← 普鲁塔克

论神谕的衰微

§28-30

批判克律西波斯与神对多个世界的统治

说话者通过指出世界外部运动与静止的荒谬性批评了克律西波斯等人的宇宙论,并论证即便设立多个世界,单一神明的统治与摄理也不会受到损害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28

ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες1 οὔτε μονῆς εὐπόρως παρέχει νόησιν οὔτε κινήσεως. πῶς γὰρ ἢ μενεῖ βάρος ἔχων ἢ κινήσεται πρὸς τὸν κόσμον, ὥσπερ τὰ λοιπὰ βάρη, μήτε μέρος ὢν αὐτοῦ μήτε συντεταγμένος εἰς τὴν οὐσίαν; γῆν δʼ ἐν ἑτέρῳ κόσμῳ περιεχομένην καὶ συνδεδεμένην οὐκ ἔδει διαπορεῖν ὅπως οὐκ ἐνταῦθα μεταχωρεῖ διὰ βάρος ἀπορραγεῖσα τοῦ ὅλου, τὴν φύσιν ὁρῶντας καὶ τὸν τόνον ὑφʼ οὗ συνέχεται τῶν μερῶν ἕκαστον. ἐπεὶ μὴ πρὸς τὸν κόσμον ἀλλʼ ἐκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες, ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ γενησόμεθα κινοῦντι τὰς ἀτόμους ἁπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὥσπερ ἢ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὑτῇ κάτω τε καὶ ἄνω νοῆσαι διδούσης, διὸ καὶ Χρύσιππον ἔστι θαυμάζειν, μᾶλλον δʼ ὅλως διαπορεῖν, ὅ τι δὴ παθὼν2 τὸν κόσμον ἐν μέσῳ φησὶν ἱδρῦσθαι, καὶ τὴν οὐσίαν αὐτοῦ τὸν μέσον τόπον ἀιδίως κατειληφυῖαν, οὐχ ἥκιστα τούτῳ συνείργεσθαι πρὸς διαμονὴν καὶ οἱονεὶ ἀφθαρσίαν. ταυτὶ γὰρ ἐν τῷ τετάρτῳ περὶ Δυνατῶν λέγει, μέσον τε τοῦ ἀπείρου τόπον οὐκ ὀρθῶς ὀνειρώττων ἀτοπωτέραν τε τῆς διαμονῆς τοῦ κόσμου τῷ ἀνυπάρκτῳ μέσῳ τὴν αἰτίαν ὑποτιθείς· καὶ ταῦτα πολλάκις εἰρηκὼς ἑτέροις, ὅτι ταῖς εἰς τὸ αὑτῆς μέσον ἡ οὐσία καὶ ταῖς ἀπὸ τοῦ αὑτῆς μέσου διοικεῖται καὶ συνέχεται κινήσεσι.

事实上,某些人假定存在于世界之外的那块石头,既无法让人轻易理解其静止,也无法让人轻易理解其运动。因为既然它既非世界的一部分,又未被编排进世界的实体中,它带着自身的重量,又怎能保持静止,或者像其他重物一样向着世界运动呢?对于那些看清了维系各部分的本性与张力的人而言,也没有必要去困惑:包容并结合在另一世界中的大地,为何不因重量而脱离整体迁移到这里来。因为如果我们不是相对于世界、而是在世界之外去设定‘下’与‘上’,我们就会陷入与伊壁鸠鲁相同的困境;他将所有的原子都移向脚下的场所,仿佛虚空长着脚,或者无限能在自身之中提供‘下’与‘上’的观念似的。因此,人们也可以对克律西波斯感到惊异,或者说完全感到困惑:他究竟中了什么邪,竟声称世界坐落于中心,其永恒占据中心位置的实体正是凭借这一点而格外凝聚以求长存并获得某种不朽。因为他正是在《论可能之事》第四卷中说了这番话,既不正确地梦想着无限的中心场所,又把世界长存的原因寄托于不存在的中心这一更为荒谬的假设之上;更何况他常对其他人说,实体是通过向着自身中心和脱离自身中心的运动而受到治理并维系在一起的。

