- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:76-78
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出有生命与知觉的自然本性比青铜或石雕神像更能真实地映照神圣者,并将象征质料世界的伊西斯斑斓衣袍与象征纯粹理智界的奥西里斯光明衣袍进行对照。进而阐明奥西里斯统治亡者并非指居于地下守护尸骸,而是指摆脱肉体的灵魂与纯洁超验的神明同在并瞻仰其神圣之美。
εἴπερ οὖν οἱ δοκιμώτατοι τῶν φιλοσόφων οὐδʼ ἐν ἀψύχοις καὶ ἀσωμάτοις πράγμασιν αἴνιγμα τοῦ θείου κατιδόντες ἠξίουν ἀμελεῖν οὐδὲν οὐδʼ ἀτιμάζειν, ἔτι μᾶλλον οἴομαι τὰς ἐν αἰσθανομέναις καὶ ψυχὴν ἐχούσαις καὶ πάθος καὶ ἦθος φύσεσιν ἰδιότητας ἀγαπητέον οὖν,1 οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον, ὡς ἐναργεστέρων ἐσόπτρων καὶ φύσει γεγονότων, ὡς ὄργανον ἢ τέχνην ἀεὶ τοῦ πάντα κοσμοῦντος θεοῦ νομίζειν· καὶ ὅλως ἀξιοῦν γε μηδὲν ἄψυχον ἐμψύχου μηδʼ ἀναίσθητον αἰσθανομένου κρεῖττον εἶναι, μηδʼ ἂν τὸν σύμπαντά τις χρυσὸν ὁμοῦ καὶ σμάραγδον εἰς ταὐτὸ συμφορήσῃ. οὐκ ἐν χρόαις γὰρ οὐδʼ ἐν σχήμασιν οὐδʼ ἐν λειότησιν ἐγγίγνεται τὸ θεῖον, ἀλλʼ ἀτιμοτέραν ἔχει νεκρῶν μοῖραν, ὅσα μὴ μετέσχε, μηδὲ μετέχειν τοῦ ζῆν πέφυκεν. ἡ δὲ ζῶσα καὶ βλέπουσα καὶ κινήσεως ἀρχὴν ἐξ αὑτῆς ἔχουσα καὶ γνῶσιν οἰκείων καὶ ἀλλοτρίων φύσις κάλλους τʼ ἔσπακεν ἀπορροὴν καὶ μοῖραν ἐκ τοῦ φρονοῦντος, ὅτῳ κυβερνᾶται τὸ σύμπαν2 καθʼ Ἡράκλειτον. ὅθεν οὐ χεῖρον ἐν τούτοις εἰκάζεται τὸ θεῖον ἢ χαλκοῖς καὶ λιθίνοις δημιουργήμασιν, ἃ φθορὰς μὲν ὁμοίως δέχεται καὶ ἐπιχρώσεις, αἰσθήσεως δὲ πάσης φύσει καὶ συνέσεως ἐστέρηται. περὶ μὲν οὖν τῶν τιμωμένων ζῴων ταῦτα δοκιμάζω μάλιστα τῶν λεγομένων.
因此,如果最负盛名的哲学家们即便在无生命和无形体的事物中窥见神圣者的隐喻时,亦未曾认为应当忽视或贬抑任何事物,那么我认为,我们更当珍视在具有感觉、拥有灵魂、情感和品格的自然本性中所展现的独特特质。我们不是尊崇这些动物本身,而是通过它们尊崇神圣者,将它们视为由自然所生成的更为清晰的镜子,且始终将它们视为那统御万物的神的工具或造化;并且总括而言,当认定没有任何无生命之物能优于有生命之物,亦没有任何无知觉之物能优于有感知之物,即便有人将世上所有的黄金与绿宝石尽皆堆聚在一起亦是如此。因为神圣者并不存在于色彩中,亦不存在于形态或光滑之中;相反,凡未曾分有生命、且本性上亦无法分有生命的万物,其所享有的份额皆比死者更为卑贱。然而,那活着、看见、自身具有运动本原,并对同己与相异之物拥有认知能力的本性,则汲取了美的一缕流溢,并分有了据赫拉克利特所言“统御万物”的那具有思虑者(理智)的一份。因此,在此类生物中比拟神圣者,绝不逊色于在青铜与石雕作品中进行比拟,因为后者同样会遭受损耗和变色,且在本性上彻底被剥夺了一切感觉与知解能力。关于那些受尊崇的动物,在众说纷纭中我最赞同上述见解。
