- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:69-71
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克阐明忧伤的祭礼源于播种期作物的埋藏与隐匿,指出将神赐之物与神明本身混淆导致了迷信与无神论的弊端,并进而批评了埃及的动物崇拜。
πῶς οὖν χρηστέον ἐστὶ ταῖς σκυθρωπαῖς καὶ ἀγελάστοις καὶ πενθίμοις θυσίαις, εἰ μήτε παραλείπειν τὰ νενομισμένα καλῶς ἔχει μήτε φύρειν τὰς περὶ θεῶν δόξας καὶ συνταράττειν ὑποψίαις ἀτόποις; καὶ παρʼ Ἕλλησιν ὅμοια πολλὰ γίγνεται περὶ τὸν αὐτὸν ὁμοῦ τι χρόνον, οἷς Αἰγύπτιοι δρῶσιν ἐν τοῖς ὁσίοις. καὶ γὰρ Ἀθήνησι νηστεύουσιν αἱ γυναῖκες ἐν Θεσμοφορίοις χαμαὶ καθήμεναι. καὶ Βοιωτοὶ τὰ τῆς Ἀχαίας μέγαρα κινοῦσιν, ἐπαχθῆ τὴν ἑορτὴν ἐκείνην ὀνομάζοντες, ὡς διὰ τὴν τῆς Κόρης κάθοδον ἐν ἄχει τῆς Δήμητρος οὔσης. ἔστι δʼ ὁ μὴν οὗτος περὶ Πλειάδας σπόριμος, ὃν Ἀθὺρ Αἰγύπτιοι, Πυανεψιῶνα δʼ Ἀθηναῖοι Βοιωτοὶ δὲ Δαμάτριον καλοῦσι. τοὺς δὲ πρὸς ἑσπέραν οἰκοῦντας ἱστορεῖ Θεόπομπος ἡγεῖσθαι καὶ καλεῖν τὸν μὲν χειμῶνα Κρόνον, τὸ δὲ θέρος Ἀφροδίτην, τὸ δʼ ἔαρ Περσεφόνην· ἐκ δὲ Κρόνου καὶ Ἀφροδίτης γεννᾶσθαι πάντα. Φρύγες δὲ τὸν θεὸν οἰόμενοι χειμῶνος καθεύδειν, θέρους δʼ ἐγρηγορέναι, τοτὲ μὲν κατευνασμούς, τοτὲ δʼ ἀνεγέρσεις βακχεύοντες αὐτῷ τελοῦσι. Παφλαγόνες δὲ καταδεῖσθαι καὶ καθείργνυσθαι χειμῶνος, ἦρος δὲ κινεῖσθαι καὶ ἀναλύεσθαι φάσκουσι.
那么,倘若既不能废弃既定的习俗,又不能以荒谬的猜疑玷污关于诸神的观念并使其陷入混乱,我们应当如何对待那些阴沉、无笑意且充满哀悼的祭祀呢?在希腊人中,在几乎相同的时期,也发生着许多与埃及人在神圣仪式中所行相似之事。事实上,在雅典,妇女们在提斯摩福里亚节期间坐在地上禁食。波俄提亚人则开启阿开亚女神的殿堂,将那个节庆称为“沉重之节”,因为得墨忒耳正因少女(珀耳塞福涅)的下降而陷于哀伤。这一个月正值昴宿星团隐没前后的播种时节,埃及人称之为阿图尔,雅典人称之为皮亚内普西翁,波俄提亚人则称之为达玛特里俄斯。泰奥彭波斯记载,居于西方的人们认为并称冬季为克洛诺斯,夏季为阿佛洛狄忒,春季为珀耳塞福涅,且万物生于克洛诺斯与阿佛洛狄忒。弗律癸亚人认为神明在冬季沉睡而在夏季清醒,因而以狂欢之礼为之举行仪式,有时使其安眠,有时使其醒来。帕夫拉戈尼亚人则宣称神明在冬季被捆绑和囚禁,而在春季得以活动和被释放。
