← 普鲁塔克

论神谕的衰微

§22-23

一百八十三座世界说与五个世界的解释

克里昂布罗托斯转述了红海贤者关于一百八十三座世界的秘传宇宙论,对话者们指出该说实源于西西里的佩特隆,并进而探讨了柏拉图与荷马所谓的“五个世界”说的真实含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22

σιωπήσαντος δὲ τοῦ Κλεομβρότου, πᾶσι μὲν ὁ λόγος ἐφάνη θαυμαστός. τοῦ δʼ Ἡρακλέωνος πυθομένου πῆ ταῦτα προσήκει Πλάτωνι καὶ πῶς ἐκεῖνος τὸ ἐνδόσιμον τῷ λόγῳ τούτῳ παρέσχεν, ὁ Κλεόμβροτος; εὖ μνημονεύεις εἶπεν ὅτι τὴν μὲν ἀπειρίαν αὐτόθεν ἀπέγνω τῶν κόσμων, περὶ δὲ πλήθους ὡρισμένου διηπόρησε, καὶ μέχρι τῶν πέντε τοῖς ὑποτιθεμένοις κατὰ στοιχεῖον ἕνα κόσμον ἐπιχωρήσας τὸ εἰκὸς, αὐτὸς ἑαυτὸν ἐφʼ ἑνὸς ἐτήρησεν. καὶ δοκεῖ τοῦτο Πλάτωνος ἴδιον εἶναι, τῶν ἄλλων σφόδρα φοβηθέντων τὸ πλῆθος, ὡς τοὺς ἑνὶ τὴν ὕλην μὴ ὁρίσαντας ἀλλʼ, ἐκβάντας εὐθὺς ἀορίστου καὶ χαλεπῆς ἀπειρίας ὑπολαμβανούσης.1 ὁ δὲ ξένος ἔφην ἐγώ περὶ πλήθους κόσμων ὥριζεν Πλάτων ἤ, ὅτε συνεγένου τἀνδρὶ τούτῳ, οὐδὲ, διεπειράθης;ʼ ἀλλʼ οὐκ ἔμελλον εἶπεν ὁ Κλεόμβροτος εἰ μηδὲν ἄλλο, τῶν περὶ ταῦτα λιπαρὴς εἶναι καὶ πρόθυμος ἀκροατὴς, ἐνδιδόντος ἑαυτὸν ἵλεων καὶ παρέχοντος; ἔλεγε δὲ μήτʼ ἀπείρους μήθʼ ἕνα μήτε πέντε κόσμους, ἀλλὰ τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑκατὸν εἶναι συντεταγμένους κατὰ σχῆμα τριγωνοειδές, οὗ πλευρὰν ἑκάστην ἑξήκοντα κόσμους ἔχειν· τριῶν δὲ τῶν λοιπῶν ἕκαστον ἱδρῦσθαι κατὰ γωνίαν, ἅπτεσθαι δὲ τοὺς ἐφεξῆς ἀλλήλων ἀτρέμα περιιόντας ὥσπερ ἐν χορείᾳ· τὸ δʼ ἐντὸς ἐπίπεδον τοῦ τριγώνου κοινὴν ἑστίαν εἶναι πάντων, καλεῖσθαι δὲ πεδίον ἀληθείας, ἐν ᾧ τοὺς λόγους καὶ τὰ εἴδη καὶ τὰ παραδείγματα τῶν γεγονότων καὶ τῶν γενησομένων ἀκίνητα κεῖσθαι, καὶ περὶ αὐτὰ τοῦ αἰῶνος ὄντος οἷον ἀπορροὴν ἐπὶ τοὺς κόσμους φέρεσθαι τὸν χρόνον. ὄψιν δὲ τούτων καὶ θέαν ψυχαῖς ἀνθρωπίναις ἅπαξ ἐν ἔτεσι μυρίοις ὑπάρχειν, ἄν γʼ βιώσωσι· καὶ τῶν ἐνταῦθα τελετῶν τὰς ἀρίστας ἐκείνης ὄνειρον εἶναι τῆς ἐποπτείας καὶ τελετῆς· καὶ τοὺς λόγους ἀναμνήσεως ἕνεκα τῶν ἐκεῖ φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι.2 ταῦτʼ ἔφη περὶ τούτων μυθολογοῦντος ἤκουον ἀτεχνῶς καθάπερ ἐν τελετῇ καὶ μυήσει, μηδεμίαν ἀπόδειξιν τοῦ λόγου μηδὲ πίστιν ἐπιφέροντος.

