← 普鲁塔克

论神谕的衰微

§40-41

大地气息与灵魂预言能力的激发

兰普里亚斯借助自然现象与工艺技术的类比,阐释了灵魂天生具备的预言能力如何藉由身体状态以及大地散发的神圣气息(如温热、干燥、冷却等调合作用)而被激发唤醒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40

ταύτην οὖν ἔχουσαι τὴν δύναμιν αἱ ψυχαὶ σύμφυτον μὲν ἀλλʼ ἀμυδρὰν καὶ δυσφάνταστον, ὅμως ἐξανθοῦσι πολλάκις καὶ ἀναλαμβάνουσιν ἔν τε τοῖς ἐνυπνίοις καὶ περὶ τὰς τελευτὰς ἔνιαι, καθαροῦ γιγνομένου τοῦ σώματος ἤ τινα κρᾶσιν οἰκείαν πρὸς τοῦτο λαμβάνοντος, ἢ τῷ τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι.1 οὐ γάρ, ὡς ὁ Εὐριπίδης φησί, "μάντις δʼ ἄριστος ὅστις εἰκάζει καλῶς,ʼ "ἀλλʼ οὗτος ἔμφρων μὲν ἀνὴρ καὶ τῷ νοῦν ἔχοντι τῆς ψυχῆς καὶ μετʼ εἰκότος ἡγουμένῳ καθʼ ὁδὸν ἑπόμενος. τὸ δὲ μαντικὸν ὥσπερ γραμματεῖον ἄγραφον καὶ ἄλογον καὶ ἀόριστον ἐξ αὑτοῦ, δεκτικὸν δὲ φαντασιῶν πάθεσι καὶ προαισθήσεων, ἀσυλλογίστως ἅπτεται τοῦ μέλλοντος, ὅταν ἐκστῇ μάλιστα τοῦ παρόντος. ἐξίσταται δὲ κράσει καὶ διαθέσει τοῦ σώματος, ἐν μεταβολῇ γιγνόμενον, ὃν ἐνθουσιασμὸν καλοῦμεν. αὐτὸ μὲν οὖν ἐξ αὑτοῦ τὸ σῶμα τοιαύτην πολλάκις ἴσχει διάθεσιν ἡ δὲ γῆ πολλῶν μὲν ἄλλων δυνάμεων πηγὰς ἀνίησιν ἀνθρώποις, τὰς μὲν ἐκστατικὰς καὶ νοσώδεις καὶ θανατηφόρους τὰς δὲ χρηστὰς καὶ προσηνεῖς καὶ ὠφελίμους, ὡς δῆλαι γίγνονται πείρᾳ προστυγχάνουσι. τὸ δὲ μαντικὸν ῥεῦμα καὶ πνεῦμα θειότατόν ἐστι καὶ ὁσιώτατον, ἄν τε καθʼ ἑαυτὸ διʼ ἀέρος ἄν τε μεθʼ ὑγροῦ νάματος ἀναφέρηται. καταμιγνύμενον γὰρ εἰς τὸ σῶμα κρᾶσιν ἐμποιεῖ ταῖς ψυχαῖς ἀήθη καὶ ἄτοπον, ἧς τὴν ἰδιότητα χαλεπὸν εἰπεῖν σαφῶς, εἰκάσαι δὲ πολλαχῶς ὁ λόγος δίδωσι. θερμότητι γὰρ καὶ διαχύσει πόρους τινὰς ἀνοίγειν φανταστικοὺς τοῦ μέλλοντος εἰκός ἐστιν, ὡς οἶνος ἀναθυμιαθεὶς ἕτερα πολλὰ κινήματα καὶ λόγους ἀποκειμένους καὶ λανθάνοντας ἀποκαλύπτει "τὸ γὰρ βακχεύσιμον καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει" κατʼ Εὐριπίδην, ὅταν ἔνθερμος ἡ ψυχὴ γενομένη καὶ πυρώδης ἀπώσηται τὴν εὐλάβειαν, ἣν ἡ θνητὴ φρόνησις ἐπάγουσα πολλάκις ἀποστρέφει καὶ κατασβέννυσι τὸν ἐνθουσιασμόν.