στολαὶ δʼ αἱ μὲν Ἴσιδος ποικίλαι ταῖς βαφαῖς (περὶ γὰρ ὕλην ἡ δύναμις αὐτῆς πάντα γιγνομένην καὶ δεχομένην, φῶς σκότος, ἡμέραν νύκτα, πῦρ ὕδωρ, ζωὴν θάνατον, ἀρχὴν τελευτήν)· ἡ δʼ Ὀσίριδος οὐκ ἔχει σκιὰν οὐδὲ ποικιλμόν, ἀλλʼ ἓν ἁπλοῦν τὸ φωτοειδές· ἄκρατον γὰρ ἡ ἀρχὴ καὶ ἀμιγὲς τὸ πρῶτον καὶ νοητόν. ὅθεν ἅπαξ ταύτην ἀναλαβόντες ἀποτίθενται καὶ φυλάττουσιν ἀόρατον καὶ ἄψαυστον. ταῖς δʼ Ἰσιακαῖς χρῶνται πολλάκις· ἐν χρήσει γὰρ τὰ αἰσθητὰ καὶ πρόχειρα ὄντα πολλὰς ἀναπτύξεις καὶ θέας αὑτῶν ἄλλοτʼ ἄλλως ἀμειβομένων δίδωσιν. ἡ δὲ τοῦ νοητοῦ καὶ εἰλικρινοῦς καὶ ἁπλοῦ νόησις ὥσπερ ἀστραπὴ διαλάμψασα τῆς ψυχῆς ἅπαξ ποτὲ θιγεῖν καὶ προσιδεῖν παρέσχε. διὸ καὶ Πλάτων καὶ Ἀριστοτέλης ἐποπτικὸν τοῦτο τὸ μέρος τῆς φιλοσοφίας καλοῦσιν, ὡς οἱ τὰ δοξαστὰ καὶ μικτὰ καὶ παντοδαπὰ ταῦτα παραμειψάμενοι τῷ λόγῳ, πρὸς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν καὶ ἄυλον ἐξάλλονται, καὶ θιγόντες ἁπλῶς τῆς περὶ αὐτὸ καθαρᾶς ἀληθείας οἷον ἐντελῆ τέλος ἔχειν φιλοσοφίαν νομίζουσι.
伊西斯的衣袍在染色上斑驳绚丽(因为她的威能关涉质料,质料化为万物亦接纳万物:光明与黑暗、白昼与黑夜、火与水、生命与死亡、开端与终结);而奥西里斯的衣袍则既无阴影亦无斑斓,唯有单一、纯粹的光明之相。因为本原是纯粹的,首要与可理知者是不可混杂的。因此,人们一旦穿上这件衣袍,便将其收起,使之处于不可见且不可触摸的状态予以保管。但人们却频繁使用伊西斯的衣袍;因为可感知且切近之物在运用中,随着其时而如此、时而如彼地变化,展现出自身众多的伸展与景象。然而,对那可理知、纯粹与纯一者的思索,犹如闪电照彻灵魂,仅提供了一次触及与瞻仰的机缘。因此,柏拉图与亚里士多德亦将哲学的这一部分称为“直观的(秘仪直观)”,因为那些借助言辞(逻各斯)越过了这些推测性的、混合的与杂多之物的人,跃向那首要的、纯粹与非质料的本原,并在纯粹触及了关于它的纯净真理之后,认为哲学仿佛已然完满而达到了终极。
καὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν,3 ὡς ὁ θεὸς οὗτος ἄρχει καὶ βασιλεύει τῶν τεθνηκότων οὐχ ἕτερος ὢν τοῦ καλουμένου παρʼ Ἕλλησιν ᾍδου καὶ Πλούτωνος, ἀγνοούμενον ὅπως ἀληθές ἐστι, διαταράττει τοὺς πολλοὺς ὑπονοοῦντας ἐν γῇ καὶ ὑπὸ γῆν τὸν ἱερὸν καὶ ὅσιον ὡς ἀληθῶς Ὄσιριν οἰκεῖν, ὅπου τὰ σώματα κρύπτεται τῶν τέλος ἔχειν δοκούντων. ὁ δʼ ἔστι μὲν αὐτὸς ἀπωτάτω τῆς γῆς ἄχραντος καὶ ἀμίαντος καὶ καθαρὸς οὐσίας ἁπάσης φθορὰν δεχομένης καὶ θάνατον. ἀνθρώπων δὲ ψυχαῖς ἐνταυθοῖ μὲν ὑπὸ σωμάτων καὶ παθῶν περιεχομέναις οὐκ ἔστι μετουσία τοῦ θεοῦ, πλὴν ὅσον ὀνείρατος ἀμαυροῦ θιγεῖν νοήσει διὰ φιλοσοφίας· ὅταν δʼ ἀπολυθεῖσαι μεταστῶσιν εἰς τὸ ἀειδὲς καὶ ἀόρατον καὶ ἀπαθὲς καὶ ἁγνόν, οὗτος αὐταῖς ἡγεμών ἐστι καὶ βασιλεὺς ὁ θεός, ὡς ἂν ἐξηρτημέναις ἀπʼ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις4 τὸ μὴ φατὸν μηδὲ ῥητὸν ἀνθρώποις κάλλος· οὗ τὴν Ἶσιν ὁ παλαιὸς ἀποφαίνει λόγος ἐρῶσαν ἀεὶ καὶ διώκουσαν καὶ συνοῦσαν ἀναπιμπλάναι τὰ ἐνταῦθα πάντων καλῶν καὶ ἀγαθῶν, ὅσα γενέσεως μετέσχηκε. ταῦτα μὲν οὖν οὕτως ἔχει τὸν μάλιστα θεοῖς πρέποντα λόγον.
