← 普鲁塔克

论神谕的衰微

§24-25

基于神意与美德对复数世界论的辩护

叙述者论证了否定无限世界的理由并不排斥复数世界的存在,从神圣摄理、美德的施行以及自然的属种结构出发为多重世界辩护,并反驳了对外来冲击的恐惧以及基于亚里士多德自然场所说的单一世界论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

πρῶτον τοίνυν ἔφην ἐγώ τὰ κωλύοντα ποιεῖν κόσμους ἀπείρους οὐκ ἀπείργει πλείονας ἑνὸς ποιεῖν. καὶ γὰρ οἷόν τʼ ἔστιν εἶναι καὶ μαντικὴν καὶ πρόνοιαν ἐν πλείοσι κόσμοις, καὶ τὸ μικροτάτην τύχην παρεμπίπτειν, τὰ δὲ πλεῖστα καὶ μέγιστα τάξιν λαμβάνειν πρὸς γένεσιν καὶ μεταβολήν, ὧν οὐδὲν ἡ ἀπειρία δέχεσθαι πέφυκεν. ἔπειτα τῷ λόγῳ μᾶλλον ἕπεται τὸ τῷ θεῷ μὴ μονογενῆ μηδʼ ἔρημον εἶναι τὸν κόσμον. ἀγαθὸς γὰρ ὢν τελέως οὐδεμιᾶς ἀρετῆς ἐνδεής ἐστιν, ἥκιστα δὲ τῶν περὶ δικαιοσύνην καὶ φιλίαν· κάλλισται γὰρ αὗται καὶ θεοῖς πρέπουσαι. μάτην δʼ οὐδὲν ἔχειν οὐδʼ ἄχρηστον θεὸς πέφυκεν. εἰσὶν οὖν ἐκτὸς ἕτεροι θεοὶ καὶ κόσμοι, πρὸς οὓς χρῆται ταῖς κοινωνικαῖς ἀρεταῖς· οὐ γὰρ πρὸς αὑτὸν οὐδὲ μέρος αὑτοῦ χρῆσίς ἐστι δικαιοσύνης ἢ χάριτος ἢ χρηστότητος ἀλλὰ πρὸς ἄλλους;. ὥστʼ οὐκ εἰκὸς ἄφιλον οὐδʼ ἀγείτονα τόνδʼ οὐδʼ ἄμικτον ἐν ἀπείρῳ κενῷ τὸν κόσμον σαλεύειν· ἐπεὶ καὶ τὴν φύσιν ὁρῶμεν τὰ καθʼ ἕκαστα γένεσιν καὶ εἴδεσιν οἷον ἀγγείοις ἢ περικαρπίοις σπέρματος περιέχουσαν. οὐδὲν γὰρ ἐν ἀριθμῷ τῶν ὄντων ἔστιν, οὗ γε μὴ λόγος ὑπάρχει κοινός, οὐδὲ τυγχάνει τῆς τοιᾶσδε προσηγορίας ὃ μὴ κοινῶς ποιὸν ἢ ἰδίως1 ἐστίν. ὁ δὲ κόσμος οὐ λέγεται κοινῶς εἶναι ποιός· ἰδίως τοίνυν ποιός ἐστιν ἐκ διαφορᾶς τῆς πρὸς ἄλλα συγγενῆ καὶ ὁμοειδῆ γεγονὼς τοιοῦτος. εἰ γὰρ οὔτʼ ἄνθρωπος εἷς οὔτʼ ἵππος ἐν τῇ φύσει γέγονεν οὔτʼ ἄστρον οὔτε θεὸς οὔτε δαίμων, τί κωλύει μηδὲ κόσμον ἕνα τὴν φύσιν ἔχειν ἀλλʼ ἢ πλείονας;2 ὁ γὰρ λέγων, ὅτι καὶ γῆν μίαν ἔχει καὶ θάλατταν, ἐμφανὲς τι παρορᾷ τὸ τῶν ὁμοιομερῶν τήν τε γὰρ γῆν εἰς ὁμώνυμα μέρη καὶ τὴν θάλατταν ὡσαύτως διαιροῦμεν· τοῦ δὲ κόσμου μέρος οὐκέτι κόσμος ἀλλʼ ἐκ διαφόρων φύσεων συνέστηκε.

