← 普鲁塔克

论神谕的衰微

§45-46

莫普索斯神谕的轶事与对自然原因说的质疑

德米特里乌斯讲述了基利家总督用封印蜡板测试莫普索斯神谕真伪的奇事。随后安莫尼乌斯提出质疑,指出若将预言归结为自然的蒸气与偶发因素,便无法解释神谕所的宗教仪式与神的眷顾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45

καὶ ὁ Δημήτριος οὐκ οἶδʼ ἔγωγε τά γε νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς πολεμίων κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι1 τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.

德米特里乌斯随即说道:“至于目前的情况,我本人一无所知;因为正如你们所知,我客居异乡已有极长的时间了。但在我在场之时,莫普索斯的神谕所和安菲洛科斯的神谕所都依然盛极一时。而且在莫普索斯神谕所亲历的一桩极具奇迹性的事情,我尚能道来。因为基利家的总督本人对神圣之事仍将信将疑——我想这是出于不信的懦弱,因为在其他方面他骄横而卑劣——他身边围绕着若干所谓体面且通晓自然哲学的伊壁鸠鲁派学者,正如他们自己所言,惯于嘲弄此类事物;于是他派遣了一名获释奴隶,将其打扮得如同派往敌方的密探,手持一块密封的蜡板,其上写有提问,无人知晓。那人按照惯例在神殿中守夜过夜,睡下之后,次日便汇报了这样一个梦境:他觉得有一个美男子立于他身旁,仅仅说出了这一句:‘黑的’,便再无他言,随即消失无踪。这在我们看来十分怪异,并引起了极大困惑;但那位总督却大为惊骇并俯身膜拜,打开蜡板向众人展示了上面所写的提问:‘我当向你献祭白公牛还是黑公牛?’以致连那些伊壁鸠鲁派学者也羞愧狼狈,而他本人不仅举行了祭祀,并终身敬奉莫普索斯。”

§46

ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος ἔχει μέν ἔφη καὶ Φίλιππος, ὦ Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων· ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ2 νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, ὅσῳ μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον Εὐριπίδης, "ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά." πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ τῇ μεγίστῃ γαστρὶ δαιμόνων ἡμεῖς δὲ καὶ θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις,3 εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι αἰτίαν τὴν πλείστην ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν τε πτοῆται τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ εἶπε τὸν Λαμπρίαν βούλομαι διαλεχθῆναι περιμενεῖς δέ;ʼ πάνυ μὲν οὖν ὁ Φίλιππος ἔφη καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.

德米特里乌斯说罢便沉默下来;而我想要为这番论辩作一个总结,便再度回望同席而坐的腓力与安莫尼乌斯。见他们似乎想讨论些什么,我便再次停了下来。安莫尼乌斯说道:“兰普里亚斯,关于方才所言之事,腓力确实亦有话要说;因为他同大众一样,也认为阿波罗并非另一位神祇,而是与太阳同一。但我的困惑更大,所关涉的亦是更重大之事。因为刚才我们不知怎的,竟在论辩中向那把预言能力断然从神祇驱逐给精灵之说让了步;而如今依我看,我们似乎又要通过将预言的本原——或者说正是其实质与能力——分解为气息、水汽与蒸气,从而把这些精灵自身也从神谕所和三脚鼎前驱赶驱逐出去。因为上述这些调和、热度与淬砺,其引开我们对神之信仰的程度有多大,强加于我们的那种对起因的推论也就有多大,正如欧里庇得斯笔下的独眼巨人所运用的推论一样: ‘然而大地出于必然,无论情愿与否, 孕生青草以肥我羊群。’ 只不过那独眼巨人宣称自己不向众神献祭,而是献给自己和 ‘众神灵中最大之胃口’; 可我们为何在神谕所既献祭又祈祷,究竟是着了什么魔?——假若灵魂本身携带着预言的能力,而拨动这一能力的不过是某种空气或气息的调和。再者,对祭牲泼洒奠祭所为何意?若非祭牲在浇奠时从蹄尖至全身颤动发抖,便不予宣告神谕,这又是为何?因为像在其他祭祀中那样仅晃动头部是不够的,必须所有部位一同产生震荡与抽动,并伴有战栗的声响;因为若是未曾发生此事,人们便说神谕所不作启示,亦不引领皮提亚进入。然而,对于将主要起因归于神或精灵的人而言,行这些事并如此坚信是合情合理的;但按照你的说法,则毫无道理。因为那蒸气无论祭牲颤抖与否,只要在场就会引发神发状态,不仅对于皮提亚的灵魂,纵使触及寻常之躯,亦会同样施加影响。由此,单单起用一位妇人司掌神谕,且因终生保持其纯洁无瑕而给她增添麻烦,便成了可笑之事。因为德尔斐人所言最初跌入并让人感知该地能力的那位科雷塔斯,我想与其他的牧山羊人或牧羊人并无不同——倘若此事确实不像我本人所认为的那样是神话和虚妄捏造的话。并且考虑到这座神谕所在战争中、城邦建立中、瘟疫中以及作物歉收时,为希腊人带来了何等巨大的福祉,我认为不将其发现与起源归于神与造化眷顾,反而归于机缘与偶发之物,乃是极不应当的。”他说:“针对这些问题,我想请兰普里亚斯来作一番辨析;你会留步聆听吗?”“当然,”腓力说道,“在座的所有人亦然;因为这番话触动了我们所有人。”

语法注3 条
  1. 434eἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι

    非人称动词 ἔδοξεν 与与格代词 αὑτῷ(他自己)连用,后接不定式结构,其中宾格短语 ἄνθρωπον... καλὸν ἐπιστάντα 作不定式 φθέγξασθαι 及其后的 οἴχεσθαι 的逻辑主语,意为“在他看来,仿佛一位美男子立于其旁并开口……”。

  2. 435aτῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ

    分词 ἀποδιοπομπουμένῳ 与与格短语 τῷ λόγῳ 性数格一致,作修饰成分(“向那把预言能力断然从神祇驱逐/转嫁给精灵的论辩让步”)。动词 ἀποδιοπομποῦμαι 本义指“通过禳解仪式驱逐厄运/神怪”,此处形象地形容将预言职能从诸神领域中彻底打发走。

  3. 435bτί παθόντες ἐπὶ τοῖς χρηστηρίοις

    疑问代词 τί 与 πάσχω 的不定过去时分词 παθόντες 构成常见的习惯用法(τί παθών / τί παθόντες),意为“受了什么蛊惑/究竟处于何种由头/着了什么魔(竟然做某事)”。此处修饰主句动词 θύομεν καὶ προσευχόμεθα,有力地质问:若自然气化物之说成立,人们在神谕所献祭祈祷又成何体统。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:45-46