← 普鲁塔克

论神谕的衰微

§47

柏拉图的双重原因说与对神性的辩护

兰普里亚斯针对其物理阐释会破坏神圣信仰的指责作出回应,通过援引柏拉图关于目的因(神与理性)和质料因(必然与物质)的区别,以及手工艺与感官感知的类比进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47

κἀγὼ πρὸς αὐτὸν ἐμὲ δʼ εἶπον οὐ κεκίνηκεν ὦ Φίλιππε μόνον ἀλλὰ καὶ συγκέχυκεν, εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ1 παρʼ ἡλικίαν τῷ πιθανῷ τοῦ λόγου καλλωπιζόμενος ἀναιρεῖν τι καὶ κινεῖν τῶν ἀληθῶς καὶ ὁσίως περὶ τοῦ θείου νενομισμένων. ἀπολογήσομαι δὲ μάρτυρα καὶ σύνδικον ὁμοῦ Πλάτωνα παραστησάμενος. ἐκεῖνος γὰρ ἀνὴρ Ἀναξαγόραν μὲν ἐμέμψατο τὸν παλαιόν, ὅτι ταῖς φυσικαῖς ἄγαν ἐνδεδεμένος αἰτίαις καὶ τὸ κατʼ ἀνάγκην τοῖς τῶν σωμάτων ἀποτελούμενον πάθεσι μετιὼν ἀεὶ καὶ διώκων, τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ,2 βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς, ἀφῆκεν αὐτὸς δὲ πρῶτος ἢ μάλιστα τῶν φιλοσόφων ἀμφοτέρας ἐπεξῆλθε, τῷ μὲν θεῷ τὴν ἀρχὴν ἀποδιδοὺς τῶν κατὰ λόγον ἐχόντων, οὐκ ἀποστερῶν δὲ τὴν ὕλην τῶν ἀναγκαίων πρὸς τὸ γιγνόμενον αἰτιῶν, ἀλλὰ συνορῶν, ὅτι τῇδέ πη καὶ τὸ πᾶν αἰσθητὸν διακεκοσμημένον οὐ καθαρὸν δʼ οὐδʼ ἀμιγές ἐστιν, ἀλλὰ τῆς ὕλης συμπλεκομένης τῷ λόγῳ λαμβάνει τὴν γένεσιν. ὅρα δὲ πρῶτον ἐπὶ τῶν τεχνιτῶν· οἷον εὐθὺς ἡ περιβόητος ἐνταῦθα τοῦ κρατῆρος ἕδρα καὶ βάσις, ἣν Ἡρόδοτος ὑποκρητηρίδιον ὠνόμασεν, αἰτίας μὲν ἔσχε τὰς ὑλικάς, πῦρ καὶ σίδηρον καὶ μάλαξιν διὰ πυρὸς καὶ διʼ ὕδατος βαφήν, ὧν ἄνευ γενέσθαι τὸ ἔργον οὐδεμία μηχανή· τὴν δὲ κυριωτέραν ἀρχὴν καὶ ταῦτα κινοῦσαν καὶ διὰ τούτων ἐνεργοῦσαν ἡ τέχνη καὶ ὁ λόγος τῷ ἔργῳ παρέσχε. καὶ μὴν τῶν γε μιμημάτων τούτων καὶ εἰδώλων ὁ ποιητὴς καὶ δημιουργὸς ἐπιγέγραπται "γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱὸς περθομέναν Ἰλίου ἀκρόπολιν" ὡς ὁρᾶται γράψας· ἄνευ δὲ φαρμάκων συντριβέντων καὶ συμφθαρέντων ἀλλήλοις οὐδὲν ἦν οἷόν τε τοιαύτην διάθεσιν λαβεῖν καὶ ὄψιν. ἆρʼ οὖν ὁ βουλόμενος ἅπτεσθαι τῆς ὑλικῆς ἀρχῆς, ζητῶν δὲ καὶ διδάσκων τὰ παθήματα καὶ τὰς μεταβολάς, ἃς ὤχρᾳ μιχθεῖσα σινωπὶς ἴσχει καὶ μέλανι μηλιάς, ἀφαιρεῖται τὴν τοῦ τεχνίτου δόξαν· ὁ δὲ τοῦ σιδήρου τὴν στόμωσιν ἐπεξιὼν καὶ τὴν μάλαξιν, ὅτι τῷ μὲν πυρὶ χαλασθεὶς ἐνδίδωσι καὶ ὑπείκει τοῖς ἐλαύνουσι καὶ πλήττουσιν, ἐμπεσὼν δὲ πάλιν εἰς ὕδωρ ἀκραιφνὲς καὶ τῇ ψυχρότητι διὰ τὴν ὑπὸ πυρὸς ἐγγενομένην ἁπαλότητα καὶ μανότητα πιληθεὶς καὶ καταπυκνωθείς, εὐτονίαν ἴσχει καὶ πῆξιν, ἣν Ὅμηρος σιδήρου κράτος εἶπεν, ἧττόν τι τῷ τεχνίτῃ τηρεῖ τὴν αἰτίαν τῆς τοῦ ἔργου γενέσεως; ἐγὼ μὲν οὐκ οἴομαι καὶ γὰρ τῶν ἰατρικῶν δυνάμεων ἔνιοι τὰς ποιότητας ἐλέγχουσι, τὴν δʼ ἰατρικὴν οὐκ ἀναιροῦσιν. ὥσπερ ἀμέλει καὶ Πλάτων ὁρᾶν μὲν ἡμᾶς τῇ παρὰ τῶν ὀφθαλμῶν συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς,3 ἀκούειν δὲ τῇ πληγῇ τοῦ ἀέρος ἀποφαινόμενος, οὐκ ἀνῄρει τὸ κατὰ λόγον καὶ πρόνοιαν ὁρατικοὺς καὶ ἀκουστικοὺς γεγονέναι.

