← 普鲁塔克

论神谕的衰微

§38-39

灵魂本具的预言能力与精灵的作用

德米特里乌斯与阿摩尼奥斯敦促众人重新探讨神谕衰退背后的精灵本性与预言能力,兰普里亚斯随之论述道:寄居肉身的凡人灵魂同样本具预言能力,它与保留过去的记忆力相对称,只是受到肉身的遮蔽。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38

ἐμοῦ δὲ ταῦτʼ εἰπόντος, ὁ Δημήτριος ὀρθῶς ἔφη Λαμπρίας παραινεῖ. πολλαῖς γὰρ οἱ θεοὶ μορφαῖς οὐ σοφισμάτων ὡς Εὐριπίδης φησίν, ἀλλὰ πραγμάτων σφάλλουσιν ἡμᾶς, ὅταν ὡς ἐπιστάμενοι τολμῶμεν ἀποφαίνεσθαι περὶ τηλικούτων. ἀλλʼ ἀνοιστέος ὁ λόγος, ὡς ὁ αὐτὸς ἀνήρ φησιν, ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν. τὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν,1 ἕτερον λόγον ἐγείρει τὸν περὶ τῆς αἰτίας μείζονα καὶ δυνάμεως, ᾗ χρώμενοι ποιοῦσι κατόχους τοῖς ἐνθουσιασμοῖς καὶ φαντασιαστικοὺς τοὺς προφήτας καὶ τὰς προφήτιδας. οὐ γὰρ οἷόν τε τὴν ἔκλειψιν αἰτιᾶσθαι τοῦ ἀπαυδᾶν τὰ μαντεῖα, μὴ πεισθέντας2 ὃν τρόπον ἐφεστῶτες αὐτοῖς καὶ παρόντες ἐνεργὰ καὶ λόγια ποιοῦσιν οἱ δαίμονες. ὑπολαβὼν δʼ ὁ Ἀμμώνιος οἴει γὰρ ἕτερόν τι τοὺς δαίμονας εἶπεν ἢ ψυχὰς ὄντας περιπολεῖν καθʼ Ἡσίοδον ἠέρα ἑσσαμένους;ʼ ἐμοὶ μὲν γάρ, ἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς ψυχὴν ἐνεσκευασμένην σῶμα3 τῷ παρόντι βίῳ πρόσφορον. οὐδὲν οὖν ἄλογον οὐδὲ θαυμαστόν, εἰ ψυχαὶ ψυχαῖς ἐντυγχάνουσαι φαντασίας ἐμποιοῦσι τοῦ μέλλοντος, ὥσπερ ἡμεῖς ἀλλήλοις οὐ πάντα διὰ φωνῆς ἀλλὰ καὶ γράμμασι καὶ θιγόντες μόνον καὶ προσβλέψαντες πολλὰ καὶ μηνύομεν τῶν γεγονότων καὶ τῶν ἐσομένων προσημαίνομεν. εἰ μή τι σὺ λέγεις ἕτερον, ὦ Λαμπρία· καὶ γὰρ ἔναγχος ἧκέ τις φωνὴ πρὸς ἡμᾶς, ὡς σοῦ πολλὰ περὶ τούτων ἐν Λεβαδείᾳ ξένοις διαλεχθέντος, ὧν οὐδὲν ὁ διηγούμενος ἀκριβῶς διεμνημόνευσε. μὴ θαυμάσῃς ἔφην ἐγώ, πολλαὶ γὰρ ἅμα πράξεις διὰ μέσου καὶ ἀσχολίαι συντυγχάνουσαι διὰ τὸ μαντεῖον εἶναι καὶ θυσίαν, τοὺς λόγους διεσπαρμένους ἡμῖν καὶ σποράδας ἐποίησαν ἀλλὰ νῦν ὁ Ἀμμώνιος ἔφη καὶ σχολὴν ἄγοντας ἀκροατὰς ἔχεις καὶ προθύμους τὰ μὲν ζητεῖν τὰ δὲ μανθάνειν, ἔριδος ἐκποδὼν οὔσης καὶ φιλονεικίας ἁπάσης. συγγνώμης δὲ παντὶ λόγῳ καὶ παρρησίας ὡς ὁρᾷς δεδομένης.

