- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:18-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯讲述了不列颠孤岛上关于神灵之死与克洛诺斯被囚禁的传说;随后克里昂布罗托斯与阿摩尼乌斯借助斯多亚学派的观点,反驳了伊壁鸠鲁学派对神灵可朽性及德性与寿命关系的诘难。
ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει;1 σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.
德米特里乌斯说,在不列颠周围的岛屿中,有许多荒芜而散落的岛屿,其中有些是以神灵和英雄命名的。他自己曾为了考察与观览,奉国王的遣派航行前往这些荒岛中距离最近的一座,该岛居民不多,但全都被不列颠人奉为神圣不可侵犯者。在他刚抵达不久,大气中便发生了剧烈的震荡与诸多天象征兆,风暴骤起,旋风火暴倾泻而下;待风暴平息后,岛民们说,这是某位更高等级的存有消亡了。他们说,因为就像油灯在点燃时并无可怕之处,而在熄灭时却令许多人感到难受一样,伟大的灵魂在重新焕发光芒时是仁慈而无痛苦的,但他们的熄灭与毁灭却往往像方才那样激起狂风与暴浪,且常常以瘟疫般的灾患污染空气。此外,那里还有一座岛屿,克洛诺斯在睡眠中被囚禁于其上,由布里阿瑞奥斯看守着;因为睡眠被设计为束缚他的锁链,而他身旁有许多神灵作为随从与仆役侍奉着。
ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος ἔχω μέν ἔφη καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν ἔχειν οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς ἔφη γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες. ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι. ἀπλέτους ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες.
克里昂布罗托斯接着说道: “我也能讲述这类故事,但对于我们的假定而言,只要没有任何东西反对或阻碍这些事情如此成立,便已足够了。况且我们知晓,斯多亚派不仅对神灵抱有我所说的那种看法,而且在如此众多的神祇中,他们仅把其中一位视为永恒不灭者,而认为其余诸神既是被生成的,也终将毁灭。至于伊壁鸠鲁学派的嘲弄与讥笑,我们断无惧怕之理,他们甚至敢于将这种嘲弄施于神意,把神意并称为神话。然而我们断言,他们那包含如此众多世界却无一受神圣理性统治、全都凭偶然生成并组合而成的无限论,才是真正的神话。如果必须在哲学中发笑,那应当被嘲笑的是他们所侍奉的那些又聋、又瞎、没有生命的影像,这些影像历经漫长无际的岁月周期不断显现并四处游荡,有的脱落自活人,有的脱落自久已被焚化或腐烂之人,他们把这些胡言乱语与阴影生拉硬拽进自然探究之中,却在有人宣称存在着不仅依本性而且依理性存立、拥有自保且长久维持的神灵时,心生怨怼。”
ῥηθέντων δὲ τούτων ὁ Ἀμμώνιος ὀρθῶς ἔφη μοι δοκεῖ Θεόφραστος ἀποφήνασθαι τί γὰρ κωλύει φωνὴν δέξασθαι σεμνὴν καὶ φιλοσοφωτάτην; καὶ γὰρ ἀθετουμένη πολλὰ τῶν ἐνδεχομένων ἀποδειχθῆναι δὲ μὴ δυναμένων ἀναιρεῖ, καὶ τιθεμένη πολλὰ συνεφέλκεται τῶν ἀδυνάτων καὶ ἀνυπάρκτων. ὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας εἶναι, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν.2 οὕτω γὰρ Ἐπίκουρός τε χείρων Γοργίου φανεῖται τοῦ σοφιστοῦ καὶ Μητρόδωρος Ἀλέξιδος