- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:72-73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者评述了动物崇拜起源的诸种学说(诸神畏惧堤丰而变形的神话、灵魂转生说及政治权谋说),并阐释了针对恶神堤丰所进行的安抚、威吓与仪式性屠宰及其象征意义。
τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν,1 οἷον ἀποκρύπτοντας ἑαυτοὺς σώμασιν ἴβεων καὶ κυνῶν καὶ ἱεράκων, πᾶσαν ὑπερπέπαικε τερατείαν καὶ μυθολογίαν· καὶ τὸ ταῖς ψυχαῖς τῶν θανόντων ὅσαι διαμένουσιν εἰς ταῦτα μόνα γίγνεσθαι τὴν παλιγγενεσίαν ὁμοίως ἄπιστον. τῶν δὲ βουλομένων πολιτικήν τινα λέγειν αἰτίαν οἱ μὲν Ὄσιριν ἐν τῇ μεγάλῃ στρατιᾷ φασιν εἰς μέρη πολλὰ διανείμαντα τὴν δύναμιν λόχους καὶ τάξεις Ἑλληνικῶς καλοῦσιν, ἐπίσημα δοῦναι ζῳόμορφα πᾶσιν, ὧν ἕκαστον τῷ γένει τῶν συννεμηθέντων ἱερὸν γενέσθαι καὶ τίμιον· οἱ δὲ τοὺς ὕστερον βασιλεῖς ἐκπλήξεως ἕνεκα τῶν πολεμίων ἐπιφαίνεσθαι θηρίων χρυσᾶς προτομὰς καὶ ἀργυρᾶς περιτιθεμένους· ἄλλοι δὲ τῶν δεινῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι2 τοὺς Αἰγυπτίους καταμαθόντα τῇ μὲν φύσει κούφους καὶ πρὸς μεταβολὴν καὶ νεωτερισμὸν ὀξυρρόπους ὄντας, ἄμαχον δὲ καὶ δυσκάθεκτον ὑπὸ πλήθους δύναμιν ἐν τῷ συμφρονεῖν καὶ κοινοπραγεῖν ἔχοντας, ἀίδιον αὐτοῖς ἐγκατασπεῖραι δείξαντα δεισιδαιμονίαν, διαφορᾶς ἀπαύστου πρόφασιν. τῶν γὰρ θηρίων, ἃ προσέταξεν ἄλλοις ἄλλα τιμᾶν καὶ σέβεσθαι, δυσμενῶς καὶ πολεμικῶς ἀλλήλοις προσφερομένων, καὶ τροφὴν ἑτέραν ἑτέρου προσίεσθαι πεφυκότος, ἀμύνοντες ἀεὶ τοῖς οἰκείοις ἕκαστοι καὶ χαλεπῶς ἀδικουμένων φέροντες ἐλάνθανον ταῖς τῶν θηρίων ἔχθραις συνεφελκόμενοι καὶ συνεκπολεμούμενοι πρὸς ἀλλήλους. μόνοι γὰρ ἔτι νῦν Αἰγυπτίων Λυκοπολῖται πρόβατον ἐσθίουσιν, ἐπεὶ καὶ λύκος, ὃν θεὸν νομίζουσιν οἱ δʼ Ὀξυρυγχῖται καθʼ ἡμᾶς, τῶν Κυνοπολιτῶν τὸν ὀξύρυγχον ἰχθὺν ἐσθιόντων, κύνα συλλαβόντες καὶ θύσαντες ὡς ἱερεῖον κατέφαγον· ἐκ δὲ τούτου καταστάντες εἰς πόλεμον ἀλλήλους τε διέθηκαν κακῶς καὶ ὕστερον ὑπὸ Ῥωμαίων κολαζόμενοι διετέθησαν.
因为,诸神因畏惧堤丰而变形为这些动物,犹如将自身隐藏于鹮、犬与隼的躯体之中,这一说法超越了一切荒诞怪异与神话编造;而死者灵魂中尚存者唯独转生进入这些动物体内,亦同样令人难以置信。在那些意欲给出政治原因的人中,有人说奥西里斯在大远征中将军队分划为许多部分——即希腊语中所称的连队与方阵——并分赐给所有人兽形的徽记,其中每一徽记对于被编入其下的人之宗族而言都变得神圣而尊贵;另有人则说,后来的君王为恐吓敌人,穿戴着金银制成的兽头冠冕显现;还有人记载,一位精明而狡黠的君王察觉到埃及人生性轻浮浮躁,极易转向变革与作乱,然而在齐心合力共同行动时,因其人多势众而具有不可抗拒且难以遏制的力量,遂向他们播下一种永恒的迷信,作为无休止分歧的借口。因为,他命令不同人群尊崇奉事的那些野兽彼此怀有敌意且好战,且各自天生喜好不同的食物,于是各方总是护卫自家的兽类,在它们受侵害时义愤填膺,不知不觉中被野兽的仇恨所裹挟,彼此大动干戈。事实上,直到如今埃及人中唯独吕科波利斯人吃羊,因为他们视为神的狼也吃羊;而在我们这个时代,当犬之城(库诺波利斯)的居民吃了尖嘴鱼时,奥克西林库斯人便抓捕了一条狗,将其作为祭牲献祭并吃掉;由此陷入战争,他们彼此残害,后来受到罗马人的惩治亦遭受重创。