我于是对他说:“腓力,如果由于在诸位这般人数众多且名望卓著的人面前,我显得不顾年齿、因言辞的动听而沾沾自喜,从而废除或动摇了人们关于神圣事物真正且虔敬所持有的观念,这不仅触动了我,更使我深感惶恐。但我将引柏拉图同时作为我的证人与辩护人来为自己申辩。因为那位智者曾责难古时的阿那克萨哥拉,因其过度拘泥于自然的原因,一味追究并搜寻物体受动时出于必然所成就的事物,却舍弃了‘为何目的’与‘由谁而成’这两个更为优越的原因与本原;而他自己则是哲学家中首位或者最深入探究了这两者的人,他既将合乎理性的事物的本原归于神,又未曾剥夺质料作为事物生成所必需的原因,而是明察到:可感知的全宇宙虽也大抵以这种方式得到整饬,却并非纯粹无染之物,而是质料与理性交织在一起方才获得生成的。且先看工匠的例子:例如就在此地那名闻遐迩的混酒缸底座与支架,希罗多德称之为缸托者,其质料原因有火与铁,以及经火的软化与经水的淬火,若无这些则绝无任何可能成就此项造物;但艺术与理性为这件作品提供了更为关键的、推动这些并借由这些而起作用的本原。再者,对于此处的这些摹作与画像,其作者与创作者被题写为: ‘萨索斯人、阿格拉奥丰之子波利格诺托斯 画下了被攻陷的伊利昂城堡’, 正如眼见他所画的那样;然而若无相互研磨、彼此调和的颜料,绝不可能获得如此的布局与外观。那么,希望探讨质料本原、研究并阐明西诺珀红土与赭石混合、或米洛斯白土与黑颜料混合时所经历的受动与变异的人,难道会剥夺工匠的荣誉吗?而探讨铁的淬硬与软化——说明铁如何经火缓解而在锤击锻打者面前顺服屈让,继而再次投入净水,由于火所造成的柔韧与疏松而受冷气压实致密,从而获得荷马所称的‘铁之力’这般刚劲与凝固——的人,难道在某种程度上就不把造物生成的起因留给工匠了吗?我绝不这般认为;因为有人考订药物力量的性质,却并未废除医术。正如柏拉图断言我们看见是由于自眼眸发出的光线与太阳之光相融,我们听见是由于空气的撞击,他却并未因此否定我们乃是依照理性与造化眷顾而成为具有视觉与听觉的存在。”

语法注3 条
  1. 47εἰ ἐν τοσούτοις καὶ τηλικούτοις οὖσιν ὑμῖν δοκῶ

    接在表示情感的动词(此处为 συγκέχυκεν)之后的 εἰ 从句,用作表示困惑或忧虑的原因从句(在事实认定上相当于 ὅτι)。

  2. 47τὸ οὗ ἕνεκα καὶ ὑφʼ οὗ

    带冠词的介词短语,作为哲学专门术语名词化表达“目的因(为了何者)”与“动力因(由何者)”,由后置的分词短语 βελτίονας αἰτίας οὔσας καὶ ἀρχάς 作为同位语修饰补充。

  3. 436dτῇ παρὰ τῶν ὀφθαλμῶν συγκεραννυμένῃ πρὸς τὸ τοῦ ἡλίου φῶς

    阴性单数与格的冠词及分词短语,省去了被修饰的名词(αὐγῇ 或 ὄψει);用作表示视觉方式的工具与格,暗指柏拉图《蒂迈欧篇》中“眼目发出的光线与日光相合而生视觉”的理论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:47