- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:74-75
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将动物崇拜的成因归纳为实用性与象征性两类,详细阐述了牛、羊、黄鼬、圣甲虫、鳄鱼和鹮等动物受尊崇的具体原因,并指出希腊艺术与毕达哥拉斯学派的数论中亦存在类似的象征主义。
λείπεται δὲ δὴ τὸ χρειῶδες καὶ τὸ συμβολικόν, ὧν ἔνια θατέρου, πολλὰ δʼ ἀμφοῖν μετέσχηκε. βοῦν μὲν οὖν καὶ πρόβατον καὶ ἰχνεύμονα δῆλον ὅτι χρείας ἕνεκα καὶ ὠφελείας ἐτίμησαν (ὡς Λήμνιοι κορύδους,1 τὰ τῶν ἀττελάβων εὑρίσκοντας ᾠὰ καὶ κόπτοντας· Θεσσαλοὶ δὲ πελαργούς, ὅτι πολλοὺς ὄφεις τῆς γῆς ἀναδιδούσης ἐπιφανέντες ἐξώλεσαν ἅπαντας· διὸ καὶ νόμον ἔθεντο φεύγειν ὅστις ἂν ἀποκτείνῃ πελαργόν), ἀσπίδα δὲ καὶ γαλῆν καὶ κάνθαρον, εἰκόνας τινὰς ἐν αὐτοῖς ἀμαυρὰς ὥσπερ ἐν σταγόσιν ἡλίου τῆς τῶν θεῶν δυνάμεως κατιδόντες· τὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι·2 τὸ δὲ κανθάρων γένος οὐκ ἔχειν θήλειαν, ἄρρενας δὲ πάντας ἀφιέναι τὸν γόνον εἰς τὴν σφαιροποιουμένην ὕλην, ἣν κυλινδοῦσιν ἀντιβάδην ὠθοῦντες, ὥσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος ἐς τοὐναντίον περιστρέφειν, αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς φερόμενος. ἀσπίδα δʼ ὡς ἀγήρων καὶ χρωμένην κινήσεσιν ἀνοργάνοις μετʼ εὐπετείας καὶ ὑγρότητος ἄστρῳ προσείκασαν.
那么,剩下的便是实用性与象征性了;在这些动物中,有些分有着其中之一,许多则兼具二者。因此,他们显然是为了实用与裨益而尊崇牛、羊和獴(正如利姆诺斯人尊崇云雀,因为它们能找到并捣碎飞蝗的卵;色萨利人尊崇白鹳,因为当大地生出许多毒蛇时,它们出现并诛灭了所有的蛇;因此他们还立法规定,凡杀死白鹳者皆须流放);而他们尊崇角蝰(眼镜蛇)、黄鼬(雪貂)和圣甲虫(金龟子),乃是因为在它们身上看到了诸神威力的某些微弱肖像,犹如在水滴中窥见太阳一般。因为关于黄鼬,至今仍有许多人认为并传言它由耳受孕、由口产子,因而将其视为言辞(逻各斯)生成的化身;而圣甲虫一类则全无雌性,尽皆雄性,将精液排入搓成球状的物质中,它们倒退着用力推动该球向前滚动,正如太阳自身自西向东运行、却似乎将天穹反向旋转一样。他们还将角蝰比作星辰,因其不显老态,且能轻巧柔顺地进行无肢体的运动。
οὐ μὴν οὐδʼ ὁ κροκόδειλος αἰτίας πιθανῆς ἀμοιροῦσαν ἔσχηκε τιμήν, ἀλλὰ μίμημα θεοῦ λέγεται γεγονέναι, μόνος μὲν ἄγλωσσος ὤν. φωνῆς γὰρ ὁ θεῖος λόγος ἀπροσδεής ἐστι, καί διʼ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγει3 μόνου δέ φασιν ἐν ὑγρῷ διαιτωμένου τὰς ὄψεις ὑμένα λεῖον καὶ διαφανῆ παρακαλύπτειν ἐκ τοῦ μετώπου κατερχόμενον, ὥστε βλέπειν μὴ βλεπόμενον, ὃ τῷ πρώτῳ θεῷ συμβέβηκεν. ὅπου δʼ ἂν ἡ θήλεια τῆς χώρας ἀποτέκῃ, τοῦτο Νείλου πέρας