τοῦ κωμῳδοποιοῦ. διπλάσιον γὰρ οὗτος ἔζησε τοῦ Μητροδώρου, Ἐπικούρου δʼ ἐκεῖνος πλέον ἢ ἐπίτριτον. ἄλλως γὰρ ἰσχυρὸν ἀρετὴν καὶ κακίαν ἀσθενὲς λέγομεν, οὐ πρὸς διαμονὴν καὶ διάλυσιν σώματος· ἐπεὶ καὶ τῶν θηρίων πολλὰ μὲν δυσκίνητα καὶ νωθρὰ, ταῖς ψυχαῖς ὄντα πολλὰ δʼ ἀκόλαστα καὶ ἄτακτα τῶν συνετῶν καὶ πανούργων χρόνους ζῇ μακροτέρους. ὅθεν οὐκ εὖ τῷ θεῷ τὴν ἀιδιότητα ποιοῦσιν ἐκ φυλακῆς καὶ διακρούσεως τῶν ἀναιρετικῶν. ἔδει γὰρ ἐν τῇ φύσει τοῦ μακαρίου τὸ ἀπαθὲς καὶ ἄφθαρτον εἶναι, μηδεμιᾶς πραγματείας δεόμενον. ἀλλʼ ἴσως τὸ λέγειν πρὸς μὴ παρόντας οὐκ εὔγνωμον φαίνεται. πάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι.3
这些话说完之后,阿摩尼乌斯说道: “在我看来,泰奥弗拉斯托斯的论断十分正确;因为有什么能阻碍我们接受这一庄严而极富哲学意义的言论呢?因为若将其废弃,便会抹煞许多虽无法被证明却完全可能之事;若将其确立,又会随之牵扯出许多不可能且不存在之事。不过,我所听闻伊壁鸠鲁学派用来反驳恩培多克勒所引入之神灵的唯一论调,即认为邪恶且易犯过错者不可能享福且长寿,因为恶德包含着极大的盲目性与易遭致毁灭性祸患的特质,这是愚蠢的。因为若依此说,伊壁鸠鲁便显得不如智者高尔吉亚,墨特罗多洛亦不如喜剧诗人亚历克西斯了;因为亚历克西斯的寿命是墨特罗多洛的两倍,而高尔吉亚比伊壁鸠鲁多活了三分之一有余。因为我们在另一种意义上称德性为坚强、恶德为虚弱,并非就肉体的存续与解体而言;因为在走兽之中,许多在灵魂上迟钝怠惰的,以及许多放纵无序的,比那些聪慧狡黠的活得更为长久。因此,他们把神的永恒性建立在对毁灭因素的防备与驱逐之上,是极不恰当的。因为不受动性与不灭性本应当内在于至福者的本性之中,无需任何操劳。不过,针对不在场者进行驳斥或许显得有失公允;因此,克里昂布罗托斯理应为我们重新接续他方才搁置的、关于神灵之迁移与逃逸的论述。”
- 18ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει
不定式 φάναι 用于引出间接引语,延续了岛民们(τοὺς νησιώτας)所述内容的转述。它被插入在由 ὡς γὰρ λύχνος ἀναπτόμενος... 引导的比喻从句与主句 οὕτως αἱ μεγάλαι ψυχαὶ... 相应的结构之中。
- 420dὃ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων ... εὔηθές ἐστιν
由关系代词 ὃ 引导的整个从句作句子的主语,谓语为 εὔηθές ἐστιν(“是愚蠢的”)。关系词 ὃ 为 λεγόντων 的宾语,同位语从句 ὡς οὐ δυνατὸν εἶναι... 阐明了其具体内容。属格分词结构 τῶν Ἐπικουρείων λεγόντων 受感官动词 ἀκήκοα 支配作宾语。
- 420eπάλιν οὖν ὁ Κλεόμβροτος ἡμῖν ὃν ἄρτι περὶ τῆς μεταστάσεως καὶ φυγῆς τῶν δαιμονίων ἀφῆκε λόγον ἀναλαβεῖν δίκαιός ἐστι
δίκαιός ἐστι 搭配不定式(ἀναλαβεῖν)属于人称句构(personal construction),语义等同于非人称的 δίκαιόν ἐστι τὸν Κλεόμβροτον ἀναλαβεῖν(“克里昂布罗托斯理应重新接续……”)。关系从句 ὃν ... ἀφῆκε λόγον 采用了先行词 λόγον 被包孕入关系节的结构,作为不定式 ἀναλαβεῖν 的直接宾语。