因此,灵魂虽将这种能力作为与生俱来之物拥有,却暗淡且难以呈现意象;然而,无论在梦境中,还是在某些人临终之际,它们往往会绽放并重新唤回这一能力——这或是因为肉身变得纯净,或是肉身获得了适宜于此的某种调合,或是由于推理与沉思的部分对眼前事物的放松与解脱,从而转向了朝向未来的非理性与产生意象的部分。因为并不如欧里庇得斯所言: “最善于合宜推测者,便是最佳之预言家”;毋宁说,这样的人只是一个审慎之人,依循正道紧随着灵魂中具有理性并循着盖然性引导的部分。相反,预言能力犹如一块尚未书写的字板,其自身是非理性的、不定的,却能藉由被动的情状接纳意象与预感;每当它最大程度地脱离当下之时,便无需推论地把握了未来。而它是凭借肉身的调合与状态,在发生转变时脱离当下的,这转变我们便称之为神灵附体。固然,肉身自身往往自发地获得这种状态;而大地也为人类涌流出许多其他力量的源泉,有的致人恍惚、病态乃至致命,有的则良善、温和而有益,正如与它们相遇之人通过经验所证实的那样。而那股预言的流注与气息乃是至圣至洁的,无论它是独自穿过空气升腾,还是伴随液态的泉流涌起。因为当它混合进入肉身时,便在灵魂中引发了一种异乎寻常的独特调合,其特性固然难以明言,但理性却容许我们从多方面去推测。因为凭借温热与宣泄,它很可能开启某些接纳未来意象的孔窍,恰如酒气蒸腾时揭示出许多潜藏匿伏的其他运动与言语一般: “因为巴克科斯的迷狂 与发疯蕴含着巨大的预言力”,正如欧里庇得斯所说,每当灵魂变得温热炽烈,摒弃了世俗审慎所带来的戒备谨慎之时便会如此;因为世俗审慎常常阻碍并熄灭这种灵感。

§41

ἅμα δʼ ἄν τις οὐκ ἀλόγως καὶ ξηρότητα φαίη μετὰ τῆς θερμότητος ἐγγιγνομένην λεπτύνειν τὸ πνεῦμα καὶ ποιεῖν αἰθερῶδες καὶ καθαρόν· αὕη γάρ ψυχή καθʼ Ἡράκλειτον. ὑγρότης δʼ οὐ μόνον ὄψιν ἀμβλύνει καὶ ἀκοήν, ἀλλὰ καὶ κατόπτρων θιγοῦσα καὶ μιχθεῖσα πρὸς ἀέρα ἀφαιρεῖ τὴν λαμπρότητα καὶ τὸ φέγγος. τοὐναντίον πάλιν αὖ περιψύξει τινὶ καὶ πυκνώσει τοῦ πνεύματος οἷον βαφῇ σιδήρου τὸ προγνωστικὸν μόριον ἐντείνεσθαι καὶ στομοῦσθαι τῆς ψυχῆς οὐκ ἀδύνατόν ἐστι. καὶ μὴν ὡς κασσίτερος μανὸν ὄντα καὶ πολύπορον τὸν χαλκὸν ἐντακεὶς ἅμα μὲν ἔσφιγξε καὶ κατεπύκνωσεν ἅμα δὲ λαμπρότερον ἀπέδειξε καὶ καθαρώτερον, οὕτως οὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν οἰκεῖόν τι ταῖς ψυχαῖς καὶ συγγενὲς ἔχουσαν ἀναπληροῦν2 τὰ μανὰ καὶ συνέχειν ἐναρμόττουσαν. ἄλλα γὰρ ἄλλοις οἰκεῖα καὶ πρόσφορα, καθάπερ τῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν μεμιγμένον3 "βύσσῳ δὲ γλαυκῇ κόκκου καταμίσγεται "ὡς Ἐμπεδοκλῆς εἴρηκε. περὶ δὲ τοῦ Κύδνου καὶ τῆς ἱερᾶς τοῦ Ἀπόλλωνος ἐν Ταρσῷ μαχαίρας, ὦ φίλε Δημήτριε, σοῦ λέγοντος ἠκούομεν, ὡς ὁ Κύδνος ἄλλο ἐκκαθαίρει σίδηρον ἐκεῖνον οὔθʼ ὕδωρ ἄλλο τὴν μάχαιραν ἢ ἐκεῖνο· καθάπερ ἐν Ὀλυμπίᾳ τὴν τέφραν προσπλάττουσι τῷ βωμῷ καὶ περιπηγνύουσιν ἐκ τοῦ Ἀλφειοῦ παραχέοντες ὕδωρ, ἑτέρων δὲ πειρώμενοι ποταμῶν οὐδενὶ δύνανται συναγαγεῖν οὐδὲ κολλῆσαι τὴν τέφραν.

