- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:50-52
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者论述了神谕蒸汽与皮提亚本人的身心混合状态会随时间波动,并以最近一位在不适宜状态下被强行求谕而狂乱致死的女祭司为例,说明灵感之力的有限性,从而总结全篇讨论。
οἴομαι μὲν οὖν μήτε τὴν ἀναθυμίασιν ὡσαύτως ἔχειν ἀεὶ διὰ παντός, ἀνέσεις δέ τινας ἴσχειν καὶ πάλιν σφοδρότητας· ᾧ δὲ τεκμηρίῳ χρῶμαι, μάρτυρας ἔχω καὶ ξένους πολλοὺς καὶ τοὺς θεραπεύοντας τὸ ἱερὸν ἅπαντας. ὁ γὰρ οἶκος, ἐν ᾧ τοὺς χρωμένους τῷ θεῷ καθίζουσιν, οὔτε πολλάκις οὔτε τεταγμένως ἀλλʼ ὡς ἔτυχε διὰ χρόνων εὐωδίας ἀναπίμπλαται καὶ πνεύματος, οἵας ἂν τὰ ἥδιστα καὶ πολυτελέστατα τῶν μύρων ἀποφορὰς ὥσπερ ἐκ πηγῆς τοῦ ἀδύτου προσβάλλοντος·1 ἐξανθεῖν γὰρ εἰκὸς ὑπὸ θερμότητος ἤ τινος ἄλλης ἐγγιγνομένης δυνάμεως. εἰ δὲ τοῦτο μὴ δοκεῖ πιθανόν, ἀλλά γε τὴν Πυθίαν αὐτὴν ἐν πάθεσι καὶ διαφοραῖς ἄλλοτʼ ἄλλαις ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς ἴσχειν, ᾧ πλησιάζει τὸ πνεῦμα, καὶ μὴ μίαν ἀεὶ κρᾶσιν ὥσπερ ἁρμονίαν ἀμετάβολον ἐν παντὶ καιρῷ διαφυλάττειν, ὁμολογήσετε. πολλαὶ μὲν γὰρ αἰσθομένης πλείονες δʼ ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις·2 ὧν ἀναπιμπλαμένην οὐκ ἄμεινον ἐκεῖ βαδίζειν οὐδὲ παρέχειν ἑαυτὴν τῷ θεῷ μὴ παντάπασι καθαρὰν οὖσαν ὥσπερ ὄργανον ἐξηρτυμένον καὶ εὐηχές, ἀλλʼ ἐμπαθῆ καὶ ἀκατάστατον. οὔτε γὰρ ὁ οἶνος ὡσαύτως ἀεὶ τὸν μεθυστικὸν οὔθʼ ὁ αὐλὸς τὸν ἐνθουσιαστικὸν ὁμοίως διατίθησιν, ἀλλὰ νῦν μὲν ἧττον οἱ αὐτοὶ νῦν δὲ μᾶλλον ἐκβακχεύονται καὶ παροινοῦσι, τῆς κράσεως ἐν αὐτοῖς ἑτέρας γενομένης. μάλιστα δὲ τὸ φανταστικὸν ἔοικε τῆς ψυχῆς ὑπὸ τοῦ σώματος ἀλλοιουμένου κρατεῖσθαι καὶ συμμεταβάλλειν, ὡς δῆλόν ἐστιν ἀπὸ τῶν ὀνείρων· ποτὲ μὲν γὰρ ἐν πολλαῖς γιγνόμεθα καὶ παντοδαπαῖς ἐνυπνίων ὄψεσι, ποτὲ δʼ αὖ πάλιν πᾶσα γίγνεται γαλήνη καὶ ἡσυχία τῶν τοιούτων. καὶ Κλέωνα μὲν ἴσμεν αὐτοὶ τὸν ἐκ Δαυλίας τοῦτον ἐν πολλοῖς ἔτεσιν οἷς βεβίωκε φάσκοντα μηδὲν ἰδεῖν πώποτʼ ἐνύπνιον τῶν δὲ πρεσβυτέρων ταὐτὸ τοῦτο λέγεται περὶ Θρασυμήδους τοῦ Ἡραιέως. αἰτία δʼ ἡ κρᾶσις τοῦ σώματος, ὥσπερ αὖ πάλιν ἡ τῶν μελαγχολικῶν πολυόνειρος καὶ πολυφάνταστος, καὶ δοκεῖ τὸ εὐθυόνειρον αὐτοῖς ὑπάρχειν· ἐπʼ ἄλλα γὰρ ἄλλοτε τῷ φανταστικῷ τρεπόμενοι, καθάπερ οἱ πολλὰ βάλλοντες, ἐπιτυγχάνουσι πολλάκις.