§29

καὶ μὴν τὰ γʼ ἄλλα τῶν Στωικῶν τίς ἂν φοβηθείη, πυνθανομένων3 πῶς εἱμαρμένη μία μενεῖ καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται, πλειόνων ὄντων κόσμων; πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ ἡλίους καὶ σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν. ἔπειτα τίς ἀνάγκη πολλοὺς εἶναι Δίας, ἂν πλείονες ὦσι κόσμοι, καὶ μὴ καθʼ ἕκαστον ἄρχοντα πρῶτον καὶ ἡγεμόνα τοῦ ὅλου θεὸν ἔχοντα καὶ νοῦν καὶ λόγον, οἷος ὁ παρʼ ἡμῖν κύριος ἁπάντων καὶ πατὴρ ἐπονομαζόμενος; ἢ τί κωλύσει τῆς τοῦ Διὸς εἱμαρμένης καὶ προνοίας ὑπηκόους πάντας εἶναι, καὶ τοῦτον ἐφορᾶν ἐν μέρει καὶ κατευθύνειν, ἐνδιδόντα πᾶσιν ἀρχὰς καὶ σπέρματα καὶ λόγους τῶν περαινομένων; οὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων,4 οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους ἢ πεντήκοντʼ ἢ ἑκατὸν ὄντας ἑνὶ χρῆσθαι λόγῳ καὶ πρὸς ἀρχὴν συντετάχθαι μίαν ἀδύνατόν ἐστιν. ἀλλὰ καὶ πάνυ πρέπει θεοῖς ἡ τοιαύτη διάταξις· οὐ γὰρ ὡς σμήνους ἡγεμόνας δεῖ ποιεῖν ἀνεξόδους οὐδὲ φρουρεῖν συγκλείσαντας τῇ ὕλῃ μᾶλλον δὲ συμφράξαντας, ὥσπερ οὗτοι τοὺς θεοὺς ἀέρων ἕξεις ποιοῦντες καὶ ὑδάτων καὶ πυρὸς δυνάμεις ἐγκεκραμένας ἡγούμενοι συγγεννῶσι τῷ κόσμῳ καὶ πάλιν συγκατακάουσιν, οὐκ ἀπολύτους οὐδʼ ἐλευθέρους οἷον ἡνιόχους ἢ κυβερνήτας ὄντας ἀλλʼ, ὥσπερ ἀγάλματα προσηλοῦται καὶ συντήκεται βάσεσιν, οὕτως ἐγκεκλειμένους εἰς τὸ σωματικὸν καὶ συγκαταγεγομφωμένους, κοινωνοῦντας αὐτῷ μέχρι φθορᾶς καὶ διαλύσεως ἁπάσης καὶ μεταβολῆς.

再者,斯多亚学派质问若有多个世界,命运与摄理如何保持唯一,岂非会出现许多宙斯和泽恩,对于他们其余的这些论调,又有谁会畏惧呢?首先,如果存在许多宙斯和泽恩是荒谬的,那么他们自己的理论无疑要荒谬得多;因为他们在无限的世界周期中设定了无数的太阳、月亮、阿波罗、阿耳忒弥斯和波塞冬。其次,若有多个世界,为何必然有许多宙斯,而不是在每个世界中都有一位作为全界首要统治者和导师的神明,拥有理智与逻各斯,正如在我们这里被称为万物之主与天父的那位一样?抑或有什么能阻止它们全都归顺于宙斯的命运与摄理,阻止他依次视察并指引各界,将所成就之事的始基、种子和逻各斯赋予万物呢?难道在尘世中,往往由相互分离的形体构成单一的整体(例如公民大会、军队和歌队,正如克律西波斯所认为的那样,其中的每一个体恰好能够生活、思考和学习),而在宇宙中,若存在十个、五十个或一百个世界,它们运用单一的逻各斯并被编排在单一的统治之下,反倒是绝不可能的吗?不仅如此,这样的统辖完全适合神明。因为不应当把他们塑造成蜂群的首领那般不得脱身,也不应当把他们封闭、或者说紧紧封堵在质料中加以拘禁;正像这些人所做的那样,他们把神明当作空气的状态,视为水与火相混合的力量,让神明与世界一同诞生,又一同烧尽;神明并非像御者或舵手那样摆脱拘束、自由自在,而是如同雕像被钉死并熔接在基座上一样,被关进形体之中并牢牢铆接,与形体休戚与共,直至完全的毁灭、解体与转变。

