- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:26-27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
兰普里亚斯批判了阿里士多德基于“中心”概念论证单一世界的观点,指出中心并非空间性或绝对的存在,而是属于物体性结构的相对概念。因此,即便存在多个世界,只要各个世界内部具备各自固有的中心与秩序,便完全合乎自然。
ἀλλὰ καὶ ταῦτα πιθανῶς μᾶλλον ἢ ἀληθῶς εἴρηται σκόπει δʼ οὕτως ἔφην ὦ φίλε Δημήτριε. τῶν γὰρ σωμάτων τὰ μὲν ἐπὶ τὸ μέσον καὶ κάτω κινεῖσθαι λέγων τὰ δʼ ἀπὸ τοῦ μέσου καὶ ἄνω τὰ δὲ περὶ τὸ μέσον καὶ κύκλῳ, πρὸς τί λαμβάνει τὸ μέσον; οὐ δήπου πρὸς τὸ κενόν· οὐ γὰρ ἔστι κατʼ αὐτόν. καθʼ οὓς δʼ ἔστιν, οὐκ ἔχει μέσον, ὥσπερ οὐδὲ πρῶτον οὐδʼ ἔσχατον πέρατα γὰρ ταῦτα, τὸ δʼ ἄπειρον καὶ ἀπεράτωτον. εἰ δὲ καὶ βιάσαιτό τις αὑτὸν λόγου βίᾳ κενοῦ μέσον ἀπείρου νοῆσαί τι, τίς ἡ πρὸς τοῦτο γιγνομένη τῶν κινήσεων διαφορὰ τοῖς σώμασι; οὔτε γὰρ ἐν τῷ κενῷ δύναμίς ἐστι τῶν σωμάτων οὔτε τὰ σώματα προαίρεσιν ἔχει καὶ ὁρμήν, ἣ τοῦ μέσου γλίχεται καὶ πρὸς τοῦτο συντείνει πανταχόθεν. ἀλλʼ ὁμοίως ἄπορόν ἐστιν ἀψύχων σωμάτων πρὸς ἀσώματον χώραν καὶ ἀδιάφορον ἢ φορὰν ἐξ αὑτῶν ἢ ὁλκὴν ὑπʼ ἐκείνης γιγνομένην νοῆσαι. λείπεται τοίνυν τὸ μέσον οὐ τοπικῶς ἀλλὰ σωματικῶς λέγεσθαι. τοῦδε γὰρ τοῦ κόσμου μίαν ἐκ πλειόνων σωμάτων καὶ ἀνομοίων ἑνότητα καὶ σύνταξιν ἔχοντος, αἱ διαφοραὶ τὰς κινήσεις ἄλλοις πρὸς ἄλλα ποιοῦσιν ἐξ ἀνάγκης· δῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν1 αἱ μὲν γὰρ διακρίσεις ἀπὸ τοῦ μέσου τὴν ὕλην αἰρομένην ἄνω κύκλῳ διανέμουσιν αἱ δὲ συγκρίσεις καὶ πυκνώσεις πιέζουσι κάτω πρὸς τὸ μέσον καὶ συνελαύνουσι.
“然而,这些论点与其说是真实,不如说只是说得动听。我亲爱的德米特里乌斯,”我说道,“请这样来考虑:当他说各类物体中,一部分向着中心向下运动,一部分脱离中心向上运动,另一部分围绕中心作圆周运动时,他是相对于什么来设定‘中心’的呢?想必不是相对于虚空,因为按照他的说法虚空并不存在;而对于主张虚空存在的人来说,虚空没有中心,正如它既无开端也无终点一样,因为这些都是界限,而虚空是无限且无界限的。即便有人凭借言辞的力量强迫自己去想象无限虚空的某种中心,物体相对于这中心又会产生怎样的运动差异呢?因为虚空中既不存在物体的力量,物体也不具备渴望中心并从四面八方向其汇聚的意向与冲动。毋宁说,对于无生命的物体,设想它们会朝向非物体且无差别的空间产生自发的运动,或是设想受到那空间的吸引,同样都是不可理解的。由此可见,‘中心’不是在空间意义上、而是在物体意义上被谈论的。因为既然这个世界是由多数且相异的物体构成的单一统一体和结构,各物体的差异便必然使它们相互之间产生各异的运动;这从个别物体在实体上发生重组时亦同时改变其位置这一事实中显而易见:因为分离作用将从中心升起的质料向上作圆周状分散,而结合与凝聚作用则向着中心向下压迫并将其聚拢。