因此依我之见,喷发的蒸汽并非始终如一地保持不变,而是时有缓和,时而又转为强烈。至于我所引用的证据,我有许多外邦宾客以及全体侍奉圣所之人作为见证。因为安置求问神谕者就座的殿堂,并非频繁亦非按固定周期,而是在经历一段时期后机缘巧合地充满芬芳与气息,如同最甘甜、最珍贵的香膏散发的馨香一般,宛若从内殿的泉源中喷涌而出;因为这很可能是由于热量或内部产生的某种其他力量而发散出来的。即使这看起来不足为信,但你们至少会同意,皮提亚本人的灵魂中与神气接近的那一部分,在不同时刻亦承受着不同的感受与差异,并非在所有时刻都始终保持单一的混合状态,如同永不改变的谐调一般。因为不仅有许多她能感知到的困扰与冲动,更有更多隐而不显的困扰与冲动会侵袭其肉体并潜入其灵魂;当她充满这些状态时,前往神殿或将自己奉献给神明并不是一件好事,因为此时她并非如同一件调谐完好、音色优美的乐器那般全然纯洁,而是陷入情感扰动与动荡不安之中。因为酒既非总以同样的方式使嗜酒者迷醉,笛声亦非以同样的方式使狂热者陶醉,即便是相同的人,随着他们体内的混合状态发生变化,有时狂欢与醉酒程度较轻,有时则更为剧烈。而灵魂的表象能力似乎尤其受制于肉体的变质,并随之共同改变,这从梦境中便显而易见;因为有时我们身陷繁复多样的梦中幻象,有时却又彻底平静,毫无此类现象。我们自己便知道来自道利斯的这位克里昂,他自称在度过的许多岁月里从未做过任何梦;而在古人中,关于埃拉亚的特拉苏墨得斯亦有同样的传闻。其原因便在于肉体的混合状态;反之,忧郁质之人的混合状态则多梦且多幻觉,而且他们似乎常能做出灵验的梦;因为他们的表象能力随时转向不同的事物,就像射箭频繁的人一样,常常能够命中。
ὅταν οὖν ἁρμοστῶς ἔχῃ πρὸς τὴν τοῦ πνεύματος ὥσπερ φαρμάκου κρᾶσιν ἡ φανταστικὴ καὶ μαντικὴ δύναμις, ἐν τοῖς προφητεύουσιν ἀνάγκη γίγνεσθαι τὸν ἐνθουσιασμὸν ὅταν δὲ μὴ οὕτως, μὴ γίγνεσθαι, ἢ γίγνεσθαι παράφορον καὶ οὐκ ἀκέραιον καὶ ταρακτικόν, ὥσπερ ἴσμεν ἐπὶ τῆς ἔναγχος ἀποθανούσης Πυθίας. θεοπρόπων γὰρ ἀπὸ ξένης παραγενομένων, λέγεται τὰς πρώτας κατασπείσεις ἀκίνητον ὑπομεῖναι καὶ ἀπαθὲς τὸ ἱερεῖον· ὑπερβαλλομένων δὲ φιλοτιμίᾳ τῶν ἱερέων καὶ προσλιπαρούντων, μόλις ὕπομβρον γενόμενον καὶ κατακλυσθὲν ἐνδοῦναι. τί οὖν συνέβη περὶ τὴν Πυθίαν; κατέβη μὲν εἰς τὸ μαντεῖον