克里昂布罗托斯沉默下来,众人都觉得这番话十分奇妙。当赫拉克利昂询问这些内容与柏拉图有何关联,以及柏拉图是如何为这一学说提供契机时,克里昂布罗托斯说道: “你记得很清楚,他当即否定了世界的无限性,却对确定的数量犹豫不决;他向那些主张按每种元素对应一个世界的人让步,承认多达五个世界的可能性,而他自己则固守于一个世界。这似乎是柏拉图所特有的,因为其他人对多数性极为恐惧,认为若不把质料限定为一个,一旦越出界限,不可测而棘手的无限便会立刻将他们吞没。” “那么这位异乡人,”我说道,“是像柏拉图那样确定了世界的数量,还是你在与那人相处时根本未曾探讨?” “当他如此温和而乐于赐教时,”克里昂布罗托斯说,“即便别的不说,关于这些事,我怎能不做一个热忱而积极的聆听者呢?他说世界既非无限,亦非一个,也不是五个,而是一百八十三座,排列成三角形的形状,每条边包含六十座世界;其余三座则分别位于顶角,相邻的世界如乐舞的队列般缓缓回旋并相互触碰。三角形内部的平面是万物的共同祭坛,被称为‘真理之野’,在其间,过去之事与未来之事的原由、相与原型皆静止不动地居于其中;永恒环绕着它们,而时间则如流注般被带往各个世界。人类灵魂在一万年中唯有一次得见并瞻仰它们的机会,前提是他们必须过着善的生活;现世最完美的秘仪,亦不过是那至高瞻仰与密仪的梦境;而哲学说理则是为了回忆那里的美善,否则便只是徒劳。这些话,”他说,“我听他关于这些事如神话般宣讲时,全然如同处于密仪传授之中,他对这些说法未曾附带任何论证或确据。”