περὶ ὧν οὐκ ἀναγκαῖον ἐνταῦθα πλείοσι λόγοις χρῆσθαι. ἣν γὰρ ἄν τις ὑπόθηται τῶν παθῶν τούτων καὶ τῶν μεταβολῶν αἰτίαν εἶναι δημιουργόν, αὕτη συνέξει τῶν κόσμων ἕκαστον ἐν ἑαυτῷ. καὶ γὰρ γῆν καὶ θάλατταν ἕκαστος ἔχει κόσμος· ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ μὲν γὰρ ἐκτός, εἴτʼ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει μέσον, ὡς εἴρηται· πλειόνων δὲ κόσμων ὄντων, καθʼ ἕκαστόν ἐστιν ἴδιον μέσον· ὥστε κίνησις ἰδία τοῖς μὲν ἐπὶ τοῦτο τοῖς δʼ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν. ὁ δʼ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφʼ ἓν μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ μήνιγγι τοὺς πάντων ἐγκεφάλους περιέχεσθαι, δεινὸν ἡγούμενος,2 εἰ τῶν φυσικῶν σωμάτων οὐ μίαν ἅπαντα τὰ στερρὰ καὶ μίαν τὰ μανὰ χώραν ἐφέξει. καὶ γὰρ οὗτος ἄτοπος ἔσται κἀκεῖνος ἀγανακτῶν, εἰ τὰ ὅλα τοῖς αὑτῶν μέρεσι χρῆται, τὴν κατὰ φύσιν θέσιν ἔχουσιν ἐν ἑκάστῳ καὶ τάξιν. ἐκεῖνο γὰρ ἦν ἄτοπον, εἴ τις ἔλεγε3 κόσμον εἶναι τὸν ἐν αὐτῷ σελήνην ἔχοντα καθάπερ ἄνθρωπον ἐν ταῖς πτέρναις τὸν ἐγκέφαλον φοροῦντα καὶ τὴν καρδίαν ἐν τοῖς κροτάφοις. τὸ δὲ πλείονας ποιοῦντας χωρὶς ἀλλήλων κόσμους ἅμα τοῖς ὅλοις τὰ μέρη συναφορίζειν καὶ συνδιαιρεῖν οὐκ ἄτοπον· ἡ γὰρ ἐν ἑκάστῳ γῆ καὶ θάλασσα καὶ οὐρανὸς κείσεται κατὰ φύσιν ὡς προσήκει, τὸ τʼ ἄνω καὶ κάτω καὶ κύκλῳ καὶ μέσον οὐ πρὸς ἄλλον οὐδʼ ἐκτὸς ἀλλʼ ἐν ἑαυτῷ καὶ πρὸς ἑαυτὸν ἔχει τῶν κόσμων ἕκαστος.
关于这些事情,此处无需多费口舌。因为无论人们假定何种原因是产生这些状态和变化的缔造者,这一原因都将把各个世界在自身之中维系起来。因为实际上每个世界都有大地和海洋;每个世界也都拥有固有的中心,拥有物体的状态、变化,以及将各部分保全并维系在相应位置的本性与力量。正如前文所说,外部无论是虚无还是无限的虚空,都不提供中心;但若有多个世界,各个世界中便有其固有的中心,从而正如他们自己所区分的那样,对某些物体而言存在着向着这中心的固有运动,对某些物体而言存在着脱离这中心的运动,对另一些物体而言则存在着围绕这中心的运动。因此,在存在许多中心的情况下,硬要主张来自各方的重物只被推向唯一的中心,这与在存在许多人的情况下硬要主张来自各处的血液流归单一的静脉、所有人的大脑都被单一的脑膜所包裹,并认为若自然物体中一切坚固之物不占有单一场所、一切稀疏之物不占有单一场所便是不可理喻,二者之间毫无差别。因为如果有人因整体运用各自的部分、且这些部分在各自身中拥有顺应自然的配置与秩序而感到愤慨,那么此人与前述之人同样荒谬。事实上,若有人声称存在一个将月亮置于自身内部的世界,正如一个人将大脑长在脚后跟上、将心脏长在太阳穴上一样,那确实是荒谬的;但在确立彼此独立的多个世界时,将它们的部分随同整体一并加以划定和划分,却并不荒谬;因为每个世界中的大地、海洋与天空都将顺应自然而恰如其分地安放,每个世界拥有‘上’、‘下’、‘圆周’与‘中心’,并非相对于另一世界或外部,而是在自身之内且相对于自身。”
- 424eδῆλον δὲ τῷ μετακοσμούμενα ταῖς οὐσίαις ἕκαστα καὶ τὰς χώρας ἅμα συμμεταβάλλειν
δῆλον之后省略了系动词ἐστί,带冠词的不定词与格(τῷ ... συμμεταβάλλειν)表原因或根据(“由……是显然的”)。中性复数宾格ἕκαστα为不定词的逻辑主语,分词μετακοσμούμενα与其保持一致。
- 425bδεινὸν ἡγούμενος
主格分词δεινὸν ἡγούμενος在句法上与主句主语ὁ δʼ ἀξιῶν一致,而未受中间插入的比较属格结构τοῦ ... ἀξιοῦντος影响变成属格(ἡγουμένου)。它补充说明了主语(ὁ ἀξιῶν)持有该主张的心态与理由。
- 425bἐκεῖνο γὰρ ἦν ἄτοπον, εἴ τις ἔλεγε
由归结分句的未完成过去直陈式(ἦν)与条件分句的εἰ加未完成过去直陈式(ἔλεγε)构成的与事实相反的虚拟条件句。在表达适宜性、可能性或荒谬性(如ἄτοπον ἦν、ἔδει等)的结构中,古典希腊语习惯上不在归结分句中添加小词ἄν即可表达违背事实的假定。