ὥς φασιν ἄκουσα καὶ ἀπρόθυμος, εὐθὺς δὲ περὶ τὰς πρώτας ἀποκρίσεις ἦν καταφανὴς τῇ τραχύτητι τῆς φωνῆς οὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης,3 ἀλάλου καὶ κακοῦ πνεύματος οὖσα πλήρης· τέλος δὲ παντάπασιν ἐκταραχθεῖσα καὶ μετὰ κραυγῆς φοβερᾶς φερομένη πρὸς τὴν ἔξοδον ἔρριψεν ἑαυτήν, ὥστε φυγεῖν μὴ μόνον τοὺς θεοπρόπους ἀλλὰ καὶ τὸν προφήτην Νίκανδρον καὶ τοὺς παρόντας τῶν ὁσίων. ἀνείλοντο μέντοι μετὰ μικρὸν αὐτὴν εἰσελθόντες ἔμφρονα καὶ διεβίωσεν ὀλίγας ἡμέρας. τούτων ἕνεκα καὶ συνουσίας ἁγνὸν τὸ σῶμα καὶ τὸν βίον ὅλως ἀνεπίμικτον ἀλλοδαπαῖς ὁμιλίαις καὶ ἄθικτον φυλάττουσι τῆς Πυθίας, καὶ πρὸ τοῦ χρηστηρίου τὰ σημεῖα λαμβάνουσιν, οἰόμενοι τῷ θεῷ κατάδηλον εἶναι, πότε τὴν πρόσφορον ἔχουσα κρᾶσιν καὶ διάθεσιν ἀβλαβῶς ὑπομενεῖ τὸν ἐνθουσιασμόν, οὔτε γὰρ πάντας οὔτε τοὺς αὐτοὺς ἀεὶ διατίθησιν ὡσαύτως ἡ τοῦ πνεύματος δύναμις, ἀλλʼ ὑπέκκαυμα παρέχει καὶ ἀρχὴν ὥσπερ εἴρηται τοῖς πρὸς τὸ παθεῖν καὶ μεταβαλεῖν οἰκείως ἔχουσιν. ἔστι δὲ θεία μὲν ὄντως καὶ δαιμόνιος, οὐ μὴν ἀνέκλειπτος οὐδʼ ἄφθαρτος οὐδʼ ἀγήρως καὶ διαρκὴς εἰς τὸν ἄπειρον χρόνον ὑφʼ οὗ πάντα κάμνει τὰ μεταξὺ γῆς καὶ σελήνης κατὰ τὸν ἡμέτερον λόγον. εἰσὶ δʼ οἱ καὶ τὰ ἐπάνω φάσκοντες οὐχ ὑπομένειν, ἀλλʼ ἀπαυδῶντα πρὸς τὸ ἀίδιον καὶ ἄπειρον ὀξέσι χρῆσθαι μεταβολαῖς καὶ παλιγγενεσίαις.
