← 普鲁塔克

论神谕的衰微

§4

阿蒙尼乌斯对年岁缩短说的天文学反驳

哲学家阿蒙尼乌斯驳斥了年岁变短的说法,论证若果真如此将导致全天运行、至点、日晷阴影、恒星位置及日月食等天文学现象产生巨大紊乱;他进而指出,香油消耗量的变化更应合理解释为气候条件或香油自身品质熟化与浓缩所致。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν,1 ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων,2 καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς γῆς σκιᾷ, τὰ δʼ ἄλλα δῆλα καὶ οὐδὲν δεῖ περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν. ἀλλὰ μήν ὁ Κλεόμβροτος ἔφη καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον.3 ὑπολαβὼν δʼ αὖθις ὁ Ἀμμώνιος εἶτα τοὺς ἄλλους ἀνθρώπους εἶπεν ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ τοῖς Ἀμμωνίοις ἀνασῴζειν4 καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν τὴν ὑπόθεσιν.

在场的哲学家阿蒙尼乌斯随即高声说道: “这话不仅是对太阳而言,更是对整个苍穹而言!因为必然的结果是,太阳从一个至点到另一个至点的运行路径在收缩,并不再像数学家们所说的那样保持在地平线上那般大的比例,而是变小了,因为南方界限不断向北方收缩;并且我们的夏季变得更短,气候也更为寒冷,因为太阳在更靠内的位置转向,并在至点处触及更大的纬线圈。此外,塞伊奈的日晷指针在夏至前后将不再显得没有影子,许多恒星也会潜入其下,更有一些恒星会彼此接触乃至相混,因为它们之间的距离已经消失了。如果他们反过来断言,在其他天体保持原状的情况下,唯独太阳在运行中失去了秩序,那么在如此众多的天体中,他们既无法说出唯独使太阳加速的原因,又会扰乱绝大多数天象,尤其是关于月亮的天象更是全盘紊乱,以至于根本不需要借助油的量度来证实这种差异。因为日食和月食就足以证明:太阳会更频繁地追及月亮,月亮也会更频繁地落入大地的阴影之中。其余的事情显而易见,实在无需再进一步揭露这种夸大之词了。” “然而,”克勒翁布罗托斯说: “那量具是我亲眼见过的。他们展示了许多量具,而今年这一具比起最古老的那些确实短缺了不少。” 阿蒙尼乌斯再次接过话头说道: “那么,在其他那些照料长明火并守护了所谓无穷年岁的人民那里,难道这件事反倒被忽略了吗?退一步说,就算有人设想所说的是真事,那么将原因归咎于大气的某种寒冷与潮湿——在这些条件下,火焰自然趋于衰弱,既无法控制也不需要大量燃料——或者相反归咎于干燥与炎热,难道不是更好吗?因为我早已听某些人谈起火焰:在冬季,火焰因寒冷而内敛凝实,凭借自身的力道燃烧得更为旺盛;但在旱季,它便衰弱无力,变得稀薄松散;若在阳光下燃烧,其效力更差,引燃燃料十分迟缓,消耗也更加缓慢。而人们尤其可以将原因归于油本身:古时的油由幼株所产,缺乏养分且含水过多,后来则产自成熟植株,经过充分熟化而变得浓郁,因而相同分量具有更强的效力、能够更好地供给燃料——这绝非不合情理,假如我们确实有必要为阿蒙人挽救这个假说的话,尽管它既反常又怪异。”

语法注4 条
  1. 4οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν

    承接前一节结尾克勒翁布罗托斯所言“让我们说(λέγωμεν)”的不定式表达。此处省略了表示必然或义务的动词(如 δεῖ),起独立不定式或承前补足的作用,意为“(我们应当)不仅对太阳说,更要对整个苍穹说”。

  2. 411aἀεὶ πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων

    属格绝对结构。实质化的中性复数 τῶν νοτίων(“南方界限/区域”)充当分词 λαμβανόντων 的逻辑主语,意为“因南方界限不断向北收缩”,用以说明天球上至点间距缩小的假想后果。

  3. 411bτὸ δʼ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον

    中性形容词名词化的 τὸ ἐπέτειον(“当年的量具”或“当年的测量值”)作主语。动词 ἀπέδει 为 ἀποδέω(“不及”、“短缺”)的未完成过去时第三人称单数,支配表示比较/分离属格的 τῶν παλαιοτάτων(“最古老的那些”),并由副词性宾格 οὐκ ὀλίγον(“不少地”)修饰。

  4. 411dεἰ δεῖ τοῖς Ἀμμωνίοις ἀνασῴζειν

    动词 ἀνασῴζειν 具有哲学/科学上的术语色彩,意为“拯救/维持(假说或现象)”(类似于 σῴζειν τὰ φαινόμενα)。与格 τοῖς Ἀμμωνίοις 为利益与格(“为了阿蒙人”),带有反讽或让步语气:“若我们真有必要为阿蒙人挽救这一假说的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:4