← 普鲁塔克

论神谕的衰微

§35-36

第一原理的结合与数字五的形而上学特权

说话者阐述了最高二原理(“一”与“不定之二”)相结合生成数字“五”,从而将世界的数目限定为五个的形而上学根据;随后,他通过列举数字“五”的数学特性及其在人体、自然、天体运行和音乐音律中的种种五重秩序,进一步论证了这一观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35

οὐ μὴν ἀλλὰ τοῦτο μὲν ἔστω παραμυθία τοῦ θαυμάζοντος,1 εἰ τὴν ἐν γενέσει καὶ μεταβολῇ φύσιν εἰς γένη τοσαῦτα διαιροῦμεν. ἐκεῖνο δʼ ἤδη σκοπεῖτε κοινῇ προσέχοντες, ὅτι τῶν ἀνωτάτω ἀρχῶν, λέγω δὲ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἡ μὲν ἀμορφίας πάσης στοιχεῖον οὖσα καὶ ἀταξίας ἀπειρία κέκληται ἡ δʼ τοῦ ἑνὸς φύσις ὁρίζουσα καὶ καταλαμβάνουσα τῆς ἀπειρίας τὸ κενὸν καὶ ἄλογον καὶ ἀόριστον ἔμμορφον παρέχεται, καὶ τὴν ἑπομένην περὶ τὰ αἰσθητὰ δείξει καταγόρευσιν ἁμωσγέπως ὑπομένον καὶ δεχόμενον.2 αὗται δὲ πρῶτον αἱ ἀρχαὶ περὶ τὸν ἀριθμὸν ἐπιφαίνονται, μᾶλλον δʼ ὅλως ἀριθμὸς οὐκ ἔστι τὸ πλῆθος, ἂν μὴ καθάπερ εἶδος ὕλης τὸ ἓν γενόμενον ἐκ τῆς ἀπειρίας τοῦ ἀορίστου πῆ μὲν πλεῖον πῆ δʼ ἔλαττον ἀποτέμνηται. τότε γὰρ ἀριθμὸς γίγνεται τῶν πληθῶν ἕκαστον ὑπὸ τοῦ ἑνὸς ὁριζόμενον ἐὰν δʼ ἀναιρεθῇ τὸ ἕν, πάλιν ἡ ἀόριστος δυὰς συγχέασα πᾶν ἄρρυθμον καὶ ἄπειρον καὶ ἄμετρον ἐποίησεν. ἐπεὶ δὲ τὸ εἶδος οὐκ ἀναίρεσίς ἐστι τῆς ὕλης ἀλλὰ μορφὴ καὶ τάξις ὑποκειμένης, ἀνάγκη καὶ τῷ ἀριθμῷ τὰς ἀρχὰς ἐνυπάρχειν ἀμφοτέρας, ὅθεν ἡ πρώτη καὶ μεγίστη διαφορὰ καὶ ἀνομοιότης γέγονεν. ἔστι γὰρ ἡ μὲν ἀόριστος ἀρχὴ τοῦ ἀρτίου δημιουργὸς ἡ δὲ βελτίων τοῦ περιττοῦ πρῶτος δὲ τῶν ἀρτίων τὰ δύο καὶ τὰ τρία τῶν περιττῶν, ἐξ ὧν τὰ πέντε τῇ μὲν συνθέσει κοινὸς ὢν ἀμφοῖν ἀριθμὸς τῇ δὲ δυνάμει γεγονὼς περιττός. ἔδει γάρ, εἰς πλείονα μέρη τοῦ αἰσθητοῦ καὶ σωματικοῦ μεριζομένου διὰ τὴν σύμφυτον ἀνάγκην τῆς ἑτερότητος, μήτε τὸν πρῶτον ἄρτιον γενέσθαι μήτε τὸν πρῶτον περιττόν, ἀλλὰ τὸν τρίτον ἐκ τούτων ἀποτελούμενον, ὅπως ἀπʼ ἀμφοτέρων τῶν ἀρχῶν γένηται, καὶ τῆς τὸ ἄρτιον δημιουργούσης καὶ τῆς τὸ περιττόν· οὐ γὰρ ἦν οἷόν τε τῆς ἑτέρας ἀπαλλαγῆναι τὴν ἑτέραν· ἑκατέρα γὰρ ἀρχῆς φύσιν ἔχει καὶ δύναμιν. ἀμφοτέρων οὖν συνδυαζομένων, ἡ βελτίων κρατήσασα τῆς ἀοριστίας διαιρούσης τὸ σωματικὸν ἐνέστη, καὶ τῆς ὕλης ἐν ἀμφοτέροις διισταμένης μέσην τὴν μονάδα θεμένη δίχα νεμηθῆναι τὸ πᾶν οὐκ εἴασεν, ἀλλὰ πλῆθος μὲν γέγονε κόσμων ὑπὸ τῆς ἑτερότητος τοῦ ἀορίστου καὶ διαφορᾶς, περιττὸν δὲ πλῆθος ἡ ταὐτοῦ καὶ ὡρισμένου δύναμις ἀπείργασται, περιττὸν δὲ τοιοῦτον, ὅτι πορρωτέρω τὴν φύσιν ἢ βέλτιον ἔχει προελθεῖν οὐκ εἴασεν. εἰ μὲν γὰρ ἀμιγὲς καὶ καθαρὸν ἦν τὸ ἕν, οὐδʼ ἂν ὅλως εἶχεν ἡ ὕλη διάστασιν· ἐπεὶ δὲ τῷ διαιρετικῷ τῆς δυάδος μέμικται, τομὴν μὲν ἐδέξατο καὶ διαίρεσιν, ἐνταῦθα δʼ ἔστη τῷ περισσῷ τοῦ ἀρτίου κρατηθέντος.3

