- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:33-34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安摩尼乌斯指出狄奥多鲁斯的论证存在自相矛盾并排除了立方体,要求叙述者化解这些难题。作为回应,叙述者借助柏拉图《智者篇》中的五大类相(有、同、异、运动、静止)与五种正多面体的对应关系,论证了存在五个世界的合理性。
καὶ ὁ Ἀμμώνιος ἀνδρικῶς μέν ἔφη ταῦτα τῷ Θεοδώρῳ καὶ φιλοτίμως διαπεπόνηται θαυμάσαιμι δʼ ἄν, εἰ μὴ δόξειε χρῆσθαι λήμμασιν ἀναιρετικοῖς ἀλλήλων. ἀξιοῖ γὰρ ἅμα πᾶσι τοῖς πέντε μὴ γίγνεσθαι τὴν σύστασιν, ἀλλὰ τὸ λεπτότατον ἀεὶ καὶ διʼ ἐλάττονος πραγματείας συνιστάμενον προεκπίπτειν εἰς γένεσιν. εἶθʼ ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην1 πρῶτον εἰσφέρειν τὸ λεπτότατον καὶ ἁπλούστατον, ἀλλʼ ἐνιαχῆ τὰ ἐμβριθῆ καὶ πολυμερῆ φθάνειν προανίσχοντα ταῖς γενέσεσιν ἐκ τῆς ὕλης. ἄνευ δὲ τούτου, πέντε σωμάτων πρώτων ὑποκειμένων καὶ διὰ τοῦτο κόσμων λεγομένων εἶναι τοσούτων, πρὸς μόνα τὰ τέσσαρα τῇ πιθανότητι χρῆται, τὸν δὲ κύβον ὥσπερ ἐν παιδιᾷ ψήφων ὑφῄρηται, μήτʼ αὐτὸν εἰς ἐκεῖνα μεταβάλλειν πεφυκότα μήτʼ ἐκείνοις παρέχειν μεταβολὴν εἰς ἑαυτόν, ἅτε δὴ τῶν τριγώνων οὐχ ὁμογενῶν ὄντων. ἐκείνοις μὲν γὰρ ὑπόκειται κοινὸν ἐν πᾶσι τὸ ἡμιτρίγωνον, ἐν τούτῳ δʼ ἴδιον μόνῳ τὸ ἰσοσκελές, οὐ ποιοῦν πρὸς ἐκεῖνο σύννευσιν οὐδὲ σύγκρασιν ἑνωτικήν. εἴπερ οὖν πέντε σωμάτων ὄντων καὶ πέντε κόσμων, ἓν ἐν ἑκάστῳ τὴν ἡγεμονίαν ἔχει τῆς γενέσεως, ὅπου γέγονεν ὁ κύβος πρῶτος, οὐδὲν ἔσται τῶν ἄλλων εἰς οὐδὲν γὰρ ἐκείνων μεταβάλλειν πέφυκεν. ἐῶ γάρ, ὅτι καὶ τὸ τοῦ καλουμένου δωδεκαέδρου στοιχεῖον ἄλλο ποιοῦσιν, οὐκ ἐκεῖνο τὸ σκαληνόν, ἐξ οὗ τὴν πυραμίδα καὶ τὸ ὀκτάεδρον καὶ τὸ εἰκοσάεδρον ὁ Πλάτων συνίστησιν. ὥσθʼ ἅμα γελῶν ὁ Ἀμμώνιος εἶπεν ἢ ταῦτά σοι διαλυτέον ἢ ἴδιόν τι λεκτέον περὶ τῆς κοινῆς ἀπορίας.
