- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿蒙尼乌斯发言后,众人将视线转向希腊本土,历数维奥蒂亚诸神谕所昔日的繁盛与当下的荒废,并将探讨神谕衰微的原因确定为谈话的主旨。
παυσαμένου δὲ τοῦ Ἀμμωνίου μᾶλλον ἔφην ἐγώ περὶ τοῦ μαντείου δίελθʼ ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ὑπομαραίνεσθαι. τοῦ δὲ Κλεομβρότου σιωπῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδέν ἔφη δεῖ περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυεῖν ἁπάντων ἔκλειψιν ὁρῶντας·1 ἀλλʼ ἐκεῖνο σκοπεῖν, διʼ ἣν αἰτίαν οὕτως ἐξησθένηκε. τὰ γὰρ ἄλλα τί δεῖ λέγειν, ὅπου τὴν Βοιωτίαν ἕνεκα χρηστηρίων πολύφωνον οὖσαν ἐν τοῖς πρότερον χρόνοις νῦν ἐπιλέλοιπε κομιδῇ καθάπερ νάματα, καὶ πολὺς ἐπέσχηκε μαντικῆς αὐχμὸς τὴν χώραν; οὐδαμοῦ γὰρ ἀλλαχόθι νῦν ἢ περὶ Λεβάδειαν ἡ Βοιωτία παρέχει τοῖς χρῄζουσιν ἀρύσασθαι μαντικῆς, τῶν δʼ ἄλλων τὰ μὲν σιγὴ τὰ δὲ παντελὴς ἐρημία κατέσχηκε. καίτοι γε περὶ τὰ Μηδικὰ μὲν εὐδοκίμησεν οὐχ ἧττον ἢ τὸ τοῦ Ἀμφιάρεω καὶ ἀπεπειράθη Μῦς ὡς ἔοικεν ἀμφοτέρων. ὁ μὲν οὖν τοῦ Πτῴου μαντείου προφήτης φωνῇ Αἰολίδι χρώμενος τὸ πρὸ τοῦ τότε τῇ τῶν βαρβάρων χρησμὸν ἐξήνεγκεν, ὥστε μηδένα ξυνεῖναι ἁγίων τῶν παρόντων ὃν ἐκεῖνον, ὡς τοῦ ἐνθουσιασμοῦ τι τοῖς βαρβάροις οὐκ ἔστιν οὐδὲ δέδοται φωνὴν Ἑλληνίδα λαβεῖν τὸ προσταττόμενον ὑπηρετοῦσαν. ὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα,2 πρῶτον μὲν ἀπὸ φωνῆς ἐκβάλλειν αὐτόν, ὡς τοῦ θεοῦ μὴ παριέντος, ἔπειτα ταῖς χερσὶν ὠθεῖν ἐπιμένοντος δέ, λίθον εὐμεγέθη λαβόντα τὴν κεφαλὴν πατάξαι. ταῦτα δʼ ἦν ὥσπερ ἀντίφωνα τῶν γενησομένων· ἡττήθη γὰρ ὁ Μαρδόνιος, οὐ βασιλέως ἀλλʼ ἐπιτρόπου καὶ διακόνου βασιλέως ἡγουμένου τῶν Ἑλλήνων, καὶ λίθῳ πληγεὶς ἔπεσεν, ὥσπερ ὁ Λυδὸς ἔδοξε πληγῆναι κατὰ τοὺς ὕπνους. ἤκμαζε δὲ τότε καὶ τὸ περὶ τὰς Τεγύρας χρηστήριον, ὅπου καὶ γενέσθαι τὸν θεὸν ἱστοροῦσι, καὶ ναμάτων δυεῖν παραρρεόντων τὸ μὲν Φοίνικα θάτερον δʼ Ἐλαίαν ἄχρι νῦν ὡς ἔνιοι λέγουσιν. ἐν μὲν οὖν τοῖς Μηδικοῖς Ἐχεκράτους προφητεύοντος, ἀνεῖλε νίκην καὶ κράτος πολέμου τοῖς Ἕλλησιν ὁ θεός· ἐν δὲ τῷ Πελοποννησιακῷ πολέμῳ Δηλίοις ἐκπεσοῦσι τῆς νήσου φασὶ χρησμὸν ἐκ Δελφῶν κομισθῆναι, προστάττοντα τὸν τόπον ἀνευρεῖν, ἐν ᾧ γέγονεν ὁ Ἀπόλλων, καὶ θυσίας τινὰς ἐκεῖ τελέσαι. θαυμαζόντων δὲ καὶ διαπορούντων, εἰ μὴ παρʼ αὐτοῖς ὁ θεὸς ἀλλʼ ἑτέρωθι γεγόνοι, τὴν