然而,对于那些因我们将处于生成与变化之中的本性划分为如此多的种类而感到惊异的人,权且以此作为宽慰吧。现在请大家共同留心考察这一点:在最高原理中——我指的是‘一’与‘不定之二’ ——后者作为一切无形相与无秩序的基元,被称为‘无限’;而‘一’的本性通过限制和统摄无限的空虚、无理与未定,使其获得形相,并使之在某种程度上能够承受并接纳关于可感事物的论证所伴随的述谓。这两个原理首先在数中显现出来;或者更确切地说,如果‘一’不作为质料的形相,从不定的无限中或多或少地将其截取出来,那么多数根本就不是数。因为只有在那时,每一个多数被‘一’所限定,才成为数;而如果‘一’被取消,不定之二便会再次扰乱一切,使其沦为无节律、无限度、无尺度的状态。既然形相并非对质料的废除,而是对基底质料的赋形与整理,那么这两个原理必然也同时存在于数中,由此便产生了最初的、也是最大的差异与非类似性。因为不定的原理是偶数的造作者,而较优的原理则是奇数的造作者。偶数中的第一者是‘二’,奇数中的第一者是‘三’,由此构成的‘五’在组合上是二者所共有的数,但在力量上却成了奇数。因为,既然可感与物体性的事物由于他性固有的必然性而分裂为多个部分,它就既不能成为第一个偶数,也不能成为第一个奇数,而必须成为由二者构成的第三个数,以便它源自这两个原理——既源自造作偶数的原理,也源自造作奇数的原理;因为一者不可能摆脱另一者,二者都拥有原理的本性与力量。因此,当二者结合在一起时,较优的原理制服了那正在分割物体性事物的未定性,屹立不移,并在质料于二者之间分裂之际,将单子置于中央,不容许全体被一分为二;虽然由于不定的他性与差异而产生了世界的多数,但同一与受限者的力量却造就了一个奇数的多数,并且是这样一个奇数多数:它不容许自然超越那更优的状态而进一步前行。因为如果‘一’是纯粹且无杂质的,质料就绝不会有任何分离;但由于它与二元那具有分割性的力量相混合,它承受了切断与分割,却在偶数被奇数制服之处停下了脚步。