而当今的祭司们怀着敬畏之心肃穆隐秘地所暗示的这一要旨——即这位神明统领并统治着死者,且与希腊人所称的哈得斯和普路托别无二致——由于人们不理解它在何种意义上是真实的,遂使大众陷入惑乱,妄测那真正神圣纯洁的奥西里斯居住在地中和地下,即那些被认为已经走向终局之人的尸骸所隐匿之处。然而,他自身距离大地最为遥远,无瑕、纯净且绝缘于一切招致损耗和死亡的实体。对于此世的人类灵魂而言,它们被肉体与情欲所包围,除了通过哲学以理智如触及微弱梦境般有所触碰之外,与神并无份交;但当它们解脱并迁入那无形、不可见、无情动且圣洁的领域时,这位神明便成为它们的向导与君王,它们仿佛依附于他,贪婪无厌地瞻仰并渴慕着那对人类而言不可言说、无法表达的大美。古老的传说表明,伊西斯始终爱慕、追寻这大美,并与之结合,从而使此世凡分有生成的万物充满了一切美好与善良。凡此种种,乃是对诸神最为合宜的合理解说。
- 76ἀγαπητέον οὖν
动词性形容词搭配省略的 [εἶναι],在 οἴομαι(我认为)统摄下构成间接引语谓语,作为与前述 εἴπερ 条件从句相呼应的主句核心。随后的宾格分词短语 οὐ ταῦτα τιμῶντας, ἀλλὰ διὰ τούτων τὸ θεῖον(非尊崇此等物,而是通过它们尊崇神圣者)与动词性形容词隐含的逻辑主语(泛指的“我们”)一致;其后的不定式 νομίζειν 与 ἀξιοῦν 亦受此框架支配并列延展。
- 382cὅτῳ κυβερνᾶται τὸ σύμπαν
引自赫拉克利特的残篇(DK 22 B41)。关系代词 ὅτῳ 为手段/工具与格(相当于 ᾧτινι),意为“借其统御万物者”,修饰先行词 ἐκ τοῦ φρονοῦντος(那具有思虑者/理智)。
- 382eκαὶ τοῦθʼ ὅπερ οἱ νῦν ἱερεῖς ἀφοσιούμενοι καὶ παρακαλυπτόμενοι μετʼ εὐλαβείας ὑποδηλοῦσιν
整个句子的语法主语是 τοῦτο,主要动词是后文的 διαταράττει(扰乱/使惑乱)。ὅπερ ... ὑποδηλοῦσιν 是修饰 τοῦτο 的关系从句,随后的 ὡς 从句(ὡς ὁ θεὸς οὗτος ἄρχει...)则是与之同格的名词性从句,具体说明其内容。插入的分词短语 ἀγνοούμενον ὅπως ἀληθές ἐστι(因不被知晓其何以为真)作为中性单数分词短语修饰 τοῦτο。
- 383aὡς ἂν ἐξηρτημέναις ἀπʼ αὐτοῦ καὶ θεωμέναις ἀπλήστως καὶ ποθούσαις
连词 ὡς ἄν 与阴性复数与格分词(ἐξηρτημέναις, θεωμέναις, ποθούσαις)连用,与前文的 αὐταῖς(对那些灵魂而言)保持一致,表达一种状态或主观情态:“仿佛依附于他,且贪求无厌地瞻仰并渴慕着……”。
