- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:16-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克里昂布罗托斯将神谕的盛衰归因于神灵的离合生灭,赫拉克利翁反对此举赋予神灵罪过与可朽性;克里昂布罗托斯为神与神灵的区分辩护,随后腓力引述诸哲先见,并讲述了在提比略时期流传的关于“伟大的潘之死”的著名逸闻。
ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων οὐδεὶς μέν ἔφη τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν· αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες.1 εὖ λέγεις ὁ Φίλιππος εἶπεν ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων καὶ ὁ Ἡρακλέων τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις εἶπε μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς δαίμοσι τούτοις μονονουχὶ δράγδην λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν οὐδʼ αὐτούς ἡμᾶς ἔφη λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος·2 ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;
克里昂布罗托斯讲完这些话后,赫拉克利翁说道: “确实,此地并无凡俗未入门者,亦无对诸神持有与我们不相容之见解的人在场;但腓力啊,我们自己当防备自身,切勿在不知不觉中为论证预设荒谬而过分的前提。” “你说得好,”腓力说,“但在克里昂布罗托斯所立的论点中,究竟何事最令你不安?” 赫拉克利翁答道: “主持神谕所的并非理应超脱于尘世之事的诸神,而是诸神的仆役——神灵,这一主张在我看来并无不当;然而,将罪愆、迷妄以及天谴流亡加诸这些神灵之身,几乎像是从恩培多克勒的诗句中大把抓来一般,甚至到头来还设想他们如凡人一样会死亡,这我认为未免过于狂妄且野蛮了。” 于是克里昂布罗托斯向腓力询问那青年的身份与籍贯;在得知其姓名与城邦后,他说道: “赫拉克利翁啊,我们自己并非未曾察觉已置身于奇特怪诞的言论之中;然而面对重大之事,若不借助重大的本原,便不可能依凭意见推进至可信之境。但你却未曾发觉,自己正夺去自己所赋予的东西:你承认神灵的存在,却又主张他们既非恶劣亦非可朽,如此便不再保留神灵了。因为若他们在本质上拥有不灭性,在德性上拥有不受动性与无过性,那么他们与诸神相比究竟有何差异呢?”
πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτὸν ἀλλὰ φαύλους μέν ἔφη δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος, εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν, δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς.3 περὶ δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδʼ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς, ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δʼ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι δεδειπνηκότας· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν. ὁ δὲ Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς ἀπʼ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον ἐπιτείνοντα τὴν φωνὴν εἰπεῖν ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε τοῦτʼ ἀκούσαντας, ὁ Ἐπιθέρσης ἔφη, πάντας ἐκπλαγῆναι καὶ διδόντας ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν ἀλλʼ ἐᾶν, οὕτω γνῶναι τὸν Θαμοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας τέθνηκεν. οὐ φθῆναι δὲ παυσάμενον αὐτόν, καὶ γενέσθαι4 μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος. οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης γεγενημένον ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας.
对此,赫拉克利翁默然自思,此时〔腓力〕说道: “然而,赫拉克利翁啊,承认恶性神灵的不仅是恩培多克勒,柏拉图、色诺克拉底与克律西波斯亦复如是;此外,德谟克利特在祈求能遇上‘吉利的影像’时,显而易见已知晓另有难以对付且怀有险恶企图与冲动的影像。而关于此类存有的死亡,我曾从一位既非愚钝亦非虚妄之徒那里听闻过一段传说。修辞学家埃米利阿努斯(你们中有些人亦曾听闻过他的讲学)之父埃庇忒耳塞斯,乃是我的同邦人,也是一位文法学者。他说自己昔日航行前往意大利时,登上一艘载有商贸货物与众多乘客的船只;及至傍晚,在埃喀那得斯群岛一带风势止息,船只随波漂流至帕克西岛附近;多数人尚未入睡,许多人饭后仍在饮酒;忽然间从帕克西岛方向传来一阵声音,有人高声呼唤萨姆斯的名字,引得众人惊诧不已。这萨姆斯乃是一位埃及舵手,同船乘客中甚至许多人并不知其姓名。被连呼两声后他皆沉默不语,直至第三声才应声作答;而那呼唤者便提高声音说道: ‘当你抵达帕洛德斯附近时,便宣告:伟大的潘已经死了!’ 埃庇忒耳塞斯说,众人闻言皆大为惊骇,并在彼此商议究是执行指令更好,还是莫多管闲事随它去为好,最终萨姆斯作出了决断:若有风,便静默驶过;若彼处风平浪静,便宣告所闻之语。于是当抵达帕洛德斯附近时,既无风亦无涌浪,萨姆斯便从船尾望向陆地,如其所闻般高呼:‘伟大的潘已经死了!’他话音刚落,便爆发出一阵巨大的哀号之声,不是出自一人,而是出自许多人,且夹杂着惊愕。由于在场者众多,消息迅速在罗马传开,萨姆斯亦被提比略·凯撒召见。提比略对这一传说深信不疑,以致详加查考并探寻关于潘之事;而聚集在他身旁的众多文人学者则推测,此乃赫尔墨斯与佩涅洛佩所生之潘。”腓力确实在在场者中也有数名见证人,他们曾亲耳从年迈的埃米利阿努斯那里听闻此事。
- 418eμὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες
动词 λανθάνω 与补足分词 διδόντες 搭配构成的惯用句式,用于由 μή 引领的虚拟语气(λάθωμεν)防范从句中,意为“以免我们在不知不觉中赋予论证……”。
- 418eσὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος
完成时 λέληθας 与反身代词宾格 σεαυτόν 及分词 ἀφαιρούμενος 结合,意为“你未曾察觉自己在夺去所赋予的一切”。
- 419aδῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς
带有 δῆλος ἦν 配合补足分词 γιγνώσκων 的人称句式(相当于无人称结构“很明显他知晓……”)。分词的宾语为 ἕτερα(补出 εἴδωλα),其后由分词 ἔχοντα 作附加修饰。
- 419dοὐ φθῆναι δὲ παυσάμενον αὐτόν, καὶ γενέσθαι
表示“刚一……就……”的惯用句式 οὐ φθάνω ... καί 在间接引语中的变体(不定式 οὐ φθῆναι 与 καὶ γενέσθαι),分词 παυσάμενον 指舵手萨姆斯。