§36

διὸ καὶ πεμπάσασθαι τὸ ἀριθμῆσαι τοῖς παλαιοῖς ἔθος ἦν καλεῖν. οἶμαι δὲ καὶ τὰ πάντα τῶν πέντε παρώνυμα γεγονέναι κατὰ λόγον, ἅτε δὴ τῆς πεντάδος ἐκ τῶν πρώτων ἀριθμῶν συνεστώσης. καὶ γὰρ οἱ μὲν ἄλλοι πολλαπλασιαζόμενοι πρὸς ἄλλους εἰς ἕτερον αὑτῶν ἀριθμὸν ἐκβαίνουσιν ἡ δὲ πεντάς, ἂν μὲν ἀρτιάκις λαμβάνηται, τὸν δέκα ποιεῖ τέλειον· ἐὰν δὲ περισσάκις, ἑαυτὴν πάλιν ἀποδίδωσιν. ἐῶ δʼ ὅτι πρώτη μὲν ἐκ πρώτων δυεῖν τετραγώνων συνέστηκε τῆς τε μονάδος καὶ τῆς τετράδος ἡ πεντάς, πρώτη δʼ ἴσον δυναμένη τοῖς πρὸ αὑτῆς δυσὶ4 τὸ κάλλιστον τῶν ὀρθογωνίων τριγώνων συνίστησι πρώτη δὲ ποιεῖ τὸν ἡμιόλιον λόγον. οὐ γὰρ ἴσως οἰκεῖα ταῦτα τοῖς ὑποκειμένοις πράγμασιν· ἀλλʼ ἐκεῖνο μᾶλλον, τὸ φύσει διαιρετικὸν τοῦ ἀριθμοῦ καὶ τὸ πλεῖστα τούτῳ τὴν φύσιν διανέμειν. ἔνειμε γὰρ ἡμῖν αὐτοῖς αἰσθήσεις πέντε καὶ μέρη ψυχῆς, φυτικὸν αἰσθητικὸν ἐπιθυμητικὸν θυμοειδὲς λογιστικόν· καὶ δακτύλους ἑκατέρας χειρὸς τοσούτους, καὶ τὸ γονιμώτατον σπέρμα πενταχῆ σχιζόμενον. οὐ γὰρ ἱστόρηται γυνὴ πλείονα τεκοῦσʼ ἢ πέντε τέκνα ταῖς αὐταῖς ὠδῖσι. καὶ τὴν Ῥέαν Αἰγύπτιοι μυθολογοῦσι πέντε θεοὺς τεκεῖν, αἰνιττόμενοι τὴν ἐκ μιᾶς ὕλης τῶν πέντε κόσμων γένεσιν. ἐν δὲ τῷ παντὶ πέντε μὲν ζώναις ὁ περὶ γῆν τόπος, πέντε δὲ κύκλοις ὁ οὐρανὸς διώρισται, δυσὶν ἀρκτικοῖς καὶ δυσὶ τροπικοῖς καὶ μέσῳ τῷ ἰσημερινῷ· πέντε δʼ αἱ τῶν πλανωμένων ἄστρων περίοδοι γεγόνασιν, ἡλίου καὶ Φωσφόρου καὶ στίλβοντος ὁμοδρομούντων. ἐναρμόνιος δὲ καὶ ἡ τοῦ κόσμου σύνταξις, ὥσπερ ἀμέλει καὶ τὸ παρʼ ἡμῖν ἡρμοσμένον ἐν πέντε τετραχόρδων θέσεσιν ὁρᾶται, τῶν ὑπάτων καὶ μέσων καὶ συνημμένων καὶ διεζευγμένων καὶ ὑπερβολαίων· καὶ τὰ μελῳδούμενα διαστήματα πέντε, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον. οὕτως ἡ φύσις ἔοικε τῷ πέντε ποιεῖν ἅπαντα χαίρειν μᾶλλον ἢ τῷ σφαιροειδῆ, καθάπερ Ἀριστοτέλης ἔλεγε.

