← 普鲁塔克

论神谕的衰微

§6-7

犬儒派狄杜摩斯的愤激与神谕撤回的原因

叙述者一行在克尼多斯人会所与友人们会合并提出神谕衰微的论题,犬儒派哲人狄杜摩斯愤激地主张是人类的罪恶与不敬迫使神明撤走了神谕;叙述者则以阿波罗的仁慈相劝解,狄杜摩斯遂沉默离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

ἤδη δέ πως ἀπὸ τοῦ νεὼ προϊόντες ἐπὶ ταῖς θύραις τῆς Κνιδίων λέσχης ἐγεγόνειμεν παρελθόντες οὖν εἴσω, τοὺς φίλους πρὸς οὓς ἐβαδίζομεν ἑωρῶμεν καθημένους καὶ περιμένοντας ἡμᾶς· ἦν δὲ τῶν ἄλλων ἡσυχία διὰ τὴν ὥραν, ἀλειφομένων ἢ θεωμένων τοὺς ἀθλητάς. καὶ ὁ Δημήτριος διαμειδιάσας ψεύσομαι εἶπεν ἢ ἔτυμον ἐρέω;1 δοκεῖτέ μοι μηδὲν ἄξιον σκέμμα διὰ χειρῶν ἔχειν· ὁρῶ γὰρ ὑμᾶς ἀνειμένως σφόδρα καθημένους καὶ διακεχυμένους τοῖς προσώποις. ὑπολαβὼν οὖν ὁ Μεγαρεὺς Ἡρακλέων οὐ γὰρ ζητοῦμεν ἔφη τὸ βάλλω ῥῆμα πότερον λάμβδα κατὰ τὸν μέλλοντα χρόνον ἀπόλλυσιν, οὐδʼ ἀπὸ τίνων ἁπλῶν ὀνομάτων τὸ χεῖρον καὶ τὸ βέλτιον καὶ τὸ χείριστον καὶ τὸ βέλτιστον ἐσχημάτισται. ταῦτα γὰρ ἴσως καὶ τὰ τοιαῦτα συντείνει καὶ συνίστησι τὸ πρόσωπον· τὰ δʼ ἄλλʼ ἔξεστι τὰς ὀφρῦς κατὰ χώραν ἔχοντας φιλοσοφεῖν καὶ ζητεῖν, ἀτρέμα μὴ δεινὸν βλέποντας μηδὲ χαλεπαίνοντας τοῖς παροῦσιν δέξασθʼ οὖν ὁ Δημήτριος ἡμᾶς ἔφη καὶ μεθʼ ἡμῶν λόγον, ὃς δὴ προσπέπτωκεν ἡμῖν οἰκεῖος ὢν τοῦ τόπου καὶ διὰ τὸν θεὸν ἅπασι προσήκων· καὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες.2

我们不知不觉已从神殿前行,来到了克尼多斯人会所的门前;走入其中后,我们便看见正要去探访的朋友们正坐着等待我们。由于时辰的缘故,其他人大多十分安静,有的在涂抹橄榄油,有的在观看竞技者。德米特里乌斯微笑着说道: “我是该说句虚妄之辞, 还是直陈实情? 我看你们手中并未握有任何值得探讨的严肃论题;因为我见你们坐得极其闲散,脸上全是一副舒展轻松的神情。” 麦加拉人赫拉克勒翁接过话头说道: “因为我们探究的, 既不是投掷这个动词在将来时中是否会脱落一个字母拉姆达,也不是更差、更好以及最差、最好这几个词是从哪些单纯名词派生而来的。唯有这些以及类似的问题或许才会令人紧绷、紧蹙眉头;至于其他事情,人们完全可以泰然自若地保留眉宇原貌,平静地进行哲学思考与探索,既无须怒目而视,亦无须对同席之人面露愠色。” “那么就请接纳我们,”德米特里乌斯说道, “以及随我们而来的论题吧! 这论题恰好降临到我们面前,它契合此地的性质,并且因这位神明而与人人相关;可注意别在探讨时紧缩双眉啊。”