Πυθίαν προσανελεῖν, ὅτι κορώνη φράσει τὸ χωρίον αὐτοῖς. ἀπιόντας οὖν ἐν Χαιρωνείᾳ γενέσθαι, καὶ τῆς πανδοκευτρίας ἀκοῦσαι πρός τινας ξένους βαδίζοντας εἰς Τεγύρας περὶ τοῦ χρηστηρίου διαλεγομένης· τῶν δὲ ξένων, ὡς ἀπῄεσαν, ἀσπαζομένων καὶ προσαγορευόντων τὴν ἄνθρωπον, ὅπερ ὠνομάζετο, Κορώνην, συνεῖναι τὸ λόγιον, καὶ θύσαντας ἐν ταῖς Τεγύραις τυχεῖν καθόδου μετʼ ὀλίγον χρόνον. γεγόνασι δὲ καὶ νεώτεραι τούτων ἐπιφάνειαι περὶ τὰ μαντεῖα ταῦτα, νῦν δʼ ἐκλέλοιπεν ὥστε τὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆς.3
在阿蒙尼乌斯结束发言后,我说道: “克勒翁布罗托斯啊,你倒不如向我们详细讲讲神谕所吧;因为彼处神明往昔的名声极其显赫,如今却似乎逐渐衰颓了。” 克勒翁布罗托斯沉默不语并低头俯视,德米特里乌斯便说道: “既然我们亲眼看到此地的神谕所日趋暗淡,或者更确切地说除了一两处之外全已断绝,就完全没有必要再去打听并困惑于那里的事情;相反,我们应当探讨这个问题:究竟由于何种原因,神谕才变得如此衰微。其他地方何须多提?在维奥蒂亚,往昔因神谕所林立而众声宣示,如今却如溪流般完全枯竭,一场浩大的占卜旱灾笼罩了整个国度。因为如今在维奥蒂亚,除了莱巴狄亚一带之外,再无他处能够为想要汲取神谕之人提供泉源;而在其余地方,有些已是一片沉寂,有些则已全然荒芜。然而,在希波战争期间,普托翁的神谕所之盛名绝不下于安菲阿拉俄斯神谕所,而且密斯看来对两者都做过求问试探。普托翁神谕所的先知以往一直使用埃奥利斯方言,那时却用蛮族的语言传达了神谕,以至于在场的圣职人员无一人能够听懂,仿佛神圣的灵感并不归蛮族所有,亦未被赋予使用希腊话语来效劳于所受指令的可能。而被派往安菲阿拉俄斯神谕所的奴仆,则在梦中见到一位神的仆从现身,起初用言语驱逐他,称神明不接纳他,接着用双手推搡他,当他仍旧坚持不走时,便拾起一块巨石砸中了他的头部。这些预兆仿佛是即将发生之事的回响:因为马多尼乌斯被击败时,统领希腊联军的并非一位国王,而是一位国王的摄政与仆从;并且他也是被巨石击中而毙命,正如那吕底亚人在梦中看似被击中那样。当时特吉拉一带的神谕所同样盛极一时,人们记载那便是神明降生之地,且有两股清泉在旁流淌,正如某些人所言,直到今日一股仍被称为腓尼克斯,另一股被称为埃莱亚。在希波战争期间,正值埃刻克拉忒斯担任先知,神明向希腊人宣告了战争的胜利与主权;而在伯罗奔尼撒战争期间,据说从德尔斐给被驱逐离岛的提洛人传来了一道神谕,命令他们寻访阿波罗诞生的地点,并在那里举行某些祭祀。当他们感到惊异,并困惑于神明是否并非诞生在他们那里而是诞生在别处时,皮托的女先知又补充回答说,一只乌鸦会将该地指示给他们。于是他们离去并抵达喀罗尼亚,听到客栈的女店主正同几位前往特吉拉的异乡旅人谈论那座神谕所;当旅人们离去时向那妇人道别,并呼唤她的本名‘科罗内’(乌鸦),提洛人立刻领悟了这道神谕,在特吉拉献祭后不久便得以返回故土。关于这些神谕所,后来也曾出现过比这些更切近的神迹显现,然而如今它们全已停息,因此在这位皮托神的身旁探讨这种转变的原因,乃是极其值得的。”
- 411eὁρῶντας
阳性宾格复数分词 ὁρῶντας 与受无人称动词 δεῖ 支配的不定式(πυνθάνεσθαι, διαπορεῖν)所隐含的宾格逻辑主语(如 ἡμᾶς)保持一致,而不是与潜在的与格代词一致。
- 412aὁ δὲ πεμφθεὶς εἰς Ἀμφιάρεω δοῦλος ἔδοξε κατὰ τοὺς ὕπνους ὑπηρέτην τοῦ θεοῦ φανέντα
破格句(anacoluthon):全句起初以主格主语 ὁ δοῦλος 与动词 ἔδοξε 构成人称句结构(“奴仆似乎……”),但在后续的不定式(ἐκβάλλειν, πατάξαι)前却引入了宾格成分 ὑπηρέτην τοῦ θεοῦ φανέντα 作为其逻辑主语,混入了无人称结构(ἔδοξε [τῷ δούλῳ] 加宾格加不定式)的用法。
- 412dτὴν αἰτίαν ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι τῆς μεταβολῆς
倒装离隔(hyperbaton):宾格名词 τὴν αἰτίαν 与从属于它的客观属格 τῆς μεταβολῆς(“转变的原因”)之间插入了述谓不定式短语 ἄξιον εἶναι παρὰ τῷ Πυθίῳ διαπορῆσαι,使得修饰成分被置于句末,与中心语隔开。