“那么首先,”我说道,“阻碍确立无限世界的理由,并不妨碍确立多于一个的世界。因为在多个世界中,预言与神意同样能够存在,偶然的介入极微,而绝大多数且最重要的事物皆能获得趋向生成与变化的秩序——这一切都是无限性在本质上无法容纳的。其次,更合乎理路的是,世界对神而言既非独一无二,亦非孤立隔绝。因为神既然至善完满,便不缺乏任何美德,尤其不缺乏关于正义与友谊的美德;而这些美德是最美好且最合乎神祇身份的。神按其本性绝不徒然或毫无用处地拥有任何东西。因此在外部存在着其他神祇与世界,神向它们施展社会性的美德;因为正义、恩惠或良善的施行,不是针对自身或自身的一部分,而是针对他人。所以,这个世界在无限的虚空中无友、无邻、不相往来地飘摇荡漾,是不可信的;何况我们见到自然界也是将个别事物包容在属与种之中,如同置于容器或种子的外皮里一般。因为在现存的事物中,凡具数目者,无一不具备共同的定义,任何不具备普遍性质或个别性质者,亦不能获得此类称谓。然而世界并不被称为具有普遍性质;因此它是具有个别性质的,是由于与同族同类的其他事物的差异而成为这般的。如果说在自然界中既未曾只生成唯一的人、唯一的马,亦未曾只有唯一的星辰、神祇或神灵,那么又有什么能阻碍自然界也不只拥有一个世界,而是拥有多个呢?因为声称大地只有一个、海洋只有一个的人,忽略了关于同质部分的显明事实:我们把大地分割为同名的各部分,海洋亦是如此;而世界的一部分却不再是世界,乃是由各异的性质复合而成的。

§25

καὶ μὴν ὅ γε μάλιστα φοβηθέντες3 ἔνιοι καταναλίσκουσιν τὴν ὕλην εἰς τὸν κόσμον ἅπασαν, ὡς μηδὲν ὑπολειπόμενον ἐκτὸς ἐνστάσεσιν ἢ πληγαῖς διαταράττοι τὴν τοῦδε σύστασιν, οὐκ ὀρθῶς ἔδεισαν. πλειόνων γὰρ ὄντων κόσμων ἰδίᾳ δʼ ἑκάστου συνειληχότος οὐσίᾳ καὶ ὕλῃ μέτρον ὡρισμένον ἐχούσῃ καὶ πέρας, οὐδὲν ἄτακτον οὐδʼ ἀκατακόσμητον οἷον περίττωμα λειφθήσεται προσπίπτον ἔξωθεν. ὁ γὰρ περὶ ἕκαστον λόγος ἐγκρατὴς ὢν τῆς συννενεμημένης ὕλης οὐδὲν ἔκφορον ἐάσει καὶ πλανώμενον ἐμπεσεῖν ἐξ ἄλλου οὐδʼ εἰς ἑαυτὸν ἐξ ἄλλου διὰ τὸ μήτε πλῆθος ἀόριστον καὶ ἄπειρον τὴν φύσιν ἔχειν μήτε κίνησιν ἄλογον καὶ ἄτακτον. εἰ δὲ καί τις ἀπορροὴ φέρεται πρὸς ἑτέρους ἀφʼ ἑτέρων, ὁμόφυλον εἶναι καὶ προσηνῆ καὶ πᾶσιν ἠπίως ἐπιμιγνυμένην ὥσπερ αἱ τῶν ἀστέρων αὐγαὶ καὶ συγκράσεις, αὐτούς τε τέρπεσθαι καθορῶντας ἀλλήλους εὐμενῶς, θεοῖς τε πολλοῖς καὶ ἀγαθοῖς καθʼ ἕκαστον οὖσι παρέχειν ἐπιμιξίας καὶ φιλοφροσύνας. ἀδύνατον γὰρ οὐδέν ἐστι τούτων οὔτε μυθῶδες οὔτε παράλογον εἰ μὴ νὴ Δία τὰ τοῦ Ἀριστοτέλους ὑπόψονταί τινες ὡς φυσικὰς αἰτίας ἔχοντα. τῶν γὰρ σωμάτων ἑκάστου τόπον οἰκεῖον ἔχοντος, ὥς φησιν, ἀνάγκη τὴν γῆν πανταχόθεν ἐπὶ τὸ μέσον φέρεσθαι καὶ τὸ ὕδωρ ἐπʼ αὐτῆς διὰ βάρος ὑφιστάμενον τοῖς κουφοτέροις. ἂν οὖν πλείονες ὦσι κόσμοι, συμβήσεται τὴν γῆν πολλαχοῦ μὲν ἐπάνω τοῦ πυρὸς καὶ τοῦ ἀέρος κεῖσθαι πολλαχοῦ δʼ ὑποκάτω· καὶ τὸν ἀέρα, καὶ τὸ ὕδωρ ὁμοίως, πῆ μὲν ἐν ταῖς κατὰ φύσιν πῆ δʼ ἐν ταῖς παρὰ φύσιν χώραις ὑπάρχειν. ὧν ἀδυνάτων ὄντων, ὡς οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους,4 ἀλλʼ ἕνα τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης συγκείμενον, ἱδρυμένον κατὰ φύσιν, ὡς προσήκει ταῖς τῶν σωμάτων διαφοραῖς.

