραινέσειεν ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτʼ ὄγκον ἐμφαίνειν τινὰ μήθʼ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν ἐπανισοῦν, ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος. ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε πρότερος τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ γενέσθαι καὶ τῆς θνητῶν μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι2 τῆς ἀθανασίας ἐκείνῳ. σοὶ δέ, φαίη τις ἄν, ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας· ὥσπερ Πλάτων τοὺς ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην.

梭伦在论及城邦政制时声称“均等不生内乱”,因其引入了算术的、民主的比例来取代优美的几何比例,因而显得过于迎合民粹;然而在家庭中劝勉兄弟之人,若能尽善尽美地像柏拉图劝勉公民那样屏弃“我的”与“非我的”,退而求其次亦当安于平等之份并紧守均等,便是在为融洽与和平奠定美好而牢固的根基。他亦当运用显赫的范例,例如吕底亚国王询问皮塔库斯是否有财产时,后者答道:“因兄弟去世,我所有的财富比我所希望的多了一倍。”而且,不仅在钱财的得失上较少者容易敌视较多者,正如柏拉图所言,大凡在不齐整中产生动荡,而在齐一中产生静止与恒定,因此一切不均等对于兄弟间的龃龉而言皆是危险的隐患;然而要在一切事情上变得平等齐一却是办不到的。因为某些差异是天性一开始便不平等地赋予的,另一些差异则是日后命运所带来的,从而滋生出嫉妒与猜忌——这些不仅对家庭而且对城邦都是致命的、最可耻的病患与灾星;对此亦必须加以防范,一旦萌生便须予以医治。因此,人们大可向出众者提出这般建议:首先,将其显得优越之处与兄弟们共享,以自身的名誉连带装点他们,并将他们引入自己的社交友谊之中;若辩才更胜一筹,便提供此种能力任其使用,视若其本人的能力一般;其次,不可显露任何浮夸与傲慢,反当以退让和谦抑的态度使自身的高迈免遭嫉妒,并以胸襟之谦逊尽可能地抹平际遇上的悬殊。譬如卢库鲁斯身为兄长,却不愿先于弟弟就任官职,而是放弃自己的时机以等待弟弟的时机成熟。波吕丢刻斯甚至不愿独自成神,宁愿与兄弟一起成为半神,并以分给兄弟永生为条件来分担凡人的运数。“而对你而言,幸运的人哪,”有人或会如此进言,“无须减损你所拥有的任何福分,你便能使兄弟获得同等荣耀并一同得着荣显,仿佛让他一同分享照耀着你的名声、德行或际遇的光彩一般”;正如柏拉图将自己的兄弟写入其最出色的著作中而使他们名垂青史:让格劳孔与阿得曼托斯出现在《理想国》中,让幼弟安提丰出现在《巴曼尼得斯篇》中。

§13

ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς ὕλης γεγονέναι, τὰς ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δʼ ἀδελφῶν ἐκ μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον δεινὸν εἰπεῖν πολυμαθῆ φιλάνθρωπον τὸν δʼ ἕτερον αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον ἀμαθῆ μισάνθρωπον ἀλλʼ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας, "ὡς ἀνʼ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων." ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἔχειν ἐν ἄλλοις, ἂν μὴ κολούῃ μηδʼ ἐπικρύπτῃ μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλʼ ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δʼ ὅλως οὐκ ἐάσει λαβεῖν γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν πράξεσι φιλικαῖς· συνελόντι δʼ εἰπεῖν,3 μηδενὸς ἀξιολόγου καὶ τιμὴν φέροντος ἔργου περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ χρώμενος παρόντι καὶ περιμένων ἀπόντα, καὶ ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ μᾶλλόν ἐστι δόξης καὶ δυνάμεως, οὐθὲν ἑαυτοῦ παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι.

此外,正如兄弟的天资与际遇中会产生种种不均等一样,其中一人在一切方面全面压倒另一人亦是不可能的。人们常说诸元素虽各具截然相反之性质却源自同一质料;然而对于出自同一母亲与父亲的兄弟二人而言,从未有人见过其中一人宛若斯多亚派的智者一般,集俊美、温雅、宽宏、尊贵、富有、能言、博学、仁爱于一身,而另一人却丑陋、乖戾、卑琐、屈辱、赤贫、拙于辞令、愚昧而又厌恶世人。正相反,即便在声名稍逊和地位卑微者身上,也往往以某种方式存有几分优雅、才能或对美善之事的悟性天赋,“正如在刺蒺藜与粗粝的芒柄花丛中,生出柔嫩的白紫罗兰花朵”。因此,若在其他方面看似占优之人不削减亦不掩盖兄弟的这些长处,不在万事争先中如赛会竞技般将兄弟排挤出一切桂冠之列,反倒轮流退让并显明对方在诸多方面更为卓越且更有裨益,那么他便能通过不断除去嫉妒的借口,如抽薪止沸般扑灭妒火,或者说根本不容其滋生与凝聚。而若有人在自己看似占优之事上亦始终将兄弟视作协作者与谋士——例如在诉讼中自己若长于辞令,在官职中自己若主理政务,在友朋交往中亦然——简而言之,不坐视其被排除在任何值得称道且带来荣光的事务之外,而是表明他是所有美善之事的同享者,在场时倚重他,不在时等待他,并且通盘展现出对方在实干才干上绝不下于自己、只是在名望与权力上更乐于礼让,这样的人便在毫无损于自身的情况下,赋予了兄弟莫大的助益。

语法注3 条
  1. 12τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι

    阴性形容词 ἴση 省略了诸如 μοῖραν 或 μερίδα(“份额”)一类的名词。此外,动词 ἀγαπάω 支配宾格(τὴν ἴσην,意为“安于、喜爱”),而中间态动词 περιέχομαι 则支配属格(τῆς ἴσης,意为“紧守、执着于”),体现了两者不同的支配格。

  2. 484eἐπὶ τῷ μεταδοῦναι

    介词 ἐπί 支配带中性单数与格定冠词的不定式(τῷ μεταδοῦναι),在此构成表示条件或约定的惯用结构,意为“以分享……为条件”。

  3. 485bσυνελόντι δʼ εἰπεῖν

    评判与格(分词 συνελόντι 作指涉与格)与表限定的不定式 εἰπεῖν 结合构成的惯用插入结构,意为“简而言之”或“扼要地说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg097.humanitext-grc2:12-13