← 普鲁塔克

论神谕的衰微

§37

元素运动视阈下的五个世界与有限复数说

说话者通过阐述由神所整序的元素运动与分离过程,解释了柏拉图将五种正多面体与五个世界相对应的缘由,并在结尾以阿卡德米亚学派的审慎态度拒斥武断,支持世界数量为有限多个的盖然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37

τί δῆτα, φήσαι τις ἄν, ὁ Πλάτων ἐπὶ τὰ πέντε σχήματα τὸν τῶν πέντε κόσμων ἀριθμὸν ἀνήνεγκεν, εἰπὼν ὅτι τῇ πέμπτῃ συστάσει ὁ θεὸς ἐπὶ τὸ πᾶν κατεχρήσατο ἐκεῖνο διαζωγραφῶν· εἶτα τὴν περὶ τοῦ πλήθους τῶν κόσμων ὑποθεὶς ἀπορίαν, πότερον ἕνʼ ἢ πέντʼ αὐτοὺς ἀληθείᾳ πεφυκότας λέγειν προσήκει, δῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν.1 εἴπερ οὖν δεῖ πρὸς τὴν ἐκείνου διάνοιαν ἐπάγειν τὸ εἰκός, σκοπῶμεν ὅτι ταῖς τῶν σωμάτων καὶ σχημάτων ἐκείνων διαφοραῖς ἀνάγκη καὶ κινήσεων εὐθὺς ἕπεσθαι διαφοράς, ὥσπερ αὐτὸς διδάσκει, τὸ διακρινόμενον ἢ συγκρινόμενον ἅμα τῆς οὐσίας τῇ ἑτεροιώσει καὶ τὸν τόπον μεταλλάττειν ἀποφαινόμενος. ἂν γὰρ ἐξ ἀέρος πῦρ γένηται, λυθέντος τοῦ ὀκταέδρου καὶ κερματισθέντος εἰς πυραμίδας, ἢ πάλιν ἀὴρ ἐκ πυρός, συνωσθέντος καὶ συνθλιβέντος εἰς ὀκτάεδρον, οὐ δυνατὸν μένειν ὅπου πρότερον ἦν, ἀλλὰ φεύγει καὶ φέρεται πρὸς ἑτέραν χώραν ἐκβιαζόμενον καὶ μαχόμενον τοῖς ἐνισταμένοις καὶ κατεπείγουσιν. ἔτι δὲ μᾶλλον εἰκόνι τὸ συμβαῖνον ἐνδείκνυται, τοῖς ὑπὸ τῶν πλοκάνων καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων2 τὰ στοιχεῖα σείοντα τὴν ὕλην ὑπʼ ἐκείνης τε σειόμενα, προσχωρεῖν ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις, ἄλλην τε χώραν ἄλλα ἴσχειν πρὶν ἐξ αὐτῶν γενέσθαι τὸ πᾶν διακοσμηθέν οὕτως οὖν τῆς ὕλης ἐχούσης ὡς ἔχειν τὸ πᾶν εἰκός, οὗ θεὸς ἄπεστιν, εὐθὺς αἱ πρῶται πέντε ποιότητες ἰδίας ἔχουσαι ῥοπὰς ἐφέροντο χωρίς, οὐ παντάπασιν οὐδʼ εἰλικρινῶς ἀποκρινόμεναι, διὰ τὸ πάντων ἀναμεμιγμένων ἀεὶ τὰ κρατούμενα τοῖς ἐπικρατοῦσι παρὰ φύσιν ἕπεσθαι. διὸ δὴ τοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν,3 τὴν μὲν οὐ καθαροῦ πυρὸς ἀλλὰ πυροειδῆ, τὴν δʼ οὐκ ἀμιγοῦς αἰθέρος ἀλλʼ αἰθεροειδῆ, τὴν δʼ οὐ γῆς αὐτῆς καθʼ ἑαυτὴν ἀλλὰ γεοειδῆ· μάλιστα δὲ καὶ τὴν ἀέρος κοίνωσιν τὴν ὕδατος διὰ τὸ πολλῶν, ὥσπερ εἴρηται, τῶν ἄλλων φύλων ἀναπεπλησμένʼ ἀπελθεῖν. οὐ γὰρ ὁ θεὸς διέστησεν οὐδὲ διῴκισε τὴν οὐσίαν, ἀλλʼ ὑπʼ αὐτῆς διεστῶσαν αὐτὴν καὶ φερομένην χωρὶς ἐν ἀκοσμίαις τοσαύταις παραλαβὼν, ἔταξε καὶ συνήρμοσε διʼ ἀναλογίας καὶ μεσότητος· εἶθʼ ἑκάστῃ λόγον ἐγκαταστήσας ὥσπερ ἁρμοστὴν καὶ φύλακα, κόσμους ἐποίησε τοσούτους, ὅσα γένη τῶν πρώτων σωμάτων ὑπῆρχε. ταῦτα μὲν οὖν τῇ Πλάτωνος ἀνακείσθω χάριτι διʼ Ἀμμώνιον· ἐγὼ δὲ περὶ μὲν ἀριθμοῦ κόσμων οὐκ ἄν ποτε διισχυρισαίμην ὅτι τοσοῦτοι, τὴν δὲ πλείονας μὲν ἑνὸς οὐ μὴν ἀπείρους ἀλλʼ ὡρισμένους πλήθει τιθεμένην δόξαν, οὐδετέρας ἐκείνων ἀλογωτέραν ἡγοῦμαι, τὸ φύσει τῆς ὕλης σκεδαστὸν καὶ μεριστὸν ὁρῶν οὔτʼ ἐφʼ ἑνὸς μένον οὔτʼ εἰς ἄπειρον ὑπὸ τοῦ λόγου βαδίζειν ἐώμενον. εἰ δʼ ἀλλαχόθι που κἀνταῦθα τῆς Ἀκαδημείας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν,4 καὶ τὴν ἀσφάλειαν ὥσπερ ἐν χωρίῳ σφαλερῷ, τῷ περὶ τῆς ἀπειρίας λόγῳ, μόνον διασῴζωμεν.