安摩尼乌斯说道:“狄奥多鲁斯确实英勇且极富进取心地钻研了这些问题。但如果他看起来并非使用了互相排斥的前提,我反倒会感到惊奇。因为他一方面主张并非所有五种形体同时形成,而是最细微且费工最少者总是率先跃入生成;随后,他却又将‘并非所有质料都首先产生最细微和最简单者,而是在某些地方沉重且多部分的形体在质料的生成中先行涌现’这一论断,当作顺理成章、毫无矛盾的前提提了出来。此外,既然设定了五种基本形体,并因此主张存在同样数量的世界,他却只把其合理性运用于其中四种,而把立方体像下棋游戏中的棋子一样悄悄抽走,因为立方体既不能依其本性转化为它们,也不能为它们提供转化为自身的可能,究其原因正在于它们的三角形并非同类。因为在其余形体中,半等边三角形作为共有基础存在于一切之中,而唯独在立方体中,等腰三角形为其特有,它与前者既无法相合,亦不能构成统一的融合。因此,如果存在五种形体和五个世界,且在每个世界中各有一种形体执掌生成的统治地位,那么在立方体最先生成的世界上,其余形体就全都不会存在,因为它在天性上无法转化为它们中的任何一个。更不用说他们还将所谓十二面体的基本单元另立一种,而非柏拉图用以构建角锥、八面体和二十面体的那种不等边三角形。”安摩尼乌斯笑着补充道:“因此,你要么必须化解这些难点,要么必须就这一共同的难题提出你自己的见解。”
κἀγώ πιθανώτερον οὐδὲν ἔχω λέγειν ἔν γε τῷ παρόντι· βέλτιον δʼ ἴσως ἐστὶν ἰδίας εὐθύνας ὑπέχειν δόξης ἢ ἀλλοτρίας;. λέγω τοίνυν αὖθις ἐξ ἀρχῆς, ὅτι δυεῖν ὑποκειμένων φύσεων, τῆς μὲν αἰσθητῆς ἐν γενέσει καὶ φθορᾷ μεταβόλου καὶ φορητῆς ἄλλοτʼ ἄλλως, ἑτέρας δʼ ἐν οὐσίᾳ νοητῆς ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἐχούσης, δεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι2 καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ, τὴν δὲ σωματικὴν καὶ παθητικὴν εἰ μὴ μίαν τις ἀπολείπει συμπεφυκυῖαν αὑτῇ καὶ συννεύουσαν ἀλλὰ χωρίζει καὶ διίστησιν, ἀγανακτεῖν καὶ δυσχεραίνειν. τὰ γὰρ μόνιμα καὶ θεῖα δήπου μᾶλλον αὑτῶν ἔχεσθαι προσήκει καὶ φεύγειν ὡς ἀνυστόν ἐστι τομὴν ἅπασαν καὶ διάστασιν. ἀλλὰ καὶ τούτων ἡ τοῦ ἑτέρου δύναμις ἁπτομένη μείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων3 τοῖς νοητοῖς τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας. ὅθεν ἐνιστάμενος τοῖς ἓν τὸ πᾶν ἀποφαίνουσιν ὁ Πλάτων, τὸ τʼ ὂν εἶναί φησι καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον, ἐπὶ πᾶσι δὲ κίνησιν καὶ στάσιν. ὄντων οὖν πέντε τούτων, οὐ θαυμαστὸν ἦν, εἰ4 τῶν πέντε σωματικῶν στοιχείων ἐκείνων ἕκαστον ἑκάστου μίμημα τῇ φύσει καὶ εἴδωλόν ἐστι γεγενημένον οὐκ ἄμικτον οὐδʼ εἰλικρινές, ἀλλὰ τῷ μάλιστα μετέχειν ἕκαστον ἑκάστης δυνάμεως. ὁ μέν γε κύβος ἐμφανῶς στάσεως οἰκεῖόν ἐστι σῶμα διὰ τὴν τῶν ἐπιπέδων ἀσφάλειαν καὶ βεβαιότητα· τῆς δὲ πυραμίδος πᾶς ἄν τις τὸ πυροειδὲς καὶ κινητικὸν ἐν τῇ λεπτότητι τῶν πλευρῶν καὶ τῇ τῶν γωνιῶν ὀξύτητι κατανοήσειεν· ἡ δὲ τοῦ δωδεκαέδρου φύσις, περιληπτικὴ τῶν ἄλλων σχημάτων οὖσα τοῦ ὄντος εἰκὼν πρὸς πᾶν ἂν τὸ σωματικὸν γεγονέναι δόξειε· τῶν δὲ λοιπῶν δυεῖν τὸ μὲν εἰκοσάεδρον τῆς τοῦ ἑτέρου τὸ δʼ ὀκτάεδρον μάλιστα τῆς ταὐτοῦ μετείληχεν ἰδέας. διὸ τοῦτο μὲν ἀέρα σχετικὸν οὐσίας πάσης ἐν μιᾷ μορφῇ, θάτερον δʼ ὕδωρ ἐπὶ πλεῖστα τῷ κεράννυσθαι γένη ποιοτήτων τρεπόμενον παρεῖχεν. εἴπερ οὖν ἡ φύσις ἀπαιτεῖ τὴν ἰσονομίαν ἐν πᾶσι, καὶ κόσμους εἰκός ἐστι μήτε πλείους γεγονέναι μήτʼ ἐλάττους τῶν παραδειγμάτων, ὅπως ἕκαστον ἐν ἑκάστῳ τάξιν ἡγεμονικὴν ἔχῃ καὶ δύναμιν, ὥσπερ ἐν ταῖς συστάσεσι τῶν σωμάτων ἔσχηκεν.
