- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂布罗托斯转述了他在红海结识的一位异邦智者的讲述,指出神谕的起源以及关于皮同、提丰和提坦等神话,所记录的实为神灵(达伊蒙)之间的争战、受难与流放,而非至高诸神本身。
καὶ ὁ Κλεόμβροτος ἀλλὰ θαυμάσαιμʼ ἄν εἶπεν εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ἡμῖν ἀτοπώτερος.1 καίτοι δοκεῖ φυσιολογίας ἔχεσθαι, καὶ Πλάτων αὐτῷ παρέσχε τὸ ἐνδόσιμον οὐχ ἁπλῶς ἀποφηνάμενος ἐκ δόξης δʼ ἀμαυρᾶς καὶ ὑπόνοιαν ἐμβαλὼν αἰνιγματώδη μετʼ εὐλαβείας· ἀλλʼ ὅμως πολλὴ γέγονε κἀκείνου καταβόησις ὑπὸ τῶν ἄλλων φιλοσόφων. ἐπεὶ δὲ μύθων καὶ λόγων ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται ʽ καὶ ποῦ τις ἂν εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα ξενικὰ τούτους δοκιμάσειε τοὺς λόγους;ʼ, οὐκ ὀκνῶ χαρίζεσθαι βαρβάρου διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα, περὶ τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ συνόντα νύμφαις νομάσι καὶ δαίμοσιν, ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης. κάλλιστος μὲν ἦν ὧν εἶδον ἀνθρώπων ὀφθῆναι νόσου τε πάσης ἀπαθὴς διετέλει, καρπόν τινα πόας φαρμακώδη καὶ πικρὸν ἑκάστου μηνὸς ἅπαξ προσφερόμενος· γλώσσαις δὲ πολλαῖς ἤσκητο χρῆσθαι, πρὸς δʼ ἐμὲ τὸ πλεῖστον ἐδώριζεν οὐ πόρρω μελῶν. φθεγγομένου δέ, τὸν τόπον εὐωδία κατεῖχε, τοῦ στόματος ἥδιστον ἀποπνέοντος. ἡ μὲν οὖν ἄλλη μάθησις καὶ ἱστορία συνῆν αὐτῷ τὸν πάντα χρόνον· εἰς δὲ μαντικὴν ἐνεπνεῖτο μίαν ἡμέραν ἔτους ἑκάστου καὶ προεθέσπιζε κατιὼν ἐπὶ θάλατταν, ἐπεφοίτων δὲ καὶ δυνάσται καὶ γραμματεῖς βασιλέων εἶτʼ ἀπῄεσαν. ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας· πλεῖστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα καὶ ταῦτα δὴ τὰ περὶ Πύθωνα. τῷ δʼ ἀποκτείναντι μήτʼ ἐννέα ἐτῶν μήτʼ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλʼ ἐκπεσόντʼ ἐλθεῖν εἰς ἕτερον κόσμον·2 ὕστερον δʼ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον καὶ Φοῖβον ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλαττόμενον. οὕτω δʼ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικά· δαιμόνων μάχας γεγονέναι πρὸς δαίμονας, εἶτα φυγὰς τῶν κρατηθέντων ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφὼν λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν, ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ ἢ καὶ παντάπασιν ἐκλελοίπασι, μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δʼ ἀποκτείνας τοὺς ἄρχοντας αὐτῶν, Ἄρσαλον καὶ Δρύον καὶ Τρωσοβιόν, ἔφυγε καὶ μετεχώρησεν ὁποιδήποτε ʽ τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν̓, ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκληροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὖν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν θεολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν, οὐ θαυμαστέον εἶπεν ὁ ξένος ᾧ γὰρ ἕκαστος θεῷ συντέτακται καὶ παρʼ οὗ δυνάμεως καὶ τιμῆς εἴληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι. καὶ γὰρ ἡμῶν ὁ μὲν τίς ἐστι Δίιος ὁ δʼ Ἀθηναῖος ὁ δʼ Ἀπολλώνιος ἢ Διονύσιος ἢ Ἑρμαῖος· ἀλλʼ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας ἀλλʼ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.