§30

ἐκεῖνος δʼ οἶμαι σεμνότερος ὁ λόγος καὶ μεγαλοπρεπέστερος, ἀδεσπότους καὶ αὐτοκρατεῖς τοὺς θεοὺς ὄντας, ὥσπερ οἱ Τυνδαρίδαι τοῖς χειμαζομένοις βοηθοῦσιν "ἐπερχόμενοί τε μαλάσσοντες βίᾳ τὸν πόντον ὠκείας τʼ ἀνέμων ῥιπάς" οὐκ ἐμπλέοντες αὐτοὶ καὶ συγκινδυνεύοντες ἀλλʼ ἄνωθεν ἐπιφαινόμενοι καὶ σῴζοντες· οὕτως ἐπιέναι τῶν κόσμων ἄλλοτʼ ἄλλον, ἡδονῇ τε τῆς θέας ἀγομένους καὶ τῇ φύσει συναπευθύνοντας ἕκαστον. ὁ μὲν γὰρ Ὁμηρικὸς Ζεὺς οὐ πάνυ πρόσω μετέθηκε τὴν ὄψιν ἀπὸ Τροίας ἐπὶ τὰ Θρᾴκια καὶ τοὺς περὶ τὸν Ἴστρον νομάδας, ὁ δʼ ἀληθινὸς ἔχει καλὰς καὶ πρεπούσας ἐν πλείοσι κόσμοις μεταβολάς, οὐχὶ κενὸν ἄπειρον ἔξω βλέπων οὐδʼ ἑαυτὸν ἄλλο δʼ οὐδὲν ʽ ὡς ᾠήθησαν ἔνιοἰ νοῶν, ἀλλʼ ἔργα τε θεῶν καὶ ἀνθρώπων πολλὰ κινήσεις τε καὶ φορὰς ἄστρων ἐν περιόδοις καταθεώμενος. οὐ γὰρ ἀπεχθάνεται μεταβολαῖς ἀλλὰ καὶ πάνυ χαίρει τὸ θεῖον, εἰ δεῖ τῶν φαινομένων τεκμαίρεσθαι ταῖς κατʼ οὐρανὸν ἐξαμείψεσι καὶ περιόδοις. ἡ μὲν οὖν ἀπειρία παντάπασιν ἀγνώμων καὶ ἄλογος καὶ μηδαμῇ προσιεμένη θεόν, ἀλλὰ χρωμένη πρὸς πάντα τῷ κατὰ τύχην καὶ αὐτομάτως· ἡ δʼ ἐν ὡρισμένῳ πλήθει καὶ ἀριθμῷ κόσμων ἐπιμέλεια καὶ πρόνοια τῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ5 καὶ τοῦτο μετασχηματιζούσης καὶ ἀναπλαττούσης ἀπειράκις ἔμοιγε δοκεῖ μηδὲν ἔχειν ἀσεμνότερον μηδʼ ἐπιπονώτερον.

相反,我认为下述说法更为庄严雄伟:神明不受主宰且握有主权,正如廷达柔斯的诸子援助遭遇风暴的人们,‘既奔驰而来,又以威力抚平深海与狂风的迅疾吹袭’,他们自己并不登船同历艰险,而是从高处显圣实施救助;同样,神明受景观之乐的吸引,并与自然一道指引各界,时而降临这一世界,时而降临另一世界。荷马笔下的宙斯并没有把目光从特洛伊移到很远的地方,仅及色雷斯和伊斯特罗斯河畔的游牧民;而真正的宙斯在多个世界中拥有优美而相称的转变,他既不注视外部无限的虚空,也不(如某些人所设想的那样)仅思索自身而无视其他一切,而是巡视神明与人类的众多事业,以及群星在周期中的运动与运行。因为神明并不厌恶转变,反而极其喜悦,如果人们必须从天体变换与周期的可见现象来作出推断的话。无限的观念完全盲目而无理性,绝不接纳神明,而是将一切诉诸偶然与自发;相比之下,对确定数目和总量的世界施加的关照与摄理,在我看来,比起那潜入单一形体、附着于单一形体并将其无数次重新塑造和再造的摄理,绝无丝毫更不庄严,也绝无丝毫更辛劳。

语法注5 条
  1. 28ὃν μὲν γὰρ ἔξω τοῦ κόσμου λίθον ὑποτίθενταί τινες

    先行词 λίθον 被吸收入关系从句并呈现宾格的逆向吸引(attractio inversa)结构。在主句句法上充当主语,即 λίθος γάρ, ὃν ... ὑποτίθενταί τινες, οὔτε μονῆς ... παρέχει νόησιν(“某些人假定的那块石头,既无法让人理解其静止……”)。

  2. 425dὅ τι δὴ παθὼν

    疑问词 ὅ τι 与分词 παθών 结合的习语表达(τί παθών 的间接疑问形式,字面意为“遭遇了什么”),带有困惑或责难的语气(“中了什么邪”、“出于何种考虑”),修饰 φησίν 的主语,支配宾格不定式从句 τὸν κόσμον ... ἱδρῦσθαι。

  3. 425eπυνθανομένων

    属格独立结构中的分词,其逻辑主语承接前文属格的 τῶν Στωικῶν,在伴随语境中表达斯多亚学派提出责难的质问(“当他们质问……时”)。

  4. 426aοὐ γὰρ ἐνταῦθα μὲν ἓν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων

    以 οὐ γάρ 开头的修辞性对比反问句骨架:“难道在尘世……而在宇宙中……反倒是绝不可能的吗?”通过 ἐνταῦθα μέν 与 ἐν δὲ τῷ παντί 的对照,指出承认人间存在由分离个体组成的有机复合体(如军队),却否认多元宇宙在单一神明统治下的可能性是自相矛盾的。

  5. 426eτῆς εἰς ἓν δεδυκυίας σῶμα καὶ προσηρτημένης ἑνὶ

    比较属格,由比较级形容词 μηδὲν ἀσεμνότερον μηδʼ ἐπιπονώτερον 所支配。将关照确定数目世界的摄理方式,与斯多亚学派所主张的“潜入单一身体并受其束缚的摄理”作对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:28-30