§7

ὡς οὖν ἀνεμίχθημεν διακαθεζόμενοι καὶ προύβαλεν εἰς μέσον ὁ Δημήτριος τὸν λόγον, εὐθὺς ἀναπηδήσας ὁ κυνικὸς Δίδυμος, ἐπίκλησιν Πλανητιάδης, καὶ τῇ βακτηρίᾳ δὶς ἢ τρὶς πατάξας ἀνεβόησεν ἰοὺ ἰού, δύσκριτον πρᾶγμα καὶ ζητήσεως δεόμενον πολλῆς ἥκετε κομίζοντες ἡμῖν. θαυμαστὸν γάρ ἐστιν, εἰ τοσαύτης κακίας ὑποκεχυμένης μὴ μόνον, ὡς προεῖπεν Ἡσίοδος, Αἰδὼς καὶ Νέμεσις τὸν ἀνθρώπινον βίον ἀπολελοίπασιν, ἀλλὰ καὶ πρόνοια θεῶν συσκευασαμένη τὰ χρηστήρια πανταχόθεν οἴχεται. τοὐναντίον δʼ ὑμῖν ἐγὼ προβάλλω διαπορῆσαι, πῶς οὐχὶ καὶ τότʼ ἀπείρηκεν οὐδʼ Ἡρακλῆς αὖθις ἤ τις ἄλλος θεῶν ὑπέσπακε τὸν τρίποδα καταπιμπλάμενον αἰσχρῶν καὶ ἀθέων ἐρωτημάτων, ἃ τῷ θεῷ προβάλλουσιν οἱ μὲν ὡς σοφιστοῦ διάπειραν λαμβάνοντες οἱ δὲ περὶ θησαυρῶν ἢ κληρονομιῶν ἢ γάμων παρανόμων διερωτῶντες· ὥστε κατὰ κράτος ἐξελέγχεσθαι τὸν Πυθαγόραν εἰπόντα βελτίστους ἑαυτῶν γίγνεσθαι τοὺς ἀνθρώπους, ὅταν πρὸς τοὺς θεοὺς βαδίζωσιν· οὕτως ἄρʼ ἃ καλῶς εἶχεν, ἀνθρώπου πρεσβυτέρου παρόντος, ἀρνεῖσθαι καὶ ἀποκρύπτειν νοσήματα τῆς ψυχῆς καὶ πάθη, ταῦτα γυμνὰ καὶ περιφανῆ κομίζουσιν ἐπὶ τὸν θεόν. ἔτι δʼ αὐτοῦ βουλομένου λέγειν, ὃ θʼ Ἡρακλέων ἐπελάβετο τοῦ τρίβωνος, κἀγὼ σχεδὸν ἁπάντων αὐτῷ συνηθέστατος ὤν παῦʼ ἔφην ὦ φίλε Πλανητιάδη, παροξύνων τὸν θεόν· εὐόργητος γάρ ἐστι καὶ πρᾶος "κατεκρίθη δὲ θνατοῖς ἀγανώτατος ἔμμεν "ὥς φησιν ὁ Πίνδαρος. καὶ εἴθʼ ἥλιός ἐστιν εἴτε κύριος ἡλίου καὶ πατὴρ καὶ ἐπέκεινα τοῦ ὁρατοῦ παντός, οὐκ εἰκὸς ἀπαξιοῦν φωνῆς τοὺς νῦν ἀνθρώπους, οἷς αἴτιός ἐστι γενέσεως καὶ τροφῆς καὶ τοῦ εἶναι καὶ φρονεῖν· οὐδʼ ἅμα τὴν πρόνοιαν, ὥσπερ εὐγνώμονα μητέρα καὶ χρηστήν, πάντα ποιοῦσαν ἡμῖν καὶ φυλάττουσαν ἐν μόνῃ μνησίκακον εἶναι τῇ μαντικῇ, καὶ ταύτην ἀφαιρεῖσθαι δοῦσαν ἐξ ἀρχῆς· ὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν,3 ὅτε πολλαχόθεν τῆς οἰκουμένης χρηστήρια καθειστήκει. δεῦρο δὴ πάλιν καθίσας καὶ πρὸς τὴν κακίαν, ἣν εἴωθας ἀεὶ τῷ λόγῳ κολάζειν, Πυθικὰς ἐκεχειρίας σπεισάμενος, ἑτέραν τινὰ μεθʼ ἡμῶν αἰτίαν ζήτει τῆς λεγομένης ἐκλείψεως τῶν χρηστηρίων. τὸν δὲ θεὸν εὐμενῆ φύλαττε καὶ ἀμήνιτον ἐγὼ μὲν οὖν ταῦτʼ εἰπὼν τοσοῦτο διεπραξάμην, ὅσον ἀπελθεῖν διὰ θυρῶν σιωπῇ τὸν Πλανητιάδην.

