← 普鲁塔克

论神谕的衰微

§31-32

关于正多面体与五个世界对应关系的讨论

菲利普斯提出疑问:为何世界的数量恰恰是五个,且正多面体与五个世界的对应缺乏说服力。叙述者则引用索利的狄奥多鲁斯的观点回应,指出正多面体因大小和结构复杂程度不同而无法同时生成,故而质料分散在五个世界中,方能使不同的正多面体在各自世界中作为首要形体先行生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31

ἐγὼ μὲν οὖν τοσαῦτʼ εἰπὼν ἐπέσχον. ὁ δὲ Φίλιππος οὐ πολὺν χρόνον διαλιπών τὸ μὲν ἀληθές ἔφη περὶ τούτων οὕτως ἔχειν ἢ ἑτέρως οὐκ ἂν ἔγωγε διισχυρισαίμην εἰ δὲ τὸν θεὸν ἐκβιβάζομεν ἑνὸς κόσμου, διὰ τί πέντε μόνων οὐ πλειόνων ποιοῦμεν δημιουργόν, καί τίς ἔστι τοῦ ἀριθμοῦ τούτου πρὸς τὸ πλῆθος λόγος, ἥδιον ἄν μοι δοκῶ μαθεῖν1 ἢ τῆς ἐνταῦθα τοῦ Ε καθιερώσεως τὴν διάνοιαν. οὔτε γὰρ τρίγωνος ἢ τετράγωνος οὔτε τέλειος ἢ κυβικὸς οὔτʼ ἄλλην τινὰ φαίνεται κομψότητα παρέχων τοῖς ἀγαπῶσι τὰ τοιαῦτα καὶ θαυμάζουσιν. ἡ δʼ ἀπὸ τῶν στοιχείων ἔφοδος, ἣν αὐτὸς ὑπῃνίξατο, πάντῃ δύσληπτός ἐστι καὶ μηδὲν ὑποφαίνουσα τῆς ἐκεῖνον ἐπεσπασμένης πιθανότητος εἰπεῖν,2 ὡς εἰκός ἐστι πέντε σωμάτων ἰσογωνίων καὶ ἰσοπλεύρων καὶ περιεχομένων ἴσοις ἐπιπέδοις, ἐγγενομένων τῇ ὕλῃ, τοσούτους εὐθὺς ἐξ αὐτῶν ἀποτελεσθῆναι κόσμους.

我说完这些便停了下来。菲利普斯没过多久便说道:“至于这些事情的真相究竟是如此还是另有情况,我个人绝不敢妄加断言。但是,如果我们把神从单一的世界中解放出来,为什么偏偏让他仅仅成为五个世界而非更多世界的创造者?这个数字与世界的数量之间究竟有何种比例或理据?在我看来,知晓这一点似乎比知晓此处‘E’的奉纳之意更令人快意。因为五既非三角数也非平方数,既非完全数也非立方数,在喜爱并赞美此类事物的人看来,它似乎不具有任何其他数学上的巧妙之美。而他自己所暗示的那种由元素出发的途径则完全难以捉摸,丝毫未能显露出曾吸引他的那种说服力,以致让人相信:随着质料中生成五种等角、等边且由相等平面所包围的立体,就会自然而然且理所当然地由它们直接产生出同样数量的世界。”

