- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:48-49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
兰普里亚斯论证了神圣/理性原因与物理/质料原因对于一切生成皆不可或缺,将人类灵魂视作质料、喷发蒸汽视作乐器、代蒙视作调谐者,以此为占卜术辩护。他进而指出,通过向牺牲动物洒冷水或投喂食物以观察其颤动与反应的祭仪,完全契合这种将自然时机与神意征兆相结合的解释。
καθόλου γάρ, ὥς φημι, δύο πάσης γενέσεως αἰτίας ἐχούσης, οἱ μὲν σφόδρα παλαιοὶ θεολόγοι καὶ ποιηταὶ τῇ κρείττονι τὸν νοῦν προσέχειν εἵλοντο, τοῦτο δὴ τὸ κοινὸν ἐπιφθεγγόμενοι πᾶσι πράγμασι "Ζεὺς ἀρχὴ Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα πέλονται "ταῖς δʼ ἀναγκαίαις καὶ φυσικαῖς οὐκ ἔτι προσῄεσαν αἰτίαις. οἱ δὲ νεώτεροι τούτων καὶ φυσικοὶ προσαγορευόμενοι τοὐναντίον ἐκείνοις τῆς καλῆς καὶ θείας ἀποπλανηθέντες ἀρχῆς, ἐν σώμασι καὶ πάθεσι σωμάτων πληγαῖς τε καὶ μεταβολαῖς καὶ κράσεσι τίθενται τὸ σύμπαν. ὅθεν ἀμφοτέροις ὁ λόγος ἐνδεὴς τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν.1 ὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν2 καὶ τῷ κατὰ λόγον ποιοῦντι καὶ κινοῦντι προσλαβὼν ἀναγκαίως τὸ ὑποκείμενον καὶ πάσχον, ἀπολύεται καὶ ὑπὲρ ἡμῶν πᾶσαν ὑποψίαν καὶ διαβολήν. οὐ γὰρ ἄθεον ποιοῦμεν οὐδʼ ἄλογον τὴν μαντικήν, ὕλην μὲν αὐτῇ τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ δʼ ἐνθουσιαστικὸν πνεῦμα καὶ τὴν ἀναθυμίασιν οἷον ὄργανον ἢ πλῆκτρον ἀποδιδόντες· πρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ τὰς ἀναθυμιάσεις ὅ τε πᾶσαν ἐνδιδοὺς κράσεως τῇ γῇ καὶ μεταβολῆς δύναμιν ἥλιος νόμῳ πατέρων θεός ἐστιν ἡμῖν ἔπειτα δαίμονας ἐπιστάτας καὶ περιπόλους καὶ φύλακας οἷον ἁρμονίας τῆς κράσεως ταύτης τὰ μὲν ἀνιέντας ἐν καιρῷ τὰ δʼ ἐπιτείνοντας, καὶ τὸ ἄγαν ἐκστατικὸν αὐτῆς καὶ ταρακτικὸν ἀφαιροῦντας τὸ δὲ κινητικὸν ἀλύπως καὶ ἀβλαβῶς τοῖς χρωμένοις καταμιγνύντας ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν.3
因为总括而言,正如我所主张的,既然万物的生成皆有两个原因,那些极古老的神学家与诗人们便选择专注于更为优越的一个,对万事万物皆诵念那句众所周知的箴言: “宙斯乃始,宙斯居中,万物皆自宙斯而成,”而不再着手于必然的与自然的原因。然而比他们年轻的那些被称为自然哲学家的人,却与他们背道而驰,偏离了优美而神圣的本原,将一切寄于物体、物体的受动、撞击、变化与混合之中。因此,这两派的理论都缺乏应有之义,一方不知或忽略了“藉由何物”与“由谁而成”,另一方则忽视了“出于何物”与“由何手段”。但正是那位首先公开触及这两者、必然地将承受与受动的基底附加于依理性而运作并推动之物的人,也为我们洗刷了一切嫌疑与诽谤。因为当我们把人的灵魂指派为其质料,而把神感之气与喷发之蒸汽视作某种乐器或拨片时,并未使占卜术成为无神或无理性的事物;因为首先,产生蒸汽的大地,以及赋予大地混合与变化之全部能力的太阳,依先祖之法制本就是我们的神;其次,若我们将代蒙设定为统领、巡回者以及这混合之可谓和谐的守卫者,使他们依时机缓释某些力量而张紧另一些,除却其过度狂乱与震撼的部分,而对使用它的人毫无痛苦与伤害地将推动之力调入其中,我们便不会被认为做出了任何不合逻辑或不可能之事。
οὐδέ γε προθυόμενοι καὶ καταστέφοντες ἱερεῖα καὶ κατασπένδοντες ἐναντία τῷ λόγῳ τούτῳ πράττομεν. οἱ γὰρ ἱερεῖς καὶ ὅσιοι θύειν φασὶ τὸ ἱερεῖον καὶ κατασπένδειν καὶ τὴν κίνησιν αὐτοῦ καὶ τὸν τρόμον ἀποθεωρεῖν, ἑτέρου τίνος τοῦτο σημεῖον ἢ τοῦ θεμιστεύειν τὸν θεὸν λαμβάνοντες; δεῖ γὰρ τὸ θύσιμον τῷ τε σώματι καὶ τῇ ψυχῇ καθαρὸν εἶναι καὶ ἀσινὲς καὶ ἀδιάφθορον. μήνυτρα μὲν οὖν τῶν περὶ τὸ σῶμα κατιδεῖν οὐ πάνυ χαλεπόν ἐστι; τὴν δὲ ψυχὴν δοκιμάζουσι, τοῖς μὲν ταύροις ἄλφιτα τοῖς δὲ κάπροις ἐρεβίνθους παρατιθέντες· τὸ γὰρ μὴ γευσάμενον ὑγιαίνειν οὐκ οἴονται. τὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον.4 ἐγὼ δέ, κἂν ᾖ βέβαιον ὅτι σημεῖόν ἐστι τοῦ θεμιστεύειν τὸ σείσασθαι καὶ τοῦ μὴ θεμιστεύειν τοὐναντίον, οὐχ ὁρῶ τί συμβαίνει δυσχερὲς ἀπʼ αὐτοῦ τοῖς εἰρημένοις. πᾶσα γὰρ δύναμις ὃ πέφυκε σὺν καιρῷ βέλτιον ἢ χεῖρον ἀποδίδωσι τοῦ δὲ καιροῦ διαφεύγοντος ἡμᾶς, σημεῖα διδόναι τὸν θεὸν εἰκός ἐστιν.