§23

κἀγὼ τὸν Δημήτριον προσαγορεύσας πῶς ἔχει ἔφην τὰ τῶν μνηστήρων ἔπη, τὸν Ὀδυσσέα θαυμασάντων τὸ τόξον μεταχειριζόμενον ὑπομνησθέντος δὲ τοῦ Δημητρίου, ταῦτʼ ἔφην ἐπέρχεται κἀμοὶ περὶ τοῦ ξένου εἰπεῖν "ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο "δογμάτων τε καὶ λόγων παντοδαπῶν, καὶ πολυπλανὴς ἐν γράμμασι καὶ οὐ βάρβαρος ἀλλʼ Ἕλλην γένος ἦν, πολλῆς Ἑλληνίδος μούσης ἀνάπλεως. ἐλέγχει ὁ αὐτὸν ὁ τῶν κόσμων ἀριθμὸς οὐκ ὢν Αἰγύπτιος οὐδʼ Ἰνδὸς ἀλλὰ Δωριεὺς ἀπὸ Σικελίας, ἀνδρὸς Ἱμεραίου τοὔνομα Πέτρωνος· αὐτοῦ μὲν ἐκείνου βιβλίδιον οὐκ ἀνέγνων οὐδʼ οἶδα διασῳζόμενον Ἵππυς δʼ ὁ Ῥηγῖνος, οὗ μέμνηται Φανίας ὁ Ἐρέσιος, ἱστορεῖ δόξαν εἶναι ταύτην Πέτρωνος καὶ λόγον, ὡς ἑκατὸν καὶ ὀγδοήκοντα καὶ τρεῖς κόσμους ὄντας ἁπτομένους δʼ ἀλλήλων κατὰ στοιχεῖον· ὅ τι τοῦτʼ ἐστί, κατὰ στοιχεῖον ἅπτεσθαι, μὴ προσδιασαφῶν μηδʼ ἄλλην τινὰ πιθανότητα προσάπτων. ὑπολαβὼν δʼ ὁ Δημήτριος τίς δʼ ἄν εἶπεν ἐν τοιούτοις πράγμασιν εἴη πιθανότης, ὅπου καὶ Πλάτων οὐδὲν εἰπὼν εὔλογον οὐδʼ εἰκὸς οὕτω κατέβαλε τὸν λόγον;ʼ καὶ ὁ Ἡρακλέων ἀλλὰ μὴν ὑμῶν ἔφη τῶν γραμματικῶν ἀκούομεν εἰς Ὅμηρον ἀναγόντων στεγμαννυς· ἀγόντωντὴν δόξαν, ὡς ἐκείνου τὸ πᾶν εἰς πέντε κόσμους διανέμοντος, οὐρανὸν ὕδωρ ἀέρα γῆν ὄλυμπον. ὧν τὰ μὲν δύο κοινὰ καταλείπει, γῆν μὲν τοῦ κάτω παντὸς οὖσαν ὄλυμπον δὲ τοῦ ἄνω παντός· οἱ δʼ ἐν μέσῳ τρεῖς τοῖς τρισὶ θεοῖς ἀπεδόθησαν. οὕτω δὲ καὶ Πλάτων ἔοικε τὰ κάλλιστα καὶ πρῶτα σωμάτων εἴδη καὶ σχήματα συννέμων ταῖς τοῦ ὅλου διαφοραῖς πέντε κόσμους καλεῖν, τὸν γῆς τὸν ὕδατος τὸν ἀέρος τὸν πυρός· ἔσχατον δὲ τὸν περιέχοντα τούτους, τὸν τοῦ δωδεκαέδρου, πολύχυτον καὶ πολύτρεπτον, ᾧ μάλιστα δὴ ταῖς ψυχικαῖς περιόδοις καὶ κινήσεσι πρέπον σχῆμα καὶ συναρμόττον ἀπέδωκε καὶ ὁ Δημήτριος Ὅμηρον ἔφη τί κινοῦμεν ἐν τῷ παρόντι; μύθων γὰρ ἅλις. Πλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους προσαγορεύειν3 ἐν οἷς τε μάχεται τοῖς ἀπείρους κόσμους ὑποτιθεμένοις, αὑτῷ δή φησὶ δοκεῖν ἕνα τοῦτον εἶναι μονογενῆ τῷ θεῷ καὶ ἀγαπητόν, ἐκ τοῦ σωματοειδοῦς παντὸς ὅλον καὶ τέλειον καὶ αὐτάρκη γεγενημένον. ὅθεν ἄν τις καὶ θαυμάσειεν, ὅτι τἀληθὲς εἰπὼν αὐτὸς ἑτέροις ἀπιθάνου καὶ λόγον οὐκ ἐχούσης ἀρχὴν παρέσχε δόξης. τὸ μὲν γὰρ ἕνα μὴ φυλάξαι κόσμον εἶχεν ἁμωσγέπως ὑπόθεσιν τὴν τοῦ παντὸς ἀπειρίαν, τὸ δʼ ἀφωρισμένως ποιῆσαι τοσούτους καὶ μήτε πλείους τῶν πέντε μήτʼ ἐλάττους κομιδῇ παράλογον καὶ πάσης πιθανότητος ἀπηρτημένον, εἰ μὴ τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας.ʼ κἀγὼ δοκεῖ γὰρ οὕτως ἔφηνʼ ἀφέντας ἤδη τὸν περὶ χρηστηρίων λόγον ὡς τέλος ἔχοντα, μεταλαμβάνειν ἕτερον τοσοῦτον οὐκ ἀφέντας εἶπεν ὁ Δημήτριος ἐκεῖνον, ἀλλὰ μὴ παρελθόντας τοῦτον ἀντιλαμβανόμενον ἡμῶν. οὐ γὰρ ἐνδιατρίψομεν, ἀλλʼ ὅσον ἱστορῆσαι τὴν πιθανότητα θιγόντες αὐτοῦ μέτιμεν ἐπὶ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν.