因此,古人习惯将‘计数’称为‘按五计数’(pempasasthai)。而且我认为,万物(panta)这个词在理据上也是由‘五’(pente)派生而来的,因为五数是由最基本的数构成的。事实上,其他数若彼此相乘,便会演化为与自身不同的数;而五数若取偶数次,便生成完满的十;若取奇数次,则又恢复自身。至于五数是由最初的两个平方数——单子与四数——首先构成的,并且由于其平方等于位于其前的两个数的平方和,从而最先构成了最美的直角三角形,以及最先构成了半再加一的比率,这些我就不再多言了。因为这些或许并不切合当前的主题;但更重要的在于:此数在天性上具有分割的力量,且自然按照此数分配了大多数事物。自然赋予我们自身五种感官和五个灵魂部分——植物性(或自然性)、感觉性、欲望性、激情性与理性;赋予每只手同样数目的手指;赋予最多产的胚种以五重的分裂。事实上,史料中从未记载有妇女在同一次分娩中产下超过五个孩子。埃及人也通过神话传说瑞亚生下了五位神祇,以此暗指由单一质料生成了五个世界。在宇宙中,大地周遭的区域被划分为五个带,天空被五个圆圈所界定——两个极圈、两个回归线,以及中央的赤道;游移之星的运行周期也是五种,因为太阳、晨星与水星同道而行。宇宙的和谐结构亦是如此,正如在我们这里的调音体系中,可以在五种四度音列的配置中看到它——最低音区、中音区、连接区、分离区与最高音区;而歌唱所用的音程也是五种:微音程、半音、全音、小三度与大三度。由此看来,自然似乎更乐于使万物成五,而非如亚里士多德所言将万物造为球形。

语法注4 条
  1. 35παραμυθία τοῦ θαυμάζοντος

    τοῦ θαυμάζοντος 是支配名词 παραμυθία(宽慰、安慰)的宾格性属格,意为“对感到惊异之人的宽慰”。虽然在语法上它理论上也可被视为属格主体(“惊异者所作的宽慰”),但结合上文对质疑五个世界划分的回应语境,此处显然指宽慰那些心存疑虑的人,因此当取宾格性属格。

  2. 429aὑπομένον καὶ δεχόμενον

    中性分词 ὑπομένον 与 δεχόμενον 与主要动词 παρέχεται 的直接宾语——即中性实质化短语 τὸ κενὸν καὶ ἄλογον καὶ ἀόριστον(无限之空虚、无理与未定)相一致。动词 παρέχεται 构成双宾格结构,带有谓语形容词 ἔμμορφον 及这两个分词,意为“使之获得形相,并使之承受并接纳……”。

  3. 429dτῷ περισσῷ τοῦ ἀρτίου κρατηθέντος

    此处手段/原因与格 τῷ περισσῷ(凭借奇数)与属格独立结构 τοῦ ἀρτίου κρατηθέντος(偶数被制服)并置。语法上既可将与格看作修饰被动分词 κρατηθέντος 的施事手段(“偶数被奇数所制服”),亦可视为伴随主句动词 ἔστη 的原因/手段成分,二者共同表达“由于偶数被奇数制服,分割遂停滞于奇数之处”。

  4. 429eἴσον δυναμένη τοῖς πρὸ αὑτῆς δυσὶ

    在古希腊数学专门术语中,动词 δύναμαι 的中动态分词(δυναμένη)支配与格,表示在平方(面积/幂)上等于某物。此处特指 3-4-5 直角三角形的勾股定理性质:数字 5 的平方(25)等于其前面的两个数 3 的平方(9)与 4 的平方(16)之和。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:35-36