再者,我们在奉献前祭、为牺牲加冠、浇泼奠水时,亦绝未行违背此种论理之事。因为祭司与司圣者皆言,他们宰杀牺牲、倾注奠水并察看其动作与颤抖,难道不是将此视为神明将降神谕而非其他任何事情的征兆吗?因为牺牲之物在身体与灵魂两方面皆须纯洁、无残损且无败坏。有关身体的征象并不难辨识;但他们检验其灵魂时,则在公牛面前摆放大麦面粉,在野猪面前摆放鹰嘴豆,因为他们认为未尝食者便是不健康的。而冷水则检验山羊,因为他们说,面对浇泼而麻木不动者绝非灵魂处于自然状态的表现。但依我之见,纵然颤动确为降下神谕的征象,反之不动则为不降神谕的征象,我也看不出由此会对上述论点产生何种抵触。因为任何潜能皆伴随时机而依其天性表现得较好或较差;而当时机逃逸于我们感知之外时,神明赐予征兆本就是理所当然的。
- 436eἀμφοτέροις ὁ λόγος ἐνδεὴς τοῦ προσήκοντός ἐστι, τοῖς μὲν τὸ διʼ οὗ καὶ ὑφʼ οὗ τοῖς δὲ τὸ ἐξ ὧν καὶ διʼ ὧν ἀγνοοῦσιν ἢ παραλείπουσιν
属于“部分与全体同格”(schema καθʼ ὅλον καὶ μέρος)结构。主句中的与格代词 ἀμφοτέροις(“对双方而言”)被分置的同格成分 τοῖς μὲν ... τοῖς δὲ ... 具体展开,现在分词 ἀγνοοῦσιν ἢ παραλείπουσιν(“由于他们不知或忽略……”)以与格与之一致。在逻辑上,τοῖς μὲν 指代忽略动力因和目的因的自然哲学家,τοῖς δὲ 则指代忽略质料与手段的古老神学家。
- 436eὁ δὲ πρῶτος ἐκφανῶς ἁψάμενος ἀμφοῖν
主语 ὁ δὲ πρῶτος 承接前一节的内容,指代柏拉图,作主动词 ἀπολύεται(关身态,“免除/洗刷”)的主语。属格双数 ἀμφοῖν(“两者”)由分词 ἁψάμενος 支配,指代前文所述的两类原因(神圣理性因与物质必然因)。
- 436eπρῶτον μὲν γὰρ ἡ γεννήσασα γῆ ... ἔπειτα δαίμονας ... ἀπολείποντες, οὐδὲν ἄλογον ποιεῖν οὐδʼ ἀδύνατον δόξομεν
由 πρῶτον μὲν ... ἔπειτα ... 构成的对应结构,但带有破格(anacoluthon)现象。前半句为独立陈述句(γῆ ... ἥλιος ... θεός ἐστιν ἡμῖν),后半句则转为主格复数分词短语 ἀπολείποντες(“若设定/保留……”),支配宾语 δαίμονας 及其宾语补足语,修饰主句谓语动词 δόξομεν 的主语(“我们将被认为……”)。
- 437bτὴν δʼ αἶγα διελέγχειν τὸ ψυχρὸν ὕδωρ· οὐ γὰρ εἶναι ψυχῆς κατὰ φύσιν ἐχούσης τὸ πρὸς τὴν κατάσπεισιν ἀπαθὲς καὶ ἀκίνητον
不定式间接引语结构,承接前文的 οἱ γὰρ ἱερεῖς ... φασί(“祭司们说……”)。前半句中 τὸ ψυχρὸν ὕδωρ 作不定式 διελέγχειν 的逻辑主语(宾格),τὴν δʼ αἶγα 为其直接宾语。后半句 οὐ γὰρ εἶναι ψυχῆς... 为特征属格(genitive of characteristic),意为“对浇水麻木不动绝非处于自然状态的灵魂所当有”。