καὶ δίδωσιν ὁ καιρὸς ὑπόνοιαν ἐπὶ τῶν καρπῶν τῇ ἀποκρύψει γενέσθαι τὸν σκυθρωπασμόν, οὓς οἱ παλαιοὶ θεοὺς μὲν οὐκ ἐνόμιζον, ἀλλὰ δῶρα θεῶν ἀναγκαῖα καὶ μεγάλα πρὸς τὸ μὴ ζῆν ἀγρίως καὶ θηριωδῶς. καθʼ ἣν δὴ ὥραν τοὺς μὲν ἀπὸ δένδρων ἑώρων ἀφανιζομένους παντάπασιν καὶ ἀπολείποντας, οὓς δὲ καὶ αὐτοὶ κατέσπειραν ὄντας ἔτι γλίσχρους καὶ ἀπόρους, διαμώμενοι ταῖς χερσὶ τὴν γῆν καὶ περιστέλλοντες αὖθις, ἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι,1 πολλὰ θάπτουσιν ὅμοια καὶ πενθοῦσιν ἔπραττον. εἶθʼ ὥσπερ ἡμεῖς τὸν ὠνούμενον βιβλία Πλάτωνος ὠνεῖσθαί φαμεν Πλάτωνα, καὶ Μένανδρον ὑποκρίνεσθαι τὸν τὰ Μενάνδρου ποιήμαθʼ ὑποτιθέμενον, οὕτως ἐκεῖνοι τοῖς τῶν θεῶν ὀνόμασι τὰ τῶν θεῶν δῶρα καὶ ποιήματα καλεῖν οὐκ ἐφείδοντο, τιμῶντες ὑπὸ χρείας καὶ σεμνύνοντες. οἱ δʼ ὕστερον ἀπαιδεύτως δεχόμενοι καὶ ἀμαθῶς ἀναστρέφοντες ἐπὶ τοὺς θεοὺς τὰ πάθη τῶν καρπῶν, καὶ τὰς παρουσίας τῶν ἀναγκαίων καὶ ἀποκρύψεις θεῶν γενέσεις καὶ φθορὰς οὐ προσαγορεύοντες μόνον ἀλλὰ καὶ νομίζοντες, ἀτόπων καὶ παρανόμων καὶ τεταραγμένων δοξῶν αὑτοὺς ἐνέπλησαν, καίτοι τοῦ παραλόγου τὴν ἀτοπίαν ἐν ὀφθαλμοῖς ἔχοντες. εὖ μὲν οὖν Ξενοφάνης ὁ Κολοφώνιος ἠξίωσε τοὺς Αἰγυπτίους, εἰ θεοὺς νομίζουσι, μὴ θρηνεῖν, εἰ δὲ θρηνοῦσι, θεοὺς μὴ νομίζειν ἀλλʼ ὅτι γελοῖον ἅμα θρηνοῦντας εὔχεσθαι τοὺς καρποὺς πάλιν ἀναφαίνειν καὶ τελειοῦν ἑαυτοῖς, ὅπως πάλιν ἀναλίσκωνται καὶ θρηνῶνται·
而此时令令人怀疑,这种阴沉哀伤乃是因农作物的藏匿(埋入土中)而产生的;古人并不将作物视为神明,而是视为免于野蛮和禽兽般生活所必需的神之伟大赐予。正是在那一时令,他们一方面看到树上的果实完全消逝匮乏,另一方面将自己所播下的、尚且稀薄而难以立足的种子,用双手扒开泥土再行覆盖,寄托于其能否再度长成并达至完满的未明希望之中而将其埋藏,行了许多类似于埋葬与哀悼之人的举动。其后,正如我们称购买柏拉图著作的人为“购买柏拉图”,称扮演米南德剧作的人为“扮演米南德”一样,古人亦毫不吝啬地用诸神的名字去称呼诸神的赐物与作品,因其实用而尊崇之、敬畏之。然而后人未经教化地接纳了这些,愚蠢地将作物的受动变化转嫁到诸神身上,不仅将必需之物的出现与隐没称为神明的诞生与消亡,而且真如此认为,从而让自己充斥着荒谬、背理且混乱的观念,尽管这种悖谬的荒唐就摆在眼前。因此,科洛封的克塞诺芬尼要求埃及人:若信其为神,便勿哀悼;若要哀悼,便勿信其为神,这诚然是对的;然而在哀悼的同时,又祈求作物为他们再次显现并成熟,以便再度被消耗和哀悼,这亦是可笑的。