ἐπίσταται τῆς αὐξήσεως γενόμενον. ἐν ὑγρῷ γὰρ οὐ δυνάμεναι, πόρρω δὲ φοβούμεναι, τίκτειν, οὕτως ἀκριβῶς προαισθάνονται τὸ μέλλον, ὥστε τῷ ποταμῷ προσελθόντι χρῆσθαι λοχευόμεναι καὶ θάλπουσαι, τὰ δʼ ᾠὰ ξηρὰ καὶ ἄβρεκτα φυλάσσειν. ἑξήκοντα δὲ τίκτουσιν, καὶ τοσαύταις ἡμέραις ἐκλέπουσι, καὶ τοσούτους ζῶσιν ἐνιαυτοὺς οἱ μακρότατον ζῶντες, ὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις4 ἀλλὰ μὴν τῶν διʼ ἀμφότερα τιμωμένων περὶ μὲν τοῦ κυνὸς εἴρηται πρόσθεν· ἡ δʼ ἶβις ἀποκτείνουσα μὲν τὰ θανατηφόρα τῶν ἑρπετῶν ἐδίδαξε πρώτη κενώματος ἰατρικοῦ χρείαν κατιδόντας οὕτω κλυζομένην καὶ καθαιρομένην ὑφʼ ἑαυτῆς· οἱ δὲ νομιμώτατοι τῶν ἱερέων καθάρσιον ὕδωρ ἁγνιζόμενοι λαμβάνουσιν ὅθεν ἶβις πέπωκεν· οὐ πίνει γὰρ ἢ νοσῶδες ἢ πεφαρμαγμένον οὐδὲ πρόσεισι. τῇ δὲ τῶν ποδῶν διαστάσει πρὸς ἀλλήλους καὶ τὸ ῥύγχος ἰσόπλευρον ποιεῖ τρίγωνον· ἔτι δʼ ἡ τῶν μελάνων πτερῶν πρὸς τὰ λευκὰ ποικιλία καὶ μῖξις ἐμφαίνει σελήνην ἀμφίκυρτον. οὐ δεῖ δὲ θαυμάζειν, εἰ γλίσχρας ὁμοιότητας οὕτως ἠγάπησαν Αἰγύπτιοι. καὶ γὰρ καὶ Ἕλληνες ἔν τε γραπτοῖς ἔν τε πλαστοῖς εἰκάσμασι θεῶν ἐχρήσαντο πολλοῖς τοιούτοις· οἷον ἐν Κρήτῃ Διὸς ἦν ἄγαλμα μὴ ἔχον ὦτα· τῷ γὰρ ἄρχοντι καὶ κυρίῳ πάντων οὐδενὸς ἀκούειν προσήκει. τῷ δὲ τῆς Ἀθηνᾶς τὸν δράκοντα Φειδίας παρέθηκε, τῷ δὲ τῆς Ἀφροδίτης ἐν Ἤλιδι τὴν χελώνην, ὡς τὰς μὲν παρθένους φυλακῆς δεομένας, ταῖς δὲ γαμεταῖς οἰκουρίαν καὶ σιωπὴν πρέπουσαν. ἡ δὲ τοῦ Ποσειδῶνος τρίαινα σύμβολόν ἐστι τῆς τρίτης χώρας, ἣν θάλαττα κατέχει μετὰ τὸν οὐρανὸν καὶ τὸν ἀέρα τεταγμένη. διὸ καὶ τὴν Ἀμφιτρίτην καὶ τοὺς Τρίτωνας οὕτως ὠνόμασαν. οἱ δὲ Πυθαγόρειοι καὶ ἀριθμοὺς καὶ σχήματα θεῶν ἐκόσμησαν προσηγορίαις. τὸ μὲν γὰρ ἰσόπλευρον τρίγωνον ἐκάλουν Ἀθηνᾶν κορυφαγεννῆ καὶ τριτογένειαν, ὅτι τρισὶ καθέτοις ἀπὸ τῶν τριῶν γωνιῶν ἀγομέναις διαιρεῖται· τὸ δʼ ἓν Ἀπόλλωνα πλήθους ἀποφάσει καὶ διʼ ἁπλότητα τῆς μονάδος· ἔριν δὲ τὴν δυάδα καὶ τόλμαν· δίκην δὲ τὴν τριάδα, τοῦ γὰρ ἀδικεῖν καὶ ἀδικεῖσθαι κατʼ ἔλλειψιν καὶ ὑπερβολὴν ὄντος, ἰσότητι δίκαιον ἐν μέσῳ γέγονεν· ἡ δὲ καλουμένη τετρακτύς, τὰ ἓξ καὶ τριάκοντα, μέγιστος ἦν ὅρκος, ὡς τεθρύληται, καὶ κόσμος ὠνόμασται, τεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ συντιθεμένων, ἀποτελούμενος.5
