- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg092.humanitext-grc2:10-11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克勒翁布罗托斯阐述了界定神意范围之困难,赞扬了在神人之间确立神灵(代蒙)及其灵魂升降变化的学说,并依据赫西俄德的诗句计算了神灵有限的寿限。对此,德米特里乌斯反驳了将“代”解释为一年的观点,提出了三十年或一百零八年说,并指出赫西俄德之语可能暗喻大焚宇。
καὶ ὁ Κλεόμβροτος ὀρθῶς λέγεις ἀλλʼ ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν,1 οἱ μὲν οὐδενὸς ἁπλῶς θεὸν οἱ δʼ ὁμοῦ τι πάντων αἴτιον ποιοῦντες ἀστοχοῦσι τοῦ μετρίου καὶ πρέποντος. εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες, ὅτι Πλάτων τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρών, ὃ νῦν ὕλην καὶ φύσιν καλοῦσιν, πολλῶν ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους· ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θέντες θεῶν καὶ ἀνθρώπων καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες· εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπʼ Ὀρφέως εἴτʼ Αἰγύπτιος ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δʼ Ὅμηρος μὲν ἔτι φαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων· Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτος ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη, θεοὺς εἶτα δαίμονας εἶθʼ ἥρωας, τὸ δʼ ἐπὶ πᾶσιν ἀνθρώπους, ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.2 ἕτεροι δὲ μεταβολὴν τοῖς τε σώμασιν ὁμοίως ποιοῦσι καὶ ταῖς ψυχαῖς ὥσπερ γὰρ ἐκ γῆς ὕδωρ ἐκ δʼ ὕδατος ἀὴρ ἐκ δʼ ἀέρος πῦρ γεννώμενον ὁρᾶται, τῆς οὐσίας ἄνω φερομένης· οὕτως ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας ἐκ δʼ ἡρώων εἰς δαίμονας αἱ βελτίονες ψυχαὶ τὴν μεταβολὴν λαμβάνουσιν. ἐκ δὲ δαιμόνων ὀλίγαι μὲν ἐν χρόνῳ πολλῷ διʼ ἀρετῆς καθαρθεῖσαι παντάπασι θειότητος μετέσχον· ἐνίαις δὲ συμβαίνει μὴ κρατεῖν ἑαυτῶν, ἀλλʼ ὑφιεμέναις καὶ ἐνδυομέναις πάλιν σώμασι θνητοῖς ἀλαμπῆ καὶ ἀμυδρὰν ζωὴν ὥσπερ ἀναθυμίασιν ἴσχειν.
克勒翁布罗托斯说道: “你说得很对;但由于把握并界定应当如何以及在何种范围内运用神意是困难的,因此,那些一方面把神明当作绝非任何事物之起因的人,与那些另一方面把神明当作几乎所有事物之起因的人,都偏离了适度与适宜的原则。固然,那些声称柏拉图发现了作为生成诸性质之承担者的元素——即如今人们所称的质料与自然——从而使哲学家们摆脱了诸多巨大困惑的人,说得很有道理;但在我看来,那些将神灵(代蒙)族类置于神与人之间、并发现了以某种方式将我们彼此的相通结合交织于一体之所在的人,似乎解开了更多、更大的困惑。这一学说无论属于围绕琐罗亚斯德的波斯僧侣,还是源自俄耳甫斯的色雷斯人,抑或源自埃及人或弗里吉亚人——正如我们通过看到两地的秘仪中所举行的仪式和展演中有诸多会朽灭且哀戚的成分混合于其中所推测的那样。在希腊人中,荷马显然仍未加区分地混用这两个称呼,有时将诸神称为神灵;但赫西俄德最先清晰而明确地列出了四种理性生物的族类:神明,继之以神灵,继之以英雄,最后则是人类;他似乎正是由此推演其流转变化的,黄金族类分化为许多善的神灵,而半神则分化为英雄。另有一些人则主张灵魂与肉体一样发生转化;因为正如人们看到水由土生成、气由水生成、火由气生成,其实质不断向上运动一样,更优秀的灵魂亦如此经历从人类到英雄、从英雄到神灵的变化。而在神灵之中,少数经过漫长时间以美德彻底净化者,则完全分有了神性;但另有一些则未能自持,降格并重新披上凡人的躯体,保有如蒸气般幽暗模糊的生命。
ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος "ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, ἀνδρῶν ἡβώντων ἔλαφος δέ τε τετρακόρωνος τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο." τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ Πίνδαρος εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν "ἰσοδένδρου τέκμωρ αἰῶνος λαχοίσας,3 "διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον, ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ· τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων,4 οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, "αἵ τʼ ἄλσεα καλὰ νέμονται καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα."