我这番话说完之后,德米特里乌斯说:“兰普里亚斯的规劝很对。因为诸神并非如欧里庇得斯所言以‘诡辩的’,而是以实情的‘诸多形式使我们倾覆跌倒’,当我们竟敢像知晓似地对如此重大的事情妄加断言的时候。然而正如那同一位诗人所说,论述必须被引回到最初的前提上来。因为方才所说的,精灵们离弃神谕所致使其如同匠人的工具般闲置无声,激起了关于原因与能力的另一场更重大的讨论——他们究竟凭藉何种能力,使男女神官沉醉于神灵附体并产生预见的意象。因为在我们尚未信服精灵们以何种方式掌管并临在于神谕所使其发挥效力并传布神谕之前,便不可能将神谕的中断归咎于神灵的退隐。” 阿摩尼奥斯接着说道:“那么你认为,精灵除了是依照赫西俄德所说的‘披覆着云雾’四处巡游的灵魂之外,还能是什么呢?因为在我看来,一个常人与扮演悲剧或喜剧的演员之间的差别,似乎正如同一个灵魂与穿戴了适合今世生活的肉身的灵魂之间的差别一样。因此,倘若灵魂与灵魂相遇,便将未来的景象印入其中,这绝非不合逻辑或令人惊异之事;正如我们彼此之间并非全凭声音,也通过文字、仅凭触碰和顾盼,便能传达许多过去的事件并预示将要发生的事情一样。除非你持有不同的见解,兰普里亚斯;因为前不久有传言到我们耳中,说你在莱巴德亚曾与外邦人详尽探讨过这些事情,只是转述之人未能准确地记住任何细节。” “请勿见怪,”我说,“因为当时正逢求问神谕和献祭,其间穿插了许多事务与纷扰,使得我们的交谈变得零散而支离破碎。” “但是现在,”阿摩尼奥斯说,“你面前的听众既有闲暇,又热切地想要探究一些事情并学习另一些事情,所有的争执与好胜心皆已摒除;正如你所见,宽容与言论自由已被赋予每一个论点。”

