- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:79-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者从自然学与医学角度阐释了埃及祭司每日按时焚香的缘由:清晨焚树脂,正午焚没药,夜幕降临时则焚由十六种成分配制的奇斐香以安神助眠,并论证了香料性质与昼夜特性的对应关系。
εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν διανοηθείη τις πρότερον,1 ὡς ἀεὶ μὲν οἱ ἄνδρες ἐν σπουδῇ μεγίστῃ τίθενται τὰ πρὸς ὑγίειαν ἐπιτηδεύματα, μάλιστα δʼ ἐν ταῖς ἱερουργίαις καὶ ταῖς ἁγνείαις καὶ διαίταις οὐχ ἧττον ἐστι τοῦ ὁσίου τὸ ὑγιεινόν.. οὐ γὰρ ᾤοντο καλῶς ἔχειν οὔτε σώμασιν οὔτε ψυχαῖς ὑπούλοις καὶ νοσώδεσι θεραπεύειν τὸ καθαρὸν καὶ ἀβλαβὲς πάντῃ καὶ ἀμίαντον. ἐπεὶ τοίνυν ὁ ἀήρ, ᾧ πλεῖστα χρώμεθα καὶ σύνεσμεν, οὐκ ἀεὶ τὴν αὐτὴν ἔχει διάθεσιν καὶ κρᾶσιν, ἀλλὰ νύκτωρ πυκνοῦται καὶ πιέζει τὸ σῶμα καὶ συνάγει τὴν ψυχὴν εἰς τὸ δύσθυμον καὶ πεφροντικὸς οἷον ἀχλυώδη γιγνομένην καὶ βαρεῖαν, ἀναστάντες εὐθὺς ἐπιθυμιῶσι ῥητίνην, θεραπεύοντες καὶ καθαίροντες τὸν ἀέρα τῇ διακρίσει καὶ τὸ σύμφυτον τῷ σώματι πνεῦμα μεμαρασμένον ἀναρριπίζοντες, ἐχούσης τι τῆς ὀσμῆς σφοδρὸν καὶ καταπληκτικόν. αὖθις δὲ μεσημβρίας αἰσθανόμενοι σφόδρα πολλὴν καὶ βαρεῖαν ἀναθυμίασιν ἀπὸ γῆς ἕλκοντα βίᾳ τὸν ἥλιον καὶ καταμιγνύοντα τῷ ἀέρι, τὴν σμύρναν ἐπιθυμιῶσι. διαλύει γὰρ ἡ θερμότης καὶ σκίδνησι τὸ συνιστάμενον ἐν τῷ περιέχοντι θολερὸν καὶ ἰλυῶδες. καὶ γὰρ οἱ ἰατροὶ πρὸς τὰ λοιμικὰ πάθη βοηθεῖν δοκοῦσι φλόγα πολλὴν ποιοῦντες ὡς λεπτύνουσαν τὸν ἀέρα· λεπτύνει δὲ βέλτιον, ἐὰν εὐώδη ξύλα κάωσιν, οἷα κυπαρίττου καὶ ἀρκεύθου καὶ πεύκης. Ἄκρωνα γοῦν τὸν ἰατρὸν ἐν Ἀθήναις ὑπὸ τὸν μέγαν λοιμὸν εὐδοκιμῆσαι λέγουσι, πῦρ κελεύοντα παρακάειν τοῖς νοσοῦσιν· ὤνησε γὰρ οὐκ ὀλίγους. Ἀριστοτέλης δέ φησι καὶ μύρων καὶ ἀνθέων καὶ λειμώνων εὐώδεις ἀποπνοίας οὐκ ἔλαττον ἔχειν τοῦ πρὸς ἡδονὴν τὸ πρὸς ὑγίειαν, ψυχρὸν ὄντα φύσει καὶ παγετώδη τὸν ἐγκέφαλον ἠρέμα τῇ θερμότητι καὶ λειότητι διαχεούσας. εἰ δὲ καὶ τὴν σμύρναν παρʼ Αἰγυπτίοις βὰλ καλοῦσιν, ἐξερμηνευθὲν δὲ τοῦτο μάλιστα φράζει τῆς ληρήσεως ἐκσκορπισμόν, ἔστιν ἣν καὶ τοῦτο μαρτυρίαν τῷ λόγῳ τῆς αἰτίας δίδωσιν.