克里昂布罗托斯说道: “然而,如果我接下来要说的内容在我们看来不比方才所说的更为奇异,我反而会感到惊讶。尽管它似乎关涉到自然探究,并且柏拉图也为此提供了契机,他并非直截了当地予以断言,而是出于隐约的看法,怀着谨慎抛出了一个谜一般的暗示;然而,即便如此,他也招致了其他哲学家的大肆责难。不过,既然摆在我们面前的是一座神话与说理交融的混合酒瓮——而且在何处还能遇到更宽厚的听众,能像检验外国钱币那样来审验这些言论呢?——我便不惜向诸位分享一个蛮族男子的叙述。为了寻找他,我经历了长途跋涉并支付了巨额酬劳,终于在红海一带找到了他。他每年只与人类接触一次,其余时间按他自己的说法,都与漫游的宁芙及神灵相伴;我历经艰辛才找到他,并获得了与他交谈及承蒙款待的机会。他是我所见过的容貌最俊美的人,且因每月服用一次某种草药苦涩而具药效的果实,始终不染任何疾病。他精通多种语言,而对我大多使用近似歌咏的多利斯方言。每当他发话时,四周便弥漫着香气,因其口中呼出极甘美的芬芳。至于其他学识与闻见,他向来皆有领会;然而关于预言,他仅在每年的一天中获得灵感,并在那一天降至海边发出预言,统治者与诸王的书记官们亦会纷至沓来,随后离去。于是,此人将预言之术归因于神灵。他对德尔斐最为推崇,对于那里关于狄奥尼索斯的传说与举行的密仪无一不晓,并宣称那些同样是神灵的大受难,正如有关皮同的传说一样。他说,对于杀死皮同者而言,其逃亡既非历时九年,亦非逃至坦佩谷,而是被驱逐后去往了另一个世界;此后,经历了九个大年周期的净化,他作为真正的福玻斯从那里归来,接管了此前由忒弥斯守护的神谕所。提丰与提坦的神话亦是如此:那是神灵与神灵之间的交战,随后是战败者的逃亡,或是犯罪者受到神明的惩处——正如传说中提丰对奥西里斯、克洛诺斯对乌拉诺斯所犯下的罪过一样——由于他们迁往了另一个世界,对他们的尊崇便衰落了,甚至完全泯灭。因为我亦得知,作为吕基亚人邻居的索吕摩伊人曾最为崇奉克洛诺斯;但在他杀死了他们的统治者阿尔萨洛斯、德律奥斯和特罗索比奥斯之后,便不知逃遁迁徙至何方——因为他们无法说出具体的去处——克洛诺斯遂被冷落,而阿尔萨洛斯一行则被称为严苛的神,吕基亚人在公私场合皆以他们的名义发出诅咒。因此,从神学传说中完全可以汲取许多与此相似的事例。 ‘如果我们用神明的习称来称呼某些神灵,亦不足为奇,’这位异乡人说道,‘因为每个神灵被编入哪位神的麾下,并从他那里分得权能与尊荣,往往便依此得名。正如我们当中,有人名叫迪奥斯,有人叫雅典纳奥斯,有人叫阿波罗尼奥斯、狄奥尼修斯或赫尔马奥斯;但有些人是偶然间名副其实,而大多数人获得的由神名派生出的称呼却全不相称,完全是错位的。’”
- 21ἀλλὰ θαυμάσαιμʼ ἄν εἰ μὴ πολὺ φαίνεται τῶν εἰρημένων ἡμῖν ἀτοπώτερος
θαυμάσαιμʼ ἄν(带ἄν的希求语气/潜势用法)后接直陈式现在时条件从句(εἰ μὴ φαίνεται)。直陈式现在时将讲述内容的荒诞奇特视作不争的事实(“如果它看起来不显得荒谬,我反而会惊讶”,即“它必然显得极其荒谬”)。
- 421cτῷ δʼ ἀποκτείναντι μήτʼ ἐννέα ἐτῶν μήτʼ εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγήν, ἀλλʼ ἐκπεσόντʼ ἐλθεῖν εἰς ἕτερον κόσμον
间接引语不定词从句中的格位转换。前半句以与格分词 τῷ ἀποκτείναντι 作为 γενέσθαι τὴν φυγήν(“逃亡发生于其身上”)的与格补足语,而后半句的不定词 ἐλθεῖν 则采用了宾格分词 ἐκπεσόντα(缩写为 ἐκπεσόντʼ)作为不定词的逻辑主语,体现了从与格到宾格不定词结构的转换(按意义构建)。