§39

ταῦτα δὴ καὶ τῶν ἄλλων συμπαρακαλούντων, μικρὸν ἐγὼ σιωπήσας καὶ μὴν ἀπὸ τύχης τινός, ὦ Ἀμμώνιε, τοῖς τότε λόγοις αὐτὸς ἀρχήν τινα καὶ πάροδον ἐνδέδωκας. εἰ γὰρ αἱ διακριθεῖσαι σώματος ἢ μὴ μετασχοῦσαι τὸ παράπαν ψυχαὶ δαίμονές εἰσι κατὰ σὲ καὶ τὸν θεῖον Ἡσίοδον "ἁγνοὶ ἐπιχθόνιοι φύλακες θνητῶν ἀνθρώπων "διὰ τί τὰς ἐν τοῖς σώμασι ψυχὰς ἐκείνης τῆς δυνάμεως ἀποστεροῦμεν, ᾗ τὰ μέλλοντα καὶ προγιγνώσκειν πεφύκασι καὶ προδηλοῦν οἱ δαίμονες; οὔτε γὰρ δύναμιν οὔτε μέρος οὐδὲν ἐπιγίγνεσθαι ταῖς ψυχαῖς, ὅταν ἀπολίπωσι τὸ σῶμα, μὴ κεκτημέναις πρότερον εἰκός ἐστιν· ἀλλʼ ἀεὶ μὲν ἔχειν ἔχειν δὲ φαυλότερα τῷ σώματι μεμιγμένας, καὶ τὰ μὲν ὅλως ἄδηλα καὶ κεκρυμμένα τὰ δʼ ἀσθενῆ καὶ ἀμαυρὰ καὶ τοῖς διʼ ὁμίχλης ὁρῶσιν ἢ κινουμένοις ἐν ὑγρῷ παραπλησίως δύσεργα καὶ βραδέα, καὶ πολλὴν ποθοῦντα θεραπείαν τοῦ οἰκείου καὶ ἀνάληψιν ἀφαίρεσιν δὲ καὶ κάθαρσιν τοῦ καλύπτοντος. ὥσπερ γὰρ ὁ ἥλιος οὐχ ὅταν διαφύγῃ τὰ νέφη γίγνεται λαμπρός, ἀλλʼ ἔστι μὲν ἀεὶ φαίνεται δʼ ἡμῖν ἐν ὁμίχλῃ δυσφαὴς καὶ ἀμαυρός· οὕτως ἡ ψυχὴ τὴν μαντικὴν οὐκ ἐπικτᾶται δύναμιν ἐκβᾶσα τοῦ σώματος ὥσπερ νέφους, ἀλλʼ ἔχουσα καὶ νῦν τυφλοῦται διὰ τὴν πρὸς τὸ θνητὸν ἀνάμιξιν αὐτῆς καὶ σύγχυσιν. οὐ δεῖ δὲ θαυμάζειν οὐδʼ ἀπιστεῖν ὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν,4 ἣν μνήμην καλοῦμεν, ἡλίκον ἔργον ἀποδείκνυται τῷ σῴζειν τὰ παρῳχημένα καὶ φυλάττειν, μᾶλλον δὲ τὰ μηδὲ ὄντα· τῶν γὰρ γεγονότων οὐδὲν ἔστιν οὐδʼ ὑφέστηκεν, ἀλλʼ ἅμα γίγνεται πάντα καὶ φθείρεται, καὶ πράξεις καὶ λόγοι καὶ παθήματα, τοῦ χρόνου καθάπερ ῥεύματος ἕκαστα παραφέροντος αὕτη δὲ τῆς ψυχῆς ἡ δύναμις οὐκ οἶδʼ ὅντινα τρόπον ἀντιλαμβανομένη τοῖς μὴ παροῦσι φαντασίαν καὶ οὐσίαν περιτίθησιν. ὁ μὲν γὰρ Θεσσαλοῖς περὶ Ἄρνης δοθεὶς χρησμὸς ἐκέλευε φράζειν "κωφοῦ τʼ ἀκοὴν τυφλοῖό τε δέρξιν "ἡ δὲ μνήμη καὶ κωφῶν πραγμάτων ἀκοὴ καὶ τυφλῶν ὄψις ἡμῖν ἐστιν. ὅθεν, ὡς ἔφην, οὐκ ἔστι θαυμαστόν, εἰ κρατοῦσα τῶν μηκέτʼ ὄντων προλαμβάνει πολλὰ τῶν μηδέπω γεγονότων· ταῦτα γὰρ αὐτῇ μᾶλλον προσήκει καὶ τούτοις συμπαθής ἐστι· καὶ γὰρ ἐπιβάλλεται καὶ προτίθεται πρὸς τὰ μέλλοντα καὶ παρῳχημένων καὶ τέλος ἐχόντων ἀπήλλακται πλὴν τοῦ μνημονεύειν.