因此,正如我所承诺的,若有必要谈论每日所焚之香,人们首先当考虑这一点:祭司们始终将关涉健康的践行置于极高的关注之下,尤其在祭祀、洁净仪式与日常饮食起居中,卫生并不逊于虔敬。因为他们认为,以溃烂而患病的肉体或灵魂去侍奉那全然无害、纯净且无玷污者,是不恰当的。既然我们最常使用且形影相随的空气并非始终保持相同的状态与配比,而是在夜间凝缩,压迫肉体,使灵魂缩入郁郁寡欢与焦虑之中,变得恍如晦暗沉重,故而他们晨起便立即焚烧树脂,通过离析使空气得到照料与净化,并重新激荡起肉体生来具有但已然衰颓的气(普纽玛),因为这种气味带有一种猛烈与震撼之力。午间,当他们感知到太阳强行从大地吸起极其大量而沉重的蒸气并混入空气中时,他们便焚烧没药;因为热力能化解并驱散那在周围环绕的大气中凝聚的浑浊淤泥之物。事实上,医者们亦常以升起烈火来救助瘟疫之疾,认为烈火能稀释空气;若焚烧柏树、杜松和松树等芳香木材,空气能得到更好的稀释。据说雅典遭遇大瘟疫期间,医者阿克龙便因下令在病人身旁焚火而名声大噪,因为他使不少人受益。亚里士多德亦言,香膏、花卉与草场的芳香散发,对健康的贡献绝不下于对享乐的愉悦,因为它们以温暖与顺和轻柔地舒展着本性寒凉如冰的脑髓。若埃及人亦将没药称为“巴尔”,而此词译出最意指“驱散妄念”,则这也为上述原因的论述提供了一则佐证。
τὸ δὲ κῦφι μῖγμα μὲν ἑκκαίδεκα μερῶν συντιθεμένων ἐστί, μέλιτος καὶ οἴνου καὶ σταφίδος καὶ κυπείρου, ῥητίνης τε καὶ σμύρνης καὶ ἀσπαλάθου καὶ σεσέλεως, ἔτι δὲ σχίνου τε καὶ ἀσφάλτου καὶ θρύου καὶ λαπάθου, πρὸς δὲ τούτοις ἀρκευθίδων ἀμφοῖν (ὧν τὴν μὲν μείζονα τὴν δʼ ἐλάττονα καλοῦσι) καὶ καρδαμώμου καὶ καλάμου. συντίθενται δʼ οὐχ ὅπως ἔτυχεν, ἀλλὰ γραμμάτων ἱερῶν τοῖς μυρεψοῖς, ὅταν ταῦτα μιγνύωσιν, ἀναγιγνωσκομένων. τὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι προσηκόντως ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν,2 ἀλλὰ τὰ πλεῖστα τῶν συλλαμβανομένων ἀρωματικὰς ἔχοντα δυνάμεις γλυκὺ πνεῦμα καὶ χρηστὴν μεθίησιν ἀναθυμίασιν, ὑφʼ ἧς ὃ τʼ ἀὴρ τρεπόμενος καὶ τὸ σῶμα διὰ τῆς πνοῆς κινούμενον λείως καὶ προσηνῶς ὑπνοῖ τε καὶ κρᾶσιν ἐπαγωγὸν ἴσχει καὶ τὰ λυπηρὰ καὶ σύντονα τῶν μεθημερινῶν φροντίδων ἄνευ μέθης οἷον ἅμματα χαλᾷ καὶ διαλύει· καὶ τὸ φανταστικὸν καὶ δεκτικὸν ὀνείρων μόριον ὥσπερ κάτοπτρον ἀπολεαίνει καὶ ποιεῖ καθαρώτερον οὐδὲν ἧττον ἢ τὰ κρούματα τῆς λύρας, οἷς ἐχρῶντο πρὸ τῶν ὕπνων οἱ Πυθαγόρειοι, τὸ ἐμπαθὲς καὶ ἄλογον τῆς ψυχῆς ἐξεπᾴδοντες οὕτω καὶ θεραπεύοντες. τὰ γὰρ ὀσφραντὰ πολλάκις μὲν τὴν αἴσθησιν ἀπολείπουσαν ἀνακαλεῖται, πολλάκις δὲ πάλιν ἀμβλύνει καὶ κατηρεμίζει διαχεομένων ἐν τῷ σώματι τῶν ἀναδομάτων ὑπὸ λειότητος· ὥσπερ ἔνιοι τῶν ἰατρῶν τὸν ὕπνον ἐγγίγνεσθαι λέγουσιν, ὅταν ἡ τῆς τροφῆς ἀναθυμίασις οἷον ἕρπουσα λείως περὶ τὰ σπλάγχνα καὶ ψηλαφῶσα ποιῇ τινα γαργαλισμόν. τῷ δὲ κῦφι χρῶνται καὶ πώματι καὶ κράματι· πινόμενον γὰρ δοκεῖ τὰ ἐντὸς καθαίρειν, χρὴ μαλακτικόν.3 ἄνευ δὲ τούτων ῥητίνη μέν ἐστιν ἔργον ἡλίου καὶ σμύρνα πρὸς τὴν εἵλην τῶν φυτῶν ἐκδακρυόντων. τῶν δὲ τὸ κῦφι συντιθέντων ἔστιν ἃ νυκτὶ χαίρει μᾶλλον, ὥσπερ ὅσα πνεύμασι ψυχροῖς καὶ σκιαῖς καὶ δρόσοις καὶ ὑγρότησι τρέφεσθαι πέφυκεν. ἐπεὶ τὸ τῆς ἡμέρας φῶς ἓν μέν ἐστι καὶ ἁπλοῦν καὶ τὸν ἥλιον ὁ Πίνδαρος ὁρᾶσθαί φησιν ἐρήμας διʼ αἰθέρος· ὁ δὲ νυκτερινὸς ἀὴρ κρᾶμα καὶ σύμμιγμα πολλῶν γέγονε φώτων καὶ δυνάμεων, οἷον σπερμάτων εἰς ἓν ἀπὸ παντὸς ἄστρου καταρρεόντων. εἰκότως οὖν ἐκεῖνα μὲν ὡς ἁπλᾶ καὶ ἀφʼ ἡλίου τὴν γένεσιν ἔχοντα διʼ ἡμέρας, ταῦτα δʼ ὡς μικτὰ καὶ παντοδαπὰ ταῖς ποιότησιν ἀρχομένης νυκτὸς ἐπιθυμιῶσι.