πολλῶν δὲ λεγόντων εἰς ταῦτα τὰ ζῷα τὴν τοῦ Τυφῶνος αὐτοῦ διάρασθαι ψυχήν, αἰνίττεσθαι δόξειεν ἂν ὁ μῦθος, ὅτι πᾶσα φύσις ἄλογος καὶ θηριώδης τῆς τοῦ κακοῦ δαίμονος γέγονε μοίρας, κἀκεῖνον ἐκμειλισσόμενοι καὶ παρηγοροῦντες περιέπουσι ταῦτα καὶ θεραπεύουσιν· ἂν δὲ πολὺς ἐμπίπτῃ3 καὶ χαλεπὸς αὐχμοὺς ἐπάγων ὑπερβάλλοντας ἢ νόσους ὀλεθρίους ἢ συμφορὰς ἄλλας παραλόγους καὶ ἀλλοκότους, ἔνια τῶν τιμωμένων οἱ ἱερεῖς ἀπάγοντες ὑπὸ σκότῳ μετὰ σιωπῆς καὶ ἡσυχίας ἀπειλοῦσι καὶ δεδίττονται τὸ πρῶτον ἂν δʼ ἐπιμένῃ, καθιερεύουσι καὶ σφάττουσιν, ὡς δή τινα κολασμὸν ὄντα τοῦ δαίμονος τοῦτον ἢ καθαρμὸν ἄλλως μέγαν ἐπὶ μεγίστοις· καὶ γὰρ ἐν Εἰλειθυίας πόλει ζῶντας ἀνθρώπους κατεπίμπρασαν ὡς Μανεθὼς ἱστόρηκε, Τυφωνείους καλοῦντες, καὶ τὴν τέφραν αὐτῶν λικμῶντες ἠφάνιζον καὶ διέσπειρον. ἀλλὰ τοῦτο μὲν ἐδρᾶτο φανερῶς καὶ καθʼ ἕνα καιρὸν ἐν ταῖς κυνάσιν ἡμέραις· αἱ δὲ τῶν τιμωμένων ζῴων καθιερεύσεις ἀπόρρητοι καὶ χρόνοις ἀτάκτοις πρὸς τὰ συμπίπτοντα γιγνόμεναι τοὺς πολλοὺς λανθάνουσι, πλὴν ὅταν ταφὰς ἔχωσι, καὶ τῶν ἄλλων ἀναδεικνύντες ἔνια πάντων παρόντων συνεμβάλλωσιν, οἰόμενοι τοῦ Τυφῶνος ἀντιλυπεῖν καὶ κολούειν τὸ ἡδόμενον. ὁ γὰρ Ἆπις δοκεῖ μετʼ ὀλίγων ἄλλων ἱερὸς εἶναι τοῦ Ὀσίριδος· ἐκείνῳ δὲ τὰ πλεῖστα προσνέμουσι. κἂν ἀληθὴς ὁ λόγος οὗτος ᾖ, συμβαίνειν ἡγοῦμαι τὸ ζητούμενον ἐπὶ τῶν ὁμολογουμένων καὶ κοινὰς ἐχόντων τὰς τιμάς, οἷόν ἐστιν ἶβις καὶ ἱέραξ καὶ κυνοκέφαλος, αὐτὸς ὁ Ἆπις οὕτω δὴ γὰρ τὸν ἐν Μένδητι τράγον καλοῦσι.
虽然许多人说堤丰本人的灵魂分散到了这些动物之中,但这则神话似乎暗示着:一切无理性与兽性的本性皆归属于恶神的一份,人们为了安抚和劝慰他,才照料并奉事这些动物。然而,倘若他凶猛暴烈地侵袭,带来极度的旱灾、毁灭性的瘟疫或其他不可理喻且怪异的灾祸,祭司们便会在黑暗中、伴着寂静与沉默带走某些受尊崇的动物,起初加以恐吓与威胁;如果灾祸持续,他们便将其作为牺牲予以屠宰,仿佛这是对该神明的某种惩处,抑或无论如何是对极大灾祸的重大净化。正如曼涅托所记载的,在厄勒梯亚城,他们曾将活人活活烧死,称其为“堤丰之徒”,并用簸箕扬撒他们的骨灰使其消失并散布开来。但这事是在三伏天公开且按固定时节所行;而受尊崇动物的杀牲献祭却是隐秘的,并且依照突发事件在不固定的时间举行,因而不为大众所察觉——除非在他们举行葬礼时,在众人面前亮出其他动物中的某些并一同投掷进去,自以为能反向令堤丰痛苦并削损其快感。因为阿庇斯与少数其他动物似乎属于奥西里斯,而大部分动物他们都归给了堤丰。倘若这一说法属实,我认为所探讨的问题亦适用于那些被公认且享有普遍尊崇的动物,例如鹮、隼、狒狒,以及阿庇斯本身(因为他们确实也如此称呼门德斯的公山羊)。
- 72τὸ μὲν γὰρ εἰς ταῦτα τὰ ζῷα τοὺς θεοὺς τὸν Τυφῶνα δείσαντας μεταβαλεῖν
句首定冠词 τὸ 将包含不定式 μεταβαλεῖν 及其逻辑主语 τοὺς θεούς 的整句名词化,作为主句谓语动词 ὑπερπέπαικε 的主语,是典型的冠词引导不定式从句构架。
- 380aἄλλοι δὲ τῶν δεινῶν τινα καὶ πανούργων βασιλέων ἱστοροῦσι
动词 ἱστοροῦσι 支配宾语 τινα(某个人),前面的 τῶν δεινῶν ... βασιλέων 是修饰 τινα 的部分属格;随后 τινα 充当下文不定式 ἐγκατασπεῖραι 的逻辑主语,构成宾格不定式结构。
- 380cἂν δὲ πολὺς ἐμπίπτῃ
形容词 πολὺς 处于表语位置,修饰省略的主语(堤丰),在句中起副词性作用,表示猛烈或势头强劲地侵袭('猛烈地袭来'),为希腊语描述风暴或灾难肆虐时的惯用表达。