此外,鳄鱼获得尊崇亦绝非缺乏合理的缘由,反而被称作对神的摹仿,因为它独独没有舌头。因为神圣的逻各斯无须声音,且“沿着无声的路径前行,依正义引领凡尘之物。” 人们还说,在居于水中的生物中,唯有鳄鱼有一层从额部垂下的光滑透明的薄膜遮蔽其双眼,从而能视而不见于人,而这正是最初之神的属性。雌鳄在乡间何处产卵,人们便知晓这成了尼罗河涨水的界限。因为它们既无法在水中产卵,又畏惧在远离水之处产卵,遂极其精准地预知未来,以至于当上涨的河水逼近时便借其产卵与孵化,却又使卵保持干燥而不受浸湿。它们产卵六十枚,并在同样多的天数内孵化,活得最长者寿命亦达同样多的年数,而对于研究天体之事的人来说,六十乃是度量衡中的首要基数。然而,关于因兼具二者而受尊崇的动物,狗在前面已经谈及;而鹮不仅杀灭致命的爬行动物,更首先向观察到它自行以此灌肠排毒的人们传授了医疗灌肠的用途;最恪守规诫的祭司在自洁时,便从鹮饮水之处取水行涤罪礼,因为鹮绝不饮用、甚至不接近有害或有毒之水。此外,鹮双足相互之间及其与喙的距离构成了等边三角形;黑羽与白羽的斑驳交错更象征着凸月。如果埃及人如此钟爱微弱的相似性,也无须感到诧异;因为希腊人在绘画与雕刻的神祇形象中亦运用了许多此类比拟。例如,克里特岛曾有一座没有耳朵的宙斯雕像,因为万物的统领与主宰不当听信任何人的言语。菲狄亚斯将蛇置于雅典娜雕像旁,而将乌龟置于伊利斯的阿佛洛狄忒雕像旁,意指少女需要看护,而对人妇而言持家与沉默乃是合宜的。波塞冬的三叉戟乃是继天空与空气之后被排定、由海洋占据的第三领域的象征;因此人们亦将安菲特里忒与特里同诸神如此命名。而毕达哥拉斯学派的人甚至用神的名字来装点数字与几何图形。例如,他们将等边三角形称为雅典娜、“头生者”和“特里托革尼亚”,因为它被从三个角引出的三条垂线所分割;将一称为阿波罗,乃因对多者的否定及单子的单纯性;将二称为纷争与果敢;将三称为正义,因为行不义与受不义在于亏欠与过度,而正义凭借平等居于中道;那被称为“四位格”(圣四位)、即三十六的数字,正如人们所传唱的,乃是他们最庄严的誓言,并被命名为“宇宙”,因为它是由前四个偶数与前四个奇数结合为一而构成的。
- 74ὡς Λήμνιοι κορύδους
承前省略了动词 ἐτίμησαν,需补足理解为“正如利姆诺斯人[尊崇]云雀那样”。紧随其后的分词 εὑρίσκοντας 和 κόπτοντας 修饰宾格名词 κορύδους。
- 381aτὴν μὲν γὰρ γαλῆν ἔτι πολλοὶ νομίζουσι καὶ λέγουσι κατὰ τὸ οὖς ὀχευομένην, τῷ δὲ στόματι τίκτουσαν, εἴκασμα τῆς τοῦ λόγου γενέσεως εἶναι
由 νομίζουσι καὶ λέγουσι 统摄的“宾格加不定式”结构(acc. c. inf.)。不定式 εἶναι 的主语是 τὴν γαλῆν,表语是 εἴκασμα。两个分词 ὀχευομένην 与 τίκτουσαν 与 τὴν γαλῆν 性数格一致,作状语修饰。
- 381bδιʼ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγει
引自欧里庇得斯《特洛伊妇女》(第887–888行)的短长格三音步诗句,用作对前述 ὁ θεῖος λόγος 的诗意阐发。属格 κελεύθου 与形容词 ἀψόφου 一同受介词 διʼ(διά)统摄。
- 381bὃ τῶν μέτρων πρῶτόν ἐστι τοῖς περὶ τὰ οὐράνια πραγματευομένοις
中性关系代词 ὃ 指代前文提到的基数“六十(ἑξήκοντα)”这一概念。指的是天文学(源自巴比伦的六十进制)中最基本的度量基准。
- 382aτεσσάρων μὲν ἀρτίων τῶν πρώτων, τεσσάρων δὲ τῶν περισσῶν εἰς ταὐτὸ συντιθεμένων, ἀποτελούμενος
由分词 συντιθεμένων 构成的属格独立结构,用以说明分词 ἀποτελούμενος(主格阳性单数,与前面的表语名词 κόσμος 一致)的构成方式。指前四个偶数(2+4+6+8=20)与前四个奇数(1+3+5+7=16)相加等于36(四位格/圣四)。