于是,当我们走入他们中间落座、德米特里乌斯将该论题公诸于众人之间时,犬儒派的狄杜摩斯(外号普拉内提阿得斯)立刻跳了起来,用手杖连敲两三下地面,高声喊道: “哎呀,哎呀!你们竟然带来了一个如此难以决断且需要大量探讨的问题给我们!世间弥漫着如此深重的罪恶,难道值得惊奇的竟是:不仅如赫西俄德所预言的那样,羞耻与报应抛弃了人类生活,甚至连诸神的眷顾也收拾起神谕所从各地退避而去?相反,我倒要向你们提出一个问题去深思:为何神谕在当时竟未断绝,为何赫拉克勒斯没有再次、或是某位别的神明没有抢走三脚祭坛——当它被各种可耻而不敬神的问题充塞之时?人们向神明抛出这些问题,有的像是考验智者般试探神明,有的则盘问关于宝藏、遗产或非法婚姻之事;以至于毕达哥拉斯所说的‘人在走向神明时处于自身最善的状态’被彻底驳倒。就这样,那些原本在年长者面前理应否认和隐蔽的灵魂疾病与欲念,他们竟赤裸裸、毫无遮掩地带到了神明面前!” 当他仍想继续说下去时,赫拉克勒翁拉住了他的粗斗篷,而我与他几乎最为亲熟,便说道: “停下吧, 亲爱的普拉内提阿得斯,别再激怒神明了;因为神性本是平和而宽仁的, 正如品达所说,‘他被断定是对凡人最为慈祥温和的’。 无论他是太阳,抑或是太阳的主宰与父、超越于整个可见世界之上的存在,神明既然是人类诞生、哺育、存在与心智的因由,断无理由认为如今的人类不配聆听其音声;神圣的眷顾如同体贴慈爱的母亲,为我们成就并看护一切,亦绝不可能唯独在神谕一事上怀怨报复,将最初赐予的恩典收回——仿佛在神谕所遍布文明世界各处的往昔,更多的人当中的恶人并不比现在更多似的。来吧,重新坐下,与你平日总用言辞痛斥的罪恶订立一场皮托休战,同我们一起为神谕所所谓的中断探寻某种别的缘由吧;请让神明保持仁慈与无怒。” 我说完这番话,所达到的效果仅仅是让普拉内提阿得斯默默无言地走出了大门。

语法注3 条
  1. 412eψεύσομαι ... ἢ ἔτυμον ἐρέω;

    化用了荷马《奥德赛》第4卷第140行海伦的诗句。在语法上采用将来时直陈语气或短元音助动词直陈/虚拟语气的拟议疑问句(deliberative question),作为一种幽默诙谐的发问发端(“我当说假话还是当讲真话?”)。

  2. 412eκαὶ ὅπως οὐ συνάξετε τὰς ὀφρῦς ἐπιχειροῦντες

    这是“ὅπως + 将来时直陈语气”构成的省略型劝诫/警告句式(省去了主句的动词如 ὁρᾶτε)。在此类否定句中通常使用 μή,此处却使用了否定词 οὐ,表明否定词与动词短语(紧缩双眉)紧密结合形成针对性否定,表达出“务必不可皱眉”的确定性告诫。

  3. 413dὥσπερ οὐχὶ καὶ τότε πλειόνων ὄντων ἐν πλείοσιν ἀνθρώπων πονηρῶν

    结构为 ὥσπερ οὐχί 引导属格绝对独立结构(πλειόνων ὄντων ... πονηρῶν)。在反驳中,它修辞性地否定了对方隐藏的荒谬预设(即“过去恶人更少”),意为“仿佛在那个时代,更多的人当中的恶人并不比现在更多似的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:6-7