“那么,”有人可能会问,“柏拉图为何将五个世界的数目归结于五种立体图形,并说神将第五种构成‘用于全体,以星座文样描绘其上’;随后在提出关于世界数量的困惑——究竟应当说它们在本性上确实为一个还是五个——时,显而易见他认为这一猜想正是由此而始的?”因此,若必须将或然之理运用于他的思想,我们且来考察:正如他自己所教导的那样,那些物体与图形的差异必然紧接着伴随着运动的差异;他指出,分离或结合的事物在实体发生质变的同时也在改变其位置。因为若空气化为火,即正八面体分解碎裂为金字塔形(四面体),或者火化为空气,即被挤压压缩为正八面体,它便不可能留在原处,而是避开并奔向另一个区域,与阻挡和紧迫之物抗争并强行穿过。他更用一个比喻指明了这一现象,他说,正如在用簸箕和清理谷物的器具摇动和扬簸谷物时那样,各元素震荡着质料,也受质料的震荡,同类总是归向同类,不同的元素在万物由之整理生成之前便各自占据了不同的处所。因此,当质料处于神不在场时全体理应处于的那种状态时,最初的五种性质各自具有本具的倾向,立即分道扬镳,但并未完全且纯粹地分开,因为在万物混合的状态下,受制之物总是在反常状态下跟随支配之物。因此,随着不同的物体向不同的方向运动,它们造就了与物体的种类数量相等的部分和间隔:一部分不是纯火而是火状的,另一部分不是纯以太而是以太状的,另一部分不是其自身孤立的土而是土状的;尤为显著的是空气与水的混合部分,因为如前所述,它们离开时充斥着许多其他的族类。因为神并没有割裂或分散实体,而是接管了由其自身早已割裂并在如此巨大的混乱中各自漂移的实体,通过比例和中项将其整肃与调谐;随后他在每一部分中设立理性作为总督与守护者,造就了与原初物体种类相同数目的世界。那么,这些见解就因阿摩尼奥斯之故而归功于柏拉图吧;至于我本人,绝不会断言世界的数目必定就是这么多,但我认为,那种主张世界不止一个、但也非无限、而是在数量上有限的观点,绝不比那两种观点(单一或无限)更不合理,因为我看到质料那天然易于散乱和分割的本性,既不能停留在单一之中,也不被理性容许走向无限。若在其他地方如此,我们在此也当提醒自己秉持阿卡德米亚的精神,去除过度的断言,在这关于无限的论辩中,犹如身处险滑之地一般,仅求保持审慎的安全。

语法注4 条
  1. 430bδῆλός ἐστιν ἐντεῦθεν οἰόμενος ὡρμῆσθαι τὴν ὑπόνοιαν

    人称句式(δῆλός ἐστιν 连用分词 οἰόμενος),相当于非人称结构“显而易见他认为……”(δῆλόν ἐστιν αὐτὸν οἴεσθαι)。其主语承接前文提问中的柏拉图(ὁ Πλάτων)。

  2. 430cτοῖς ὑπὸ τῶν πλοκάνων καὶ ὀργάνων τῶν περὶ τὴν τοῦ σίτου κάθαρσιν σειομένοις καὶ ἀναλικμωμένοις ὁμοίως λέγων

    副词 ὁμοίως 支配与格短语(τοῖς ... σειομένοις καὶ ἀναλικμωμένοις),意为“正如对那些被摇动扬簸之物那样……说道”。分词 λέγων 统领间接引语的不定式结构(τὰ στοιχεῖα ... προσχωρεῖν ... ἴσχειν),化用了《蒂迈欧篇》52E–53A 中簸谷的比喻。

  3. 430dτοῖς τῶν σωμάτων γένεσιν ἄλλων ἀλλαχῆ φερομένων ἰσαρίθμους μερίδας καὶ διαστάσεις ἐποίησαν

    谓语动词 ἐποίησαν 的主语承接前文的“最初五种性质”(αἱ πρῶται πέντε ποιότητες)。中间插入的 ἄλλων ἀλλαχῆ φερομένων 为属格独立结构(“随着不同的物体向不同的方向运动”)。与格 τοῖς τῶν σωμάτων γένεσιν 作 ἰσαρίθμους(数量相等的)的基准补足语,表示“与物体的种类数量相等”。

  4. 431aεἰ δʼ ἀλλαχόθι που κἀνταῦθα τῆς Ἀκαδημείας ὑπομιμνήσκοντες ἑαυτοὺς τὸ ἄγαν τῆς πίστεως ἀφαιρῶμεν

    虚拟语气 ἀφαιρῶμεν 及其并列项 διασῴζωμεν 为劝告/要求虚拟语气(“让我们去除……并让我们保持……”)。开头的 εἰ δʼ ἀλλαχόθι που(“若在其他地方如此……”)构成了略缩的条件从句前件,与后面的 κἀνταῦθα(“在此处亦……”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:37