← 普鲁塔克

论神谕的衰微

§1-3

关于阿蒙神殿长明灯与年岁变动的辩论

在引述关于大地中心的德尔斐神话及埃庇米尼得斯的神谕之后,文章讲述了文法学家德米特里乌斯与游历者克勒翁布罗托斯在德尔斐相聚,并围绕阿蒙神殿长明灯耗油量减少及年岁缩短的说法,就能否见微知著、由微小征兆推导重大天文学结论展开辩论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν1 "οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὐδὲ θαλάσσης εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος." ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου παλαιοῦ καθάπερ ζωγραφήματος ἁφῇ διαπειρώμενον.

泰伦提乌斯·普里斯库斯啊,人们在神话中传说,有几只鹰或天鹅从大地的极边飞向中心,在皮托汇聚于所谓的“脐石”附近。后来,淮斯托斯的埃庇米尼得斯在神前查证这一神话,得到一条晦涩而模棱两可的神谕,说道: “因为大地或海洋并无居中的脐石; 若真有,也是诸神洞见,而凡人不可见的。” 因此,神明理所当然地击退了他,因为他试图用触摸来检验古老的神话,宛如检验一幅绘画。

§2

ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα, τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.

在卡利斯特拉图斯任执政官的那届皮提亚竞技会前不久,恰逢两位神圣之人从人居世界的相反两端来到德尔斐与我们相会:一位是文法学家德米特里乌斯,正从不列颠返回家乡塔尔苏斯;另一位是斯巴达人克勒翁布罗托斯,他在埃及和穴居人之地游历甚广,并远航至红海彼岸。他远航并非为了经商,而是因为他是一个热爱游览与学习的人,且家境充裕,不认为拥有超过所需之物具有多大价值,便把闲暇用于此类探寻,收集历史见闻作为哲学的质料,而正如他自己所称,这哲学的最终目的是神学。他最近刚去过阿蒙神殿,显然对那里的其他事物并不十分惊异,却转述了一则祭司们所说的、值得认真对待的关于长明灯的说法:每年所消耗的香油越来越少,他们以此作为年岁长短不等的证据,即后一年在时间上总是比前一年更短;因为在更短的时间里,所消耗的必定更少,这也是合情理的。

§3

θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον ἐξ ὄνυχος τὸν λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος οὐδέν ἔφη τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας.2 τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς οὐ μικρὸν ἀποδείκνυτε πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ Ὁμήρῳ ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι φησὶν οὔτι νέον οὐδʼ ὀλίγον,ʼ ὡς τοῦ ὀφέλλεσθαι τὸ αὔξεσθαι δηλοῦντος.3 αὖθις δὲ τὴν νύκτα θοήν εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν, οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν πρὸς αὐτούς, εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.

在场众人皆感诧异,德米特里乌斯更称,从微小之事中去搜寻如此重大的结论是可笑的,这不是按阿尔卡埃乌斯所说“由爪画狮”,而是用一根灯芯和一盏油灯就几乎移动了整个苍穹,并将数学(天文学)彻底颠覆。克勒翁布罗托斯则说: “这些话丝毫不会扰乱那些祭司。他们在精确度上绝不会输给数学家,因为他们认为,时间在相距如此遥远的运行和周期中逃脱那些数学家的把握,远比油的度量逃脱他们自己的把握更有可能,毕竟他们因其反常而始终关注并监视着这一奇异现象。德米特里乌斯啊,若不允许微小之事成为伟大之事的征兆,将会阻碍许多技艺;因为这样一来,许多事物的证明将被剥夺,许多事物的预言也将化为乌有。然而,你们文法学家也证明过非同小可的事:仅仅因为在荷马那里碰见他提到‘剃刀’,就论证英雄们用剃刀刮净身体;又因为他某处说‘债务增加,绝非新欠亦非微小’,便以‘增加’意味着增长为由,论证他们曾放贷收息。再者,当荷马称夜晚为‘迅捷’时,你们便满心欢喜地紧抓这个词不放,声称指的正是大地的阴影因由球体产生而呈圆锥形。医学根据蜘蛛的大量出现预示瘟疫之夏,又在春天无花果嫩叶长得犹如乌鸦之足时做出预示,在那些认为微小之事不能成为伟大之事征兆的人中,有谁会允许这些呢?又有谁能容忍太阳的大小是参照一斛和一合水来测量的,或是这里日晷平板与水平面构成的锐角倾角,竟被称作恒见极从地平线升起的高度的度量呢?因为这些正是在那里的先知们口中所能听闻之事。因此,如果我们希望按照祖制维持太阳那既定的秩序不可逾越,就让我们对他们说些别的话吧。”

语法注3 条
  1. 409eὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν

    此处延续了由句首 μυθολογοῦσιν 所统辖的带不定式结构(宾格加不定式),不定式 εἰπεῖν 的逻辑主语是宾格 τὸν Φαίστιον Ἐπιμενίδην。分词 ἐλέγχοντα 与 λαβόντα 则与该宾格主语一致,表示伴随情况或时间先后。

  2. 410cὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας

    由 ὡς 引出的分词结构带有 ἄν,在间接引语中表示推测的潜在语气。阳性单数宾格分词 διαφυγόντα 与其主语 τὸν χρόνον 一致,而 ἐκείνους(天文学家们)则是其宾语(即“时间更容易逃脱他们的把握”)。在 ἤ 引出的后半对照结构中,主语是 τὸ μέτρον τοῦ ἐλαίου,宾语是 αὐτούς(祭司们),分词 προσέχοντας 与 παραφυλάττοντας 与宾语 αὐτούς 一致修饰。

  3. 410dὡς τοῦ ὀφέλλεσθαι τὸ αὔξεσθαι δηλοῦντος

    由 ὡς 引导的属格独立结构,表示文法学者们所持的主观理由或解释(“以……为由”)。中性名词化不定式 τοῦ ὀφέλλεσθαι 是分词 δηλοῦντος 的主语,另一个名词化不定式 τὸ αὔξεσθαι 则是其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:1-3