我向德米特里奥斯说道: “当求婚者们惊叹于奥德修斯摆弄弓箭时,那些诗句是怎么说的?” 德米特里奥斯记起之后,我便说: “关于这位异乡人,我也很想说出这句诗: ‘他确是个鉴赏者与盗窃者’, 对各门学说与言论无不鉴赏与窃取,博览群书,绝非蛮族,而是希腊种族,深谙希腊文艺。而世界的这一数字揭穿了他,因为它既非埃及的亦非印度的,而是来自西西里的多利斯式的,属于一位名叫佩特隆的希梅拉人。我自己未曾读过他的那本小册子,亦不知是否留存至今;但埃雷索斯的法尼亚斯所提及的雷吉翁的希普斯记载道,有一百八十三座世界且按元素相互触碰,正是佩特隆的观点与说法;然而何谓‘按元素触碰’,他并未进一步阐明,亦未附带任何其他合理性。” 德米特里奥斯接着说道: “在这样的事情上能有什么合理性呢?连柏拉图都未曾提出任何合乎情理或可能的论据,便这般抛出了论断。” 赫拉克利昂说: “然而我们确实听你们文法学者将这一观点归溯至荷马,认为他将全宇宙划分为五个世界:天界、水界、气界、地界、奥林匹斯。其中两处作为共有之所保留,大地属于下方的一切,奥林匹斯属于上方的一切;居中的三处则分赐给三位神祇。同样,柏拉图似乎也是将物体最美妙、最本原的形相与几何形态分配给全宇宙的差异,从而称之为五个世界:土之世界、水之世界、气之世界、火之世界;最后包含它们的则是十二面体的世界,广阔流转、变动不居,他特意将这最适合并契合灵魂周期与运动的形状赋予了它。” 德米特里奥斯说: “我们眼下何必去惊动荷马?神话已经足够了。柏拉图绝没有把宇宙的五种差异称为五个世界;在反驳那些假定无限世界的人时,他明确表示在他看来,这个世界是唯一的,是由神所独生且钟爱的,是由全部有形质之物所生成的一个完整、完满且自足的整体。因此人们大可感到惊异的是,他自己道出了真理,却为其他人提供了一种难以置信且毫无条理之学说的开端。因为不固守于一个世界,多少还有全宇宙的无限性作为假设依据,但若明确规定为如此之多,既不多于五个也不少于五个,就完全违背常理并脱离了一切合理性,除非你有什么高见,”他说着,看向了我。 我说: “难道我们真的认为,应该把关于神谕的讨论视为已经结束而予以舍弃,转而去接纳另一个如此宏大的议题吗?” “并非舍弃那一个,”德米特里奥斯说,“而是不放过眼前这个牵动我们的议题。因为我们不会耽搁太久,只要触及并探究其合理性,便会回到最初的假说。”

语法注3 条
  1. 422aὡς τοὺς ἑνὶ τὴν ὕλην μὴ ὁρίσαντας ἀλλʼ, ἐκβάντας εὐθὺς ἀορίστου καὶ χαλεπῆς ἀπειρίας ὑπολαμβανούσης

    由表示主观理由的连词 ὡς 引导的属格绝对结构。分词 ὑπολαμβανούσης 的主语是后置的属格名词短语 ἀορίστου καὶ χαλεπῆς ἀπειρίας(“不可测而棘手的无限”),而实质化的阳性宾格分词短语 τοὺς... μὴ ὁρίσαντας ἀλλʼ ἐκβάντας(“那些未限定……反而越出的人”)则作 ὑπολαμβανούσης 的直接宾语。

  2. 422cκαὶ τοὺς λόγους ἀναμνήσεως ἕνεκα τῶν ἐκεῖ φιλοσοφεῖσθαι καλῶν ἢ μάτην περαίνεσθαι

    承接前文 ἔλεγε 的间接引语“宾格加不定式”结构。τοὺς λόγους 作被动不定式 φιλοσοφεῖσθαι 与 περαίνεσθαι 的逻辑主语。属格短语 τῶν ἐκεῖ καλῶν 虽由于语序倒错(hyperbaton)被置于 ἕνεκα 之后,但在句法上是修饰 ἀναμνήσεως 的宾格性属格,意为“为了回忆那里的美善”。

  3. 423aΠλάτων δὲ πολλοῦ δεῖ τὰς πέντε τοῦ κόσμου διαφορὰς πέντε κόσμους προσαγορεύειν

    无人称惯用句型 πολλοῦ δεῖ(“远未……”、“绝不……”)支配不定式 προσαγορεύειν。主格名词 Πλάτων 在句法上被前置提至句首,充当提引主语。整句表示强烈的否定语义:“柏拉图绝没有把宇宙的五种差异称为五个世界”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:22-23