至于奇斐香,乃是由十六种成分配制而成的混合物:蜂蜜、葡萄酒、葡萄干、莎草,以及树脂、没药、刺雀豆、野胡萝卜子,此外还有乳香木、沥青、蔺草、酸模,再加上两种杜松子(其中一种他们称为大的,另一种称为小的)、小豆蔻与菖蒲。这些成分并非杂乱配伍,而是在调制香料的工匠们混和这些材料时,有人向他们诵读神圣典籍。关于十六这个数目,纵然它极被视作平方之平方,且在等数相乘各数中是唯一使其周长与面积相等的数,但理当说这对此(奇斐香之功效)几乎无所助益;相反,所采用的大多数成分具有芳香效能,散发出甜美之气与有益之蒸腾,空气由此发生转变,肉体藉由呼吸而平稳舒缓地受其触动,从而引致睡眠并获得催眠的调和状态,且不借助沉醉便如松绑般舒解化开白昼思虑那沉重紧绷的羁绊。它如镜子般磨光并使那负责表象与接纳梦境的官能变得更加纯净,绝不下于毕达哥拉斯派在入睡前所用的里拉琴乐声,他们正是借此吟咏并治愈灵魂中带情欲和非理性的部分。因为芳香之物往往能唤回渐失的感知,又常常借由流溢在体内顺滑地散布而使其钝化宁息;正如某些医者所说,当食物的蒸气如平稳爬行般环绕内脏抚触并引起微痒感时,睡眠便由此产生。人们亦将奇斐香用作饮剂和混饮剂,因为饮用它被认为能涤荡内脏,乃是一种温和软化之物。除这些之外,树脂乃太阳之造化,没药亦是植物在阳光烘烤下渗出的泪滴;然而在构成奇斐香的成分中,有些则更喜夜晚,正如凡本性上依赖冷风、树荫、朝露和湿气而滋养之物。因为白昼之光单一而纯粹,品达罗亦言太阳被看见乃是“穿过荒芜的以太”;而夜间的空气则成了众多光芒与威能的调和与混合物,犹如从每颗星宿流注汇聚为一的种子。因此,理所当然地,他们于日间焚烧前者,因其单纯且从太阳受生;于夜幕降临时焚烧后者,因其在性质上混合而繁复多样。
- 79εἰ δὲ καὶ περὶ τῶν θυμιωμένων ἡμέρας ἑκάστης εἰπεῖν, ὥσπερ ὑπεσχόμην, ἐκεῖνο ἂν διανοηθείη τις πρότερον
在条件从句 εἰ... εἰπεῖν 中,不定式 εἰπεῖν 内部省略了表示“应当”的非人称动词(如 δεῖ),或作为表示必要性的不定式在从句中独立使用(“若应当论及……”)。主句通过 ἄν 搭配希求式 διανοηθείη 构成潜在语气(“人们首先当考虑……”)。
- 383eτὸν δʼ ἀριθμόν, εἰ καὶ πάνυ δοκεῖ τετράγωνος ἀπὸ τετραγώνου καὶ μόνος ἔχων τῶν ἴσων ἰσάκις ἀριθμῶν τῷ χωρίῳ τὴν περίμετρον ἴσην ἀγαγέσθαι προσηκόντως ἐλάχιστα ῥητέον εἴς γε τοῦτο συνεργεῖν
句首的 τὸν δʼ ἀριθμόν 为先取宾格(悬垂宾格),在逻辑上充当后文受非人称动形容词 ῥητέον 支配的不定式 συνεργεῖν 的主语。其间插入了由 εἰ καί 引导的让步从句,用以阐明数字16的几何学特性(在边长为4的正方形中,其周长与面积均为16,即 τῷ χωρίῳ τὴν περίμετρον ἴσην)。
- 384bχρὴ μαλακτικόν
传抄文本作 χρὴ μαλακτικόν,在文本校勘中通常被判定为 χρῆμα μαλακτικόν(“具软化/舒缓效用之物”)之笔误。在语境中充当同位语,说明该香料作为药剂饮用时具有温和润滑的功效。