“‘至少在眼下,我没有更有说服力的见解可说,’我说道,‘但为自己的观点接受审验,或许总比替别人的观点承担责难更好。那么我就重新从头谈起:既然存在两种根本本性——一种是感觉的、处于生成与毁灭中、易变的且随时变动不居的本性,另一种是在实质上理智的、始终如一且保持自身同一的本性——我的朋友,当理智本性本身已被区分并在自身内部具有差异时,如果有人不把物体性且受动的本性留作一个与自身融为一体且聚敛的单一整体,反而将其拆分和隔开,人们若为此愤慨和不悦,那可真是奇怪了。因为永恒而神圣的事物理应更能维系自身,并尽可能避开一切切割与分离。然而,即便触及这些事物,“异”的力量也在理智事物中造就了比空间分离更大的在理性与形相上的差异。因此,柏拉图在反对那些宣称万物为一的人时指出,存在着“有”、“同”和“异”,并在所有这些之外还存在着“运动”和“静止”。既然这五者存在,那么那五种物体元素中的每一种,依其本性作为这五者中每一者的摹本与造像而生成,也就不足为奇了——这并非毫无混合或纯粹的摹本,而是每一种元素主要分有某种力量。立方体由于其平面的稳固与确凿,显而易见是适于“静止”的形体;至于角锥,任何人都能从其边面的纤细和棱角的锐利中看出其火一般的特性与运动性;十二面体的本性由于包罗了其他几何形状,似乎是作为相对于整个物体性领域的“有”的造像而生成的;在其余两者中,二十面体主要分有了“异”的形相,八面体则主要分有了“同”的形相。因此,后者产生了以单一形态维系一切实体的空气,而前者产生了通过混合转化为最多样品质的水。所以,如果自然在一切事物中都要求均等分配,那么世界的产生既不多于也不少于范型的数量便是合乎情理的,以便每一个范型在每一个世界中都拥有一统的位阶与力量,正如它在形体的构成中所拥有的那样。’”
- 33ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ τίθησι τὸ μὴ πᾶσαν ὕλην
动词 τίθησι 带有冠词不定式从句 τὸ μὴ πᾶσαν ὕλην... εἰσφέρειν... ἀλλʼ... φθάνειν προανίσχοντα 作为直接宾语,前置的 ὥσπερ ἀκόλουθον οὐ μαχόμενον τούτῳ 则作宾语补足语(谓语性宾格)。在不定式从句内部,φθάνειν 与补充说明的分词 προανίσχοντα 构成了表示“争先/先行”的惯用搭配。
- 428bδεινόν ἐστιν, ὦ ἑταῖρε, τὴν μὲν νοητὴν διωρίσθαι
非人称表达式 δεινόν ἐστιν 的真正主语是后置的不定式 ἀγανακτεῖν καὶ δυσχεραίνειν。句首由 μέν 引出的对格带不定式短语 τὴν μὲν νοητὴν διωρίσθαι καὶ διαφορὰν ἔχειν ἐν ἑαυτῇ 作为让步或背景性的对照从句,而与其对应的 δέ 肢则表现为条件从句 εἰ μὴ μίαν τις ἀπολείπει... ἀλλὰ χωρίζει καὶ διίστησιν,指明了人们感到愤慨的触发条件。
- 428cμείζονας ἐνείργασται τῶν κατὰ τόπον διαστάσεων
此处出现了明显的词序倒置(hyperbaton)。比较级形容词 μείζονας 跨越了比较属格 τῶν κατὰ τόπον διαστάσεων 以及与格 τοῖς νοητοῖς,直接修饰动词 ἐνείργασται 的远距离直接宾语 τὰς κατὰ λόγον καὶ ἰδέαν ἀνομοιότητας。
- 428dοὐ θαυμαστὸν ἦν, εἰ
不带 ἄν 的未完成过去时 ἦν 与非人称形容词(如 θαυμαστόν, εἰκός 等)连用,属于表示理所当然的潜在可能性的惯用结构(“……也不足为奇”)。其后从句中的 ἕκαστον ἑκάστου 构成了反身性的多格并用(polyptoton),体现了五种物体元素与柏拉图的五大类相之间的一一对应关系。