因此,当表象与预言的能力与如同药物般的神气的混合状态相调和时,在预言者身上必然产生神感;而当情况并非如此时,神感便不会产生,抑或变得狂乱、不纯且纷乱动荡,正如我们所知在最近去世的那位皮提亚身上所发生的事一样。因为当外国的求谕使节到来时,据说牺牲之兽在最初浇泼奠水时麻木不动、毫无反应;而祭司们出于好胜心强行坚持不休,牺牲之兽被水淹没湿透后才勉强顺从。那么,皮提亚身上究竟发生了什么呢?据说她极其不情愿、毫无兴致地下到神谕所中,而就在最初给出应答时,便从其粗厉的声音中明显看出她如同在风浪中受催逼的船只般支撑不住,浑身充斥着喑哑而险恶的气息;最终她彻底狂乱,伴随着可怕的尖叫奔向出口并摔倒在地,以致不仅使节们逃散,连先知尼坎德以及在场的圣职者们也都四散逃离。然而不久后他们走进去,将神志清醒的她扶起,她仅苟延残喘了数日便死去了。正因如此,人们才使皮提亚的身体远离交合而保持圣洁,使其一生完全不与外人往来、不受沾染,并在求问神谕前观察征兆,深信神明洞悉她何时具有相宜的混合与体质,能够不受伤害地承受神感。因为神气的能力既不是对所有人、也不是对同一个人始终产生相同的影响,而是正如前述,仅对那些适于受动与变化的人提供引火物与开端。这种力量虽确为神圣与代蒙性的,然而绝非永不衰竭,亦非不朽、不老,并非能永存于无限的时间之中——依照我们的理论,在无限的时间之下,大地与月亮之间的一切事物皆会衰亡。甚至有人断言,连〔月亮〕之上的事物亦不能永存,面对永恒与无限,它们亦会力竭而经历急剧的转变与重生。
ταῦτʼ ἔφην ἐγώ πολλάκις ἀνασκέπτεσθαι καὶ ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν,4 ὡς ἔχοντα πολλὰς ἀντιλήψεις καὶ ὑπονοίας πρὸς τοὐναντίον, ἃς ὁ καιρὸς οὐ παρέχει πάσας ἐπεξελθεῖν ὥστε καὶ ταῦθʼ ὑπερκείσθω καὶ ἃ Φίλιππος διαπορεῖ περὶ ἡλίου καὶ Ἀπόλλωνος.
“这些事情,”我说道,“我促请你们与我自己皆当反复深思,因为对此存在许多反驳与相反的疑虑,而当下的时机并不允许我们将它们逐一穷尽;因此,且将这些问题,连同菲利普关于太阳与阿波罗的疑惑,一并留待日后再议。”
- 437dτοῦ ἀδύτου προσβάλλοντος
属格独立结构。τοῦ ἀδύτου 作其逻辑主语,现在分词 προσβάλλοντος 作及物用法,意为“散发、放出”,支配前述宾格名词 ἀποφοράς(气味、散发物),其间插入了比喻性副词短语 ὥσπερ ἐκ πηγῆς(宛如从泉源中)。
- 437dπολλαὶ μὲν γὰρ αἰσθομένης πλείονες δʼ ἄδηλοι τό τε σῶμα καταλαμβάνουσι καὶ τὴν ψυχὴν ὑπορρέουσι δυσχέρειαι καὶ κινήσεις
全句的主语为后置的 δυσχέρειαι καὶ κινήσεις(困扰与冲动)。αἰσθομένης 为指代皮提亚的阴性单数属格分词,可理解为省略代词的情况属格独立结构(“即使在她觉察到时”),与后文的 ἄδηλοι(未被觉察的)形成对比。
- 438bοὐκ ἀναφέρουσα δίκην νεὼς ἐπειγομένης
ἀναφέρω 此处作不及物用法,带有航海术语中“(在风浪中)昂起船首、恢复平稳”或“缓过气来、支撑住”之意。与比喻短语 δίκην νεὼς ἐπειγομένης(如同被狂风暴浪紧迫催逼的船只)相呼应,形象地描绘了皮提亚在凶险暴烈之气的冲击下无法招架、难以自持的惨状。
- 438dταῦτʼ ἔφην ἐγώ πολλάκις ἀνασκέπτεσθαι καὶ ὑμᾶς παρακαλῶ καὶ ἐμαυτόν
倒装句结构(hyperbaton),其中 ἔφην ἐγώ(我说)为插入句。全句的核心骨架为 παρακαλῶ καὶ ὑμᾶς καὶ ἐμαυτὸν πολλάκις ἀνασκέπτεσθαι ταῦτα(“我劝勉你们和我自己,当对这些事情屡加反思”);指示代词 ταῦτα 被置于句首以示强调,与不定式 ἀνασκέπτεσθαι 及主要动词 παρακαλῶ 之间产生了语序倒置。