与此同时,人们若主张干燥与温热相伴而生,使得精气变得精微,并化为轻灵纯净之质,亦非无理;因为依照赫拉克利特之见,“干燥之灵魂”〔最为智慧〕。湿气不仅使视力与听觉变得迟钝,而且一触及镜面或混入空气,便夺去了它们的光辉与明朗。反之,通过精气的某种冷却与凝聚,犹如对钢铁的淬火一般,使灵魂中具有预知的部分受到紧绷与开刃,也并非不可能之事。再者,正如锡熔入疏松多孔的青铜之中,既将之收紧凝聚,又使之显现得更为光亮纯净,同样,预言的蒸气拥有与灵魂相亲同质之物,充填其疏松的孔隙并通过和谐契合而将之维系,这也是完全可能的。因为不同之物对不同之物自有其相适与相宜,正如蚕豆之于紫染、硝石之于藏红花,在混合时似乎能显发其色泽一般: “而红茜与青白细亚麻相混合”,正如恩培多克勒所言。关于基德诺斯河与塔尔苏斯的阿波罗圣刀,亲爱的德米特里乌斯,我们曾听你谈及:基德诺斯河能够洁净那块铁,而除那河水之外没有任何其他水能洁净那柄小刀;正如在奥林匹亚,人们将阿尔菲奥斯河的水浇注其上,便能将灰烬涂抹并凝结在祭坛上,而若尝试其他河流的水,便绝无法将灰烬聚拢黏合一样。

语法注3 条
  1. 40ἢ τῷ τὸ λογιστικὸν καὶ φροντιστικὸν ἀνίεσθαι καὶ ἀπολύεσθαι τῶν παρόντων τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ τοῦ μέλλοντος ἐπιστρεφόμεναι

    该句由表示原因或方式的带冠词不定式结构(τῷ ... ἀνίεσθαι καὶ ἀπολύεσθαι)与和主语(αἱ ψυχαί / ἔνιαι)保持一致的阴性复数主格分词 ἐπιστρεφόμεναι 复合而成。τῷ ἀλόγῳ καὶ φαντασιαστικῷ 为表示方向的与格(“转向非理性与表象的部分”),而 τοῦ μέλλοντος 则是依存于 φαντασιαστικῷ 的宾格性属格,意为“产生关于未来的意象”。

  2. 433aοὐδὲν ἀπέχει τὴν μαντικὴν ἀναθυμίασιν ... ἀναπληροῦν

    短语 οὐδὲν ἀπέχει 是一种惯用句式,意为“没有任何理由妨碍……”或“……是完全合情合理的”,支配由对格主语(τὴν μαντικὴν ἀναθυμίασιν)和不定式(ἀναπληροῦν καὶ συνέχειν)构成的对格与不定式结构。

  3. 433bτῆς μὲν πορφύρας ὁ κύαμος τῆς δὲ κρόκου τὸ νίτρον δοκεῖ τὴν βαφὴν ἄγειν μεμιγμένον

    短语 τὴν βαφὴν ἄγειν 为染色技艺的专门表达,意为“引发/提拔色泽或染效”。属格 τῆς πορφύρας 与 τῆς κρόκου 表示染料或染色对象;中性单数分词 μεμιγμένον 在语法上与就近的主语 τὸ νίτρον 保持性数一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:40-41