← 普鲁塔克

论神谕的衰微

§14-15

残酷祭仪与神谕盛衰中的神灵作用

克勒翁布罗托斯论证残酷祭仪、人牲、神话中神明的受难以及德尔斐步阶节仪式的起源皆应归于神灵而非神明自身。他进而断言,神谕的废弛与复兴取决于派驻其间的神灵的离去、消逝或重新降临。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14

περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας,1 ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς "μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, "θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον, ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη.

因此,关于秘仪——在其中能够获得有关神灵真相的最重大启示与明确昭示——,“愿我口出吉言,守口如瓶”,如同希罗多德所言。然而那些节日与祭祀——宛如不祥而阴郁的凶日,其间伴有生食兽肉、撕裂肢体、斋戒禁食以及捶胸哀恸,许多地方还在神庙前有污言秽语,“伴着甩头摇颈的骚乱而激起的癫狂与呼号”,我会断言,这绝非为任何神明,而是为了驱除恶性神灵而举行的安抚与慰藉之礼。至于昔日所行的人牲祭祀,既不可信神明曾索求或接纳之,亦非君王与统帅们徒劳地忍受,献出自己的子女、行献祭之礼并亲手宰杀,而是为了祛除并满足凶狠暴戾的复仇灵之愤恨与郁怒,或是为了平息其中某些神灵狂躁而专横的情欲——他们既不能亦不愿以肉身或通过肉身去交接。然而正如赫拉克勒斯为了一名少女而围攻俄卡利亚一样,强大而狂暴的神灵索要被肉身所束缚的人类灵魂,给城邦降下瘟疫,给大地降下饥馑,挑起战争与内乱,直至他们夺得并获取所欲求之物。但另有一些则遭遇了相反的下场,正如我长年在克里特居留时得知当地举行的一种奇特节日,人们在其中展示一具无头男子的塑像,并说这是梅里奥涅斯的父亲莫洛斯,因强暴了一位宁芙而被发现时已身首异处。

§15

καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ Αἰσχύλος εἶπεν "ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν," οὔτʼ ὁ Σοφοκλέους Ἄδμητος "οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. " πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς2 τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ Φιλίππου ʽ παρῆν γὰρ ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις οἴεται τοὺς ἀγωνιζομένους· τούτοις ἔφη τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ· καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας. ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον ποιεῖν δόξω "κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων μύθων, μήτε λέγειν ἀτραπὸν μίαν," ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ τε κομιδῇ συνεκλείπει3 τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.

况且,人们在神话与颂歌中所讲述和吟唱的,无论是神明的劫掠,还是神明的流浪、隐匿、流亡与服役,全都不是神明的苦难与命运,而是神灵因其德性与力量而被铭记的际遇;而以下二人所言亦非指神明: 埃斯库罗斯所说的: “圣洁的阿波罗,从天界流亡的神明”,以及索福克勒斯笔下的阿德墨托斯所说的: “我的公鸡将他赶往磨坊。” 而德尔斐的神学家们则偏离真相最远,他们竟认为当年此地曾发生过神明与大蛇争夺神谕所的战斗,并任由诗人和散文作家在剧场竞演中讲述这些故事,仿佛故意为他们自己所执行的最神圣之祭仪作反证一般。此时腓力(那位史家正好在场)感到惊异,便询问他认为竞演者究竟是在对哪些神圣祭仪作反证。 “正是这些,”他说, “关涉神谕所的这些祭仪,本城邦方才以此引导塞莫皮莱之外的所有希腊人参与秘仪,并一路巡行直至坦佩。因为每隔九年在此处打谷场周围搭建的小屋,绝非巨龙穴居的巢穴,而是对僭主或君王居所的摹仿;沿着所谓的‘多洛尼亚’小径在沉默中对那小屋发起的突袭,人们手持点燃的火把带领双亲健在的男童前行,将小屋点燃并掀翻案桌,不复回顾地从圣所大门逃离;最后那少年的流浪、服役,以及在坦佩一带举行的净化仪式,无不带着某种重大罪愆与凶暴逆行的嫌疑。因为,我的朋友,若说阿波罗仅仅杀了一只野兽,便需要净化而逃往希腊的尽头,并在那里倾倒奠酒,做出凡人在祓除和平息被称作复仇灵与索命神的恶灵之怒火时所行之事——这些恶灵追索着某些不可忘却的远古玷污的记忆——,这简直荒谬绝伦。关于这次流亡与迁徙,我曾听闻过一段传说,虽极其离奇且匪夷所思,但若其中包含些许真实,我们便不可认为当时围绕神谕所发生的事情是微不足道或平平无常的。然而,为了不显得我是在做恩培多克勒所说之事: “ 将神话之峰峦彼此 相互连接,却不走单一一途, ” 让我先为最初的话题画上恰当的句号吧,因为我们已经来到这一要点了。在众人之后,且容我们也大胆断言:当派驻在神谕所和求筮处的守护神灵全然消失时,此类神谕亦随之彻底隐没;在他们逃亡或离去时,神谕便丧失其效力;而当历经长久岁月之后他们再次亲临,神谕所便会如同乐器在演奏者立于其旁并亲临弹奏时一样,重新发出声音。”

语法注3 条
  1. 14ἑορτὰς δὲ καὶ θυσίας

    置于句首的宾格短语 ἑορτὰς δὲ καὶ θυσίας 用作被动不定式 τελεῖσθαι 的主词宾格,该不定式受后文潜能祈愿式 φήσαιμʼ ἄν 所统辖。其后的 μειλίχια καὶ παραμύθια 则充当述语宾格(“节日与祭祀……作为安抚与慰藉之礼而被举行”)。

  2. 418aἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς

    动词 ἀντιμαρτυρέω 通常支配与格,如下文紧接着出现的 τίσιν ἀντιμαρτυρεῖν θείοις 所示。此处原本的结构应为 ἀντιμαρτυροῦντας [τούτοις] ἃ δρῶσιν ἱεροῖς(“为他们自己所执行的神圣祭仪作反证”),关系代词 ἅ 因格的吸引(或先行词省略)而被同化为属格 ὧν。

  3. 418dδαιμονίοις ἐκλείπουσί τε κομιδῇ συνεκλείπει

    δαιμονίοις ἐκλείπουσι 是受复合动词 συνεκλείπει 中前缀 συν- 支配的相伴与格(dativus sociativus),分词 ἐκλείπουσι 则表达时间或条件等伴随情状(“当派驻的神灵消失时,随之一同彻底消失”)。它在复合动词所要求的与格结构内部,承担了相当于独立属格的时间状语功能。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:14-15