§32

καὶ μήνʼ ἔφην ἐγὼ δοκεῖ Θεόδωρος ὁ Σολεὺς οὐ φαύλως μετιέναι τὸν λόγον, ἐξηγούμενος τὰ μαθηματικὰ τοῦ Πλάτωνος. μέτεισι δʼ οὕτως. πυραμὶς καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἃ πρῶτα τίθεται Πλάτων, καλὰ μέν ἐστι πάντα συμμετρίαις λόγων καὶ ἰσότησι, καὶ κρεῖσσον οὐδὲν αὐτῶν οὐδʼ ὅμοιον ἄλλο συνθεῖναι τῇ φύσει καὶ συναρμόσαι λέλειπται. μιᾶς γε μὴν πάντα συστάσεως οὐκ εἴληχεν οὐδʼ ὁμοίαν ἔχει τήν γένεσιν, ἀλλὰ λεπτότατον μέν ἐστι καὶ μικρότατον ἡ πυραμίς, μέγιστον δὲ καὶ πολυμερέστατον τὸ δωδεκάεδρον· τῶν δὲ λειπομένων δυεῖν τοῦ ὀκταέδρου μεῖζον ἢ διπλάσιον πλήθει τριγώνων τὸ εἰκοσάεδρον, διὸ τὴν γένεσιν ἅμα πάντα λαμβάνειν ἐκ τῆς ὕλης ἀδύνατόν ἐστι. τὰ γὰρ λεπτὰ καὶ μικρὰ καὶ ταῖς κατασκευαῖς ἁπλούστερα πρῶτα τῷ κινοῦντι καὶ διαπλάττοντι τὴν ὕλην ὑπακούειν ἀνάγκη καὶ συντελεῖσθαι καὶ προϋφίστασθαι τῶν ἁδρομερῶν καὶ πολυσωμάτων καὶ τὴν σύστασιν ἐργωδεστέραν ἐχόντων, ἐξ ὧν τὸ δωδεκάεδρον. ἕπεται δὲ τούτῳ τὸ μόνον εἶναι σῶμα πρῶτον τὴν πυραμίδα, τῶν δʼ ἄλλων μηδέν, ἀπολειπομένων τῇ φύσει τῆς γενέσεως. ἔστιν οὖν ἴαμα καὶ ταύτης τῆς ἀτοπίας ἡ τῆς ὕλης εἰς πέντε κόσμους διαίρεσις καὶ διάστασις. ὅπου μὲν γὰρ πυραμὶς ʽ ὑπέστησε γὰρ πρῶτον̓, ὅπου δʼ ὀκτάεδρον, ὅπου δʼ εἰκοσάεδρον. ἐκ δὲ τοῦ προϋποστάντος ἐν ἑκάστῳ τὰ λοιπὰ τὴν γένεσιν ἕξει, κατὰ σύγκρισιν καὶ διάκρισιν μερῶν εἰς πάντα γιγνομένης πᾶσι μεταβολῆς, ὡς αὐτὸς ὁ Πλάτων ὑποδείκνυσι διὰ πάντων σχεδὸν ἐπεξιών ἡμῖν δὲ βραχέως ἀρκέσει μαθεῖν. ἐπεὶ γὰρ ἀὴρ μὲν σβεννυμένου πυρὸς ὑφίσταται, καὶ λεπτυνόμενος αὖθις ἐξ αὑτοῦ πῦρ ἀναδίδωσιν, ἐν τοῖς ἑκατέροις σπέρμασι τὰ πάθη δεῖ θεᾶσθαι καὶ τὰς μεταβολάς. σπέρματα δὲ πυρὸς μὲν ἡ πυραμίς, ἐξ εἴκοσι καὶ τεσσάρων πρώτων τριγώνων· τὸ δʼ ὀκτάεδρον ἀέρος ἐκ τεσσαράκοντα καὶ ὀκτὼ τῶν αὐτῶν γίγνεται. γίγνεται τοίνυν ἀέρος μὲν ἓν στοιχεῖον, ἐκ δυεῖν πυρὸς συγκραθέντων καὶ συστάντων, τὸ δʼ ἀέρος αὖ κερματιζόμενον εἰς δύο πυρὸς διακρίνεται σώματα, συνθλιβόμενον δʼ αὖθις αὑτῷ καὶ συμπῖπτον εἰς ὕδατος ἰδέαν ἄπεισιν. ὥστε πανταχοῦ τὸ προϋφιστάμενον ἀεὶ πᾶσι τοῖς ἄλλοις εὐπόρως παρέχειν τὴν γένεσιν ἐκ τῆς μεταβολῆς· καὶ μὴ μόνον ἓν εἶναι πρῶτον, ἑτέρου δʼ ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς γένεσιν ἔχοντος3 πᾶσι τηρεῖσθαι τὴν ὁμωνυμίαν.