再者,某些人最为惧怕、因而将全部质料耗尽于这一世界之中,以免有任何残余留存在外、通过碰撞或冲击扰乱其结构,他们的这种恐惧也是不正确的。因为如果有多个世界,且各自独立分得具有确定分寸与界限的实体和质料,那么便不会有任何杂乱无章、未经规整的类似残渣之物遗留下来从外部侵袭。因为主管各世界的理性掌管着分配给它的质料,既不会任由任何脱轨游荡之物从一个世界落入另一个世界,也不会任其从他处落入自身之中,因为自然界既没有不确定和无限的数量,也没有盲目和紊乱的运动。即使确实有某种流注从一些世界流向另一些世界,那也是同类且温和的,如星辰的光辉与融汇一般柔和地与万物相交,世界本身亦在彼此善意的守望中欢悦,并为各世界中存在的众多良善神祇提供交往与亲善。因为这一切既非不可能,亦非神话,更非荒谬,除非真的有人对阿里士多德的论述心存顾虑,以为其具有自然原因。因为正如他所言,各类物体既然各有其固有场所,大地便必然从四面八方奔向中心,而水则因重量沉于较轻物体之下而覆于大地之上。因此,若有多个世界,势必导致大地在许多地方位于火与气之上,在许多地方又位于其下;而气与水亦同样,或处于顺应自然之所,或处于违背自然之所。由于在他看来这些都是不可能的,因此世界既不能有两个也不能有多个,而只能有这由全部实体构成的一个世界,顺应自然而确立,正如物体的各异属性所应当的那样。”

语法注4 条
  1. 423eκοινῶς ποιὸν ἢ ἰδίως

    此处借用了斯多亚派范畴论中“普遍规定之性质”(κοινῶς ποιόν)与“个别规定之性质”(ἰδίως ποιόν)的对立。在语境中,它充当决定实体获得名称的标准:事物要么因从属于某一共通的种而得名,要么作为个别者与同类之物相区分而得名。

  2. 423eἀλλʼ ἢ πλείονας

    惯用短语 ἀλλʼ ἤ 常接在否定词或反问句之后,意为“除……之外”或“反而是”。此处承接前面的否定词 μηδέ,在句法上引出对比性的结果,即“并非只拥有一个世界,而是拥有多个”。

  3. 424aὅ γε μάλιστα φοβηθέντες

    中性单数宾格关系代名词 ὅ 充当前置的内涵宾格,由分词 φοβηθέντες(“最感恐惧之事”)所支配,并在句法上预先提示了主句动词 οὐκ ὀρθῶς ἔδεισαν 的宾语。整个关系分句具有名词性功能,在主句之前先行引出所要反驳的主题。

  4. 424cὧν ἀδυνάτων ὄντων, ὡς οἴεται, μήτε δύο μήτε πλείονας εἶναι κόσμους

    ὧν ἀδυνάτων ὄντων 为属格绝对结构,承接前句所推导出的荒谬物理后果(地、水、气的反常位置)。随后的带不定式的宾格从句 μήτε δύο μήτε πλείονας εἶναι κόσμους,既可视为前面 ἀνάγκη 或 συμβήσεται 的支配结构在省略状态下的延续,亦可理解为直接充当 ὡς οἴεται(如他所认为的)所引出的间接引语补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:24-25