其他人也一同极力敦促,我稍作沉默后说道: “确实,凭着某种机缘,阿摩尼奥斯,正是你自己为当时的论辩提供了一个开端和切入点。因为倘若依你和神圣的赫西俄德之见,脱离了身体或根本未曾分有身体的灵魂就是‘凡人世上神圣的守护者’精灵,那么我们为何要剥夺寄居在肉身中的灵魂的那种能力呢——精灵们本性上正是凭借那种能力预知并预显未来的?因为当灵魂脱离肉身之时,去设想它们获得了此前未曾拥有的某种能力或部分,这是不合情理的;相反,它们始终拥有它,只是与身体混合时处于较劣的状态,有的完全隐晦而遮蔽,有的微弱而昏暗,如同那些透过浓雾视物或在水中游动的人一样难以施展且迟缓,迫切渴求着对固有能力的充分调理与复苏,以及对覆盖之物的去除与净化。因为正如太阳并非在逃离云层时才变得明亮,而是始终如此,只是在雾霭中在我们看来显得暗淡无光一样;灵魂也并非在脱离如云雾般的肉身时才额外获得预言的能力,而是即便在当下也拥有它,只是由于同必死之物的混合与混淆而变得盲目。倘若看到——哪怕不看别的——灵魂中与预言相对称的那种能力,即我们称之为记忆的能力,在保存和守护过去的事物、或者毋宁说甚至不存在的事物方面展示了何等巨大的功用,我们就不应当感到惊异或怀疑。因为过去发生的事情没有一样存在或存立着,行动、言语和遭遇都在一瞬间生成并消逝,时间如奔流般将每一件事物冲刷而去;而灵魂的这一能力不知以何种方式把握住它们,将表象与实在赋予了不在场的事物。昔日赐予色萨利人关于阿尔内的神谕曾吩咐他们道出‘聋者的听觉与瞎者的视觉’,而记忆对于我们而言,正是聋暗之事的听觉与瞎盲之事的视觉。因此,正如我所言,倘若〔灵魂〕在支配着不再存在之物的同时,能够预先把握许多尚未发生之事,这绝非奇事;因为这些未来的事物对它而言更为切近,它与这些事物同气相求;因为它本就朝着未来奋进与规划,而除了记忆之外,它早已从过去和已告终结的事物中解脱出来了。”

语法注4 条
  1. 431bτὸ γὰρ ἀφισταμένων καὶ ἀπολειπόντων τὰ χρηστήρια τῶν δαιμόνων ὥσπερ ὄργανα τεχνιτῶν ἀργὰ καὶ ἄναυδα κεῖσθαι λεχθέν

    中性单数定冠词τό与被动分词λεχθέν结合,构成名词化短语,作为主句动词ἐγείρει的主语。其内部嵌套了属格独立结构ἀφισταμένων ... τῶν δαιμόνων以及以κεῖσθαι为动词的不定式宾格结构(带表语形容词ἀργὰ καὶ ἄναυδα)。

  2. 431bμὴ πεισθέντας

    表条件的否定分词短语(“若尚未信服……”)。由于不定式αἰτιᾶσθαι的逻辑主语是不特定的泛指主体(如ἡμᾶς),因此分词采用了阳性复数宾格形式。

  3. 431cἣν ἄνθρωπος ἔχει διαφορὰν πρὸς ἄνθρωπον ὑποκρινόμενον τραγῳδίαν ἢ κωμῳδίαν, ταύτην ἔχειν δοκεῖ ψυχὴ πρὸς ψυχὴν ἐνεσκευασμένην σῶμα

    先行词διαφοράν被吸纳并入关系从句内部(ἣν ... διαφοράν),由主句中的指示代词ταύτην呼应。整体构成对比比例结构:“凡人对演员所具有的差异(ἣν διαφοράν ἔχει...),未附肉身的灵魂对披戴肉身的灵魂似乎也具有这种差异(ταύτην ἔχειν δοκεῖ ψυχή πρὸς ψυχήν...)”。

  4. 432aὁρῶντας, εἰ μηδὲν ἄλλο, τῆς ψυχῆς τὴν ἀντίστροφον τῇ μαντικῇ δύναμιν

    分词ὁρῶντας采用宾格复数,作为非人称句式οὐ δεῖ ... ἀπιστεῖν的不定式逻辑主语。插入短语εἰ μηδὲν ἄλλο(“哪怕不看别的 / 至少”)表条件,ὁρῶντας的直接宾语为τῆς ψυχῆς τὴν ... δύναμιν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:38-39