赫西俄德甚至认为,神灵们的寿命在某些特定时间周期中亦会终结;因为他借水仙女之口,以谜样的方式谈及时间道: ‘聒噪的乌鸦实实能活九代, 以壮年男子之岁计;而鹿寿为乌鸦四倍, 渡鸦活过三头鹿的寿岁;而不死鸟 活过九只渡鸦之寿;我们则活过十只不死鸟之寿, 那美发的水仙女们,执埃癸斯的宙斯之女。’ 那些未能正确理解‘代’的人,将这段时间累加成了庞大的数目。因为所谓一代实指一年;因此神灵的寿命总共为九千七百二十年。多数数学家认为少于此数,而品达声称水仙女们 ‘分得与树同庚的寿限’ 而活着时,所说的亦不超过此数,因此人们也称她们为树精。” 他还在说着,德米特里乌斯打断道: “克勒翁布罗托斯,你怎能说人的一代是指一年呢?因为无论是一个‘壮年的’人,还是如某些人所读作的‘老去的’人,其一生都绝非这等长短。相反,那些读作‘壮年者’的人依赫拉克利特的说法将一代定为三十年,在此时间内,生育者使其所生之子亦成为生育者。而那些写作‘老去者’而非‘壮年者’的人,则给一代分配了一百零八年;因为五十四年乃是人类寿命中点的界限,它由始基数、前两个平面数、两个平方数和两个立方数合成,这些数正是柏拉图在论灵魂生成时所采用的数。而且赫西俄德的这番话整个看来似乎是在暗喻大焚宇(劫火),届时水仙女们势必将与水汽一同消亡, ‘她们栖息于美丽的林木, 江河的源头与绿草如茵的草甸。’”
- 10ἐπεὶ λαβεῖν καὶ διορίσαι, πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ, χαλεπόν
在由引导原因从句的连词 ἐπεὶ 所统领的结构中,省略了系词 ἐστί,以述部形容词 χαλεπόν(是困难的)支配作为主语的两个不定式 λαβεῖν καὶ διορίσαι(把握与界定)。间接疑问从句 πῶς χρηστέον καὶ μέχρι τίνων τῇ προνοίᾳ(应当如何以及在何种范围内运用神意)充当这两个不定式的宾语/内容补足语。
- 415bἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολήν, τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς τῶν δʼ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων
关系代词短语 ἐξ ὧν(由他们出发)的先行词是紧邻前文的“人类”(ἀνθρώπους)。紧随其后的 τοῦ μὲν χρυσοῦ γένους... τῶν δʼ ἡμιθέων... ἀποκριθέντων 为属格绝对结构(genitive absolute),具体说明了赫西俄德如何设定由人类流转分化的过程。
- 415dἰσοδένδρου τέκμωρ αἰῶνος λαχοίσας
引自品达残篇。分词 λαχοίσας 为多利斯方言的阴性宾格复数形式(相当于阿提卡方言的 λαχούσας),修饰前文的 νύμφας。名词 τέκμωρ(定限、标志)充当分词的直接宾语,属格 ἰσοδένδρου... αἰῶνος(与树等长的寿命)修饰 τέκμωρ,意为“分得与树同等的寿命定额”。
- 415eσυγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων
中性分词 συγκείμενον 与前文的数 τὰ πεντήκοντα καί τέσσαρα(五十四)同格。该数字构成的算术拆解为:始基(τῆς ἀρχῆς,即单子1)、前两个平面数(2与3)、两个平方数(4与9)以及两个立方数(8与27),总和为 1 + 2 + 3 + 4 + 9 + 8 + 27 = 54,这正是柏拉图在《蒂迈欧篇》(35B-C)中构建宇宙灵魂时所使用的数列。