“然而,”我说,“索利的狄奥多鲁斯在解释柏拉图的数学论述时,对此论题的探讨似乎并非毫无造诣。他的论述如下:柏拉图列为首要的角锥、八面体、二十面体和十二面体,皆因比例的对称与相等而呈现完美之美,在自然界中既没有留下优于它们的事物,也没有留下任何可与之比拟而能组合装配的事物。然而,它们绝未分得同一种构造,也未拥有相似的生成过程。角锥最细微、最小,而十二面体最大且构造最为复合;在其余两者中,二十面体在三角形的数量上比八面体的两倍还要多。因此,所有的立体不可能同时从质料中获得生成。因为那些细微、幼小且构造更为简单的形体,必然首先遵从运动并塑造质料者的力量,比那些粗大、多形体且构成更为费力的立体(十二面体即属于此类)先完成并预先存立。由此得出的结论是:唯独角锥是第一位的基础立体,而其余立体由于在生成的自然顺序上落后,皆不能称为第一。因此,消除这种荒谬的疗法就是将质料划分并分离为五个世界。在某个世界中是角锥(因为它是最先存立的),在另一个世界中是八面体,而在另一个世界中则是二十面体。而且,正如柏拉图本人在几乎论及一切细节时所指出的那样,由于各部分在结合与分离中使一切事物向着一切事物发生转变,各世界中其余的立体将从预先存立的立体中获得生成;对我们而言,简要了解便已足够。因为既然火熄灭时便生成空气,而空气再次变稀薄时又从自身释放出火,我们就必须在它们各自的种子中观察其受动与转变。火的种子是由二十四个基础三角形构成的角锥,而空气的八面体则是由四十八个相同的三角形构成的。因此,当两个火的要素结合并凝聚时,便生成一个空气的元素;而空气的元素再次破碎时,便分解为两个火的形体;若进一步相互压缩并挤压,它便转变为水的形态。如此一来,到处都是那预先存立者凭借转变而随时容易地为所有其余者提供生成;并且不仅单一立体是最初的,而且由于在不同的体系中由不同的立体拥有通向生成的首要且先行的运动,从而使所有立体都保有相同的名称。”

语法注3 条
  1. 31ἥδιον ἄν μοι δοκῶ μαθεῖν

    人称句式 δοκῶ μοι 与表示潜在可能性的 ἄν 以及不定式 μαθεῖν 相结合(相当于非人称句式 δοκεῖ μοι ... μαθεῖν ἄν)。意为“我似乎更乐意获悉……”,用以表达说话者强烈的求知意向。

  2. 31μηδὲν ὑποφαίνουσα τῆς ἐκεῖνον ἐπεσπασμένης πιθανότητος εἰπεῖν

    分词 ὑποφαίνουσα 修饰主语 ἡ ... ἔφοδος,并支配部分属格短语 τῆς ... πιθανότητος。不定式 εἰπεῖν 以限定或结果的用法依附于 πιθανότητος(意为“足以致使其说出……的说服力”),并引出后面的 ὡς 从句以说明具体内容。

  3. 427eἑτέρου δʼ ἐν ἑτέρῳ συστήματι κίνησιν ἀρχηγὸν καὶ προληπτικὴν ἐς γένεσιν ἔχοντος

    属格独立结构,其中 ἑτέρου 为逻辑主语(“不同的立体”),ἔχοντος 为分词。它作为并列不定式分句 τηρεῖσθαι(由 ὥστε 统辖)的伴随状况或原因,意为“由于在不同的体系中由不同的立体拥有通向生成的首要且先行的运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:31-32