τὸ δʼ οὐκ ἔστι τοιοῦτον, ἀλλὰ θρηνοῦσι μὲν τοὺς καρπούς, εὔχονται δὲ τοῖς αἰτίοις καὶ δοτῆρσι θεοῖς ἑτέρους πάλιν νέους ποιεῖν καὶ ἀναφύειν ἀντὶ τῶν ἀπολλυμένων. ὅθεν ἄριστα λέγεται παρὰ τοῖς φιλοσόφοις τὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν·2 ὥσπερ Ἑλλήνων οἱ τὰ χαλκᾶ καὶ τὰ γραπτὰ καὶ λίθινα μὴ μαθόντες μηδʼ ἐθισθέντες ἀγάλματα καὶ τιμὰς θεῶν, ἀλλὰ θεοὺς καλεῖν, εἶτα τολμῶντες λέγειν, ὅτι τὴν Ἀθηνᾶν Λαχάρης ἐξέδυσε, τὸν δʼ Ἀπόλλωνα χρυσοῦς βοστρύχους ἔχοντα Διονύσιος ἀπέκειρεν δὲ Ζεὺς ὁ Καπετώλιος περὶ τὸν ἐμφύλιον πόλεμον ἐνεπρήσθη καὶ διεφθάρη, λανθάνουσι συνεφελκόμενοι καὶ παραδεχόμενοι δόξας πονηρὰς ἑπομένας τοῖς ὀνόμασιν. τοῦτο δʼ οὐχ ἥκιστα πεπόνθασιν Αἰγύπτιοι περὶ τὰ τιμώμενα τῶν ζῴων. Ἕλληνες μὲν γὰρ ἔν γε τούτοις λέγουσιν ὀρθῶς καὶ νομίζουσιν ἱερὸν Ἀφροδίτης ζῷον εἶναι τὴν περιστερὰν καὶ τὸν δράκοντα τῆς Ἀθηνᾶς καὶ τὸν κόρακα τοῦ Ἀπόλλωνος καὶ τὸν κύνα τῆς Ἀρτέμιδος, ὡς Εὐριπίδης "Ἑκάτης ἄγαλμα φωσφόρου κύων ἔσῃ." Αἰγυπτίων δʼ οἱ πολλοὶ θεραπεύοντες αὐτὰ τὰ ζῷα καὶ περιέποντες ὡς θεοὺς οὐ γέλωτος μόνον οὐδὲ χλευασμοῦ καταπεπλήκασι τὰς ἱερουργίας (ἀλλὰ τοῦτο τῆς ἀβελτερίας ἐλάχιστόν ἐστι κακόν)· δόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα καὶ θηριώδεις λογισμούς.3 ᾗ καὶ περὶ τούτων τὰ εἰκότα διελθεῖν οὐκ ἀνάρμοστόν ἐστι.
然而事实并非如此,他们哀悼的是农作物,祈求的则是作为原因与赐予者的诸神重新制造并催生出新的作物以替代那些消逝者。因此哲学家们极好地指出:“未能学会正确领会名称之人,亦会误用事物本身”;正如有些希腊人,未曾学会亦未曾习惯于将青铜、彩绘及石制造像称为神明的雕像与尊荣,而直呼为神明,随后竟敢声称拉卡里斯剥光了雅典娜,狄奥尼修斯剪下了留有金发的阿波罗的鬈发,抑或卡皮托尔的朱庇特在内战中被焚毁毁灭,他们在不知不觉中引来并接纳了附随于这些名称的恶劣信念。 而埃及人在对待受尊崇的动物方面,所遭受的弊害尤为严重。因为希腊人至少在这些事上言之成理并认为:鸽子是阿佛洛狄忒的圣兽,蛇属于雅典娜,渡鸦属于阿波罗,犬属于阿尔忒弥斯,正如欧里庇得斯所言: “你将成为犬,携光赫卡忒的圣像。” 但大多数埃及人却奉事动物本身,将其当作神明侍奉,这不仅使他们的神圣祭仪充斥着嗤笑与嘲弄(然而这还是其愚昧中最微不足道的恶果);而且一种可怕的信念根深蒂固,使虚弱与纯朴之人坠入彻底的迷信,在敏锐与大胆之人心中则堕落为无神论与兽性般的思辨。因此,就这些事情阐明合乎情理的解释,亦并非不合时宜。
- 379aἐπʼ ἀδήλῳ τῷ πάλιν ἐκτελεῖσθαι καὶ συντέλειαν ἕξειν ἀποθέμενοι
介词 ἐπί 支配由中性与格形容词 ἀδήλῳ 修饰的带冠词不定式短语(τῷ ... ἐκτελεῖσθαι καὶ ... ἕξειν),表示处于不确定的前提或期待之下(“在能否再次长成并达到完满尚属未知的情况下”)。分词 ἀποθέμενοι 作主语的修饰成分,与主要动词 ἔπραττον 连用。
- 379cτὸ τοὺς μὴ μανθάνοντας ὀρθῶς ἀκούειν ὀνομάτων κακῶς χρῆσθαι καὶ τοῖς πράγμασιν
带定冠词的不定式短语 τὸ ... χρῆσθαι 构成被动态动词