- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:12-13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克勒翁布罗托斯以一岁为一代的主张进行了数论论证,并援引色诺克拉底的三角形之喻以及天体与月亮的类比,阐明了神灵作为神人媒介的必然性及其德性的差异。
καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ ἀμήχανα καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας.1 οὐκ ἐνιαυτὸς ἀρχὴν ἐν αὑτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος εἶπε τὸ πολλάκις τὸ μετροῦν καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων· τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον ἐφʼ ᾧ βούλεται δεδείξεται2 μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.
克勒翁布罗托斯说道: “我从许多人那里听到过这些说法,并且我看到斯多亚学派的劫火说正如侵吞赫拉克利特和俄耳甫斯的诗作一样,也在侵袭赫西俄德的诗句并将其一同点燃。但我既不能容忍宇宙毁灭之说,也不赞同那些不可思议的言论以及关于乌鸦和鹿的传说被过度夸大至不可企及的数字。一年在其自身之中几乎囊括了 ‘时节所带来与大地所生长的一切’ 的开端与终结,将其称为人类的一代并非不合情理。因为你们自己想必也同意,赫西俄德用‘代’来指代人类的生命。难道不是这样吗?” 德米特里乌斯表示赞同。 “然而,还有一点同样是明晰的,”克勒翁布罗托斯说: “量度者与被量度者往往以同一名称来称呼,如阔图勒、霍尼克斯、安福拉和美狄姆诺斯。因此,正如我们将作为全数的最小度量与始基的单子称为‘数’一样,他将我们最初用以衡量人生的一年,与其所衡量的事物同名地称为‘代’。况且,那些人所推算出的数字,完全不具备在数论中通常被视为显赫与辉煌的性质;而九千七百二十这个数,则是由从单子开始的连续四个数构成的和取四倍所得——两种计算方式皆得四十。将这些数进行五次三角数化,便得出了所陈述的数字。然而关于这些,我们并无必要与德米特里乌斯争辩。因为无论神灵的灵魂与英雄的生命发生转变的时间是更长还是更短,是有序还是无序,由古老而明智的见证人作保,在他所希望的要点上终将被证明:在神与人之间确实存在着某种处于边缘的自然本性,承受着会朽坏的情感和必然的转变,依先祖之法将他们视为神灵并以此命名而加以崇奉乃是完全正当的。
παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας, θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης εἴκασεν ἐν οἷς εἶπεν "ὁ δʼ ἄρτι θάλλων σάρκα, διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς αἰθέρα." μικτὸν δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν,3 ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ πράγμασι τὸν θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος ἁγνούς προσεῖπε πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας, βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.
柏拉图的学友色诺克拉底曾以三角形作为此论证的范例:他将等边三角形比作神圣者,将不等边三角形比作凡人,而将等腰三角形比作神灵。因为前者在各方面皆相等,次者在各方面皆不等,而后者则部分相等、部分不等,正如神灵的本性兼具凡人的受动性与神明的力量一样。自然界本身亦展现了可感的意象与可见的类似物:以太阳和星辰对应神明,以流星、彗星和飞火对应凡人,正如欧里庇得斯在诗中所作的比喻: ‘那方才肉身充盈之人,如从天而坠的 星辰般熄灭,将气息散入以太。’ 人们看到月亮是一个混合的实体,是真正对神灵的摹仿,顺应着这一族类的周行运动,承受着可见的亏损、盈满与变迁,于是有人称其为大地般的星辰,有人称其为奥林匹斯大地,另有人称其为地下与天上赫卡忒的共同封邑。因此,正如若有人抽离并拔去大地与月亮之间的空气,便会因中间产生虚空和断裂的空间而瓦解宇宙的同一性与相通性一样,那些不给神灵族类留下位置的人,亦使得神明与人类的事物不可相通且断绝往来,消解了如柏拉图所说的阐释性与服役性的自然本性;抑或是迫使我们将一切混为一谈并陷入混乱,将神明推入凡人的情感与事务之中,为了我们的需要而将其强行拉下,正如相传色萨利的妇女们对月亮所做的那样。但在她们那里,这种狡黠的把戏之所以在妇女中获得轻信,乃是因为相传赫革托尔之女阿格劳妮刻是个精通天文星象的妇人,每次月食时她总伪称自己在行巫术将月亮拽下。然而我们既不可听信那些断言某些神谕缺乏神性默示、或祭仪与秘仪被神明所漠视的人,亦不可反过来以为神明亲自在其间穿梭奔走、亲临并协同照料这些琐事;相反,我们应将这些职分恰如其分地托付给神明的服役者,如差役与书记,视神灵为圣仪的监护者与秘仪的执行者;另有一些神灵则巡行四方,以惩治狂妄而重大的不义之行。赫西俄德十分庄重地将其中一些称为: ‘赐富的神圣之灵,并拥有这一王者特权’, 因为广行善事乃是王者之行。因为正如在人类之中一样,在神灵之中亦存在着德性的差异;在某些神灵身上,受动与非理性的成分只剩下如排泄物般微弱而黯淡的残余,而在另一些神灵身上则存有大量且难以平息的成分,其痕迹与象征至今仍散见于各地的祭祀、秘仪与神话之中并被保存留传。”
- 416aτὰ τʼ ἀμήχανα καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας
语法上承接未重述的 ἀνέχομαι。不定式 ἐκδύεσθαι 意为“滑入、延伸至”,指讨论被过度引申至过大的数字(ἐπὶ τοὺς ὑπερβάλλοντας)。ὧν 与 τῶν φωνῶν 连用,指代有关乌鸦与鹿之寿数的记载与言说。
- 416cἐφʼ ᾧ βούλεται δεδείξεται
完成将来时 δεδείξεται(“将被证明”)受介词短语 ἐφʼ ᾧ βούλεται(“按他所意愿的方向/根据其要点”)修饰。关系代词 ᾧ 的先行词为后续 ὅτι 从句所展开的核心命题(即神人之间存在神灵媒介)。
- 416eτὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν
分词 ἀναιροῦντες 修饰分句主语(即那些不承认神灵族类的人)。此处直接化用了柏拉图《会饮篇》(202e)对神灵扮演阐释(ἑρμηνευτική)与服役(διακονική)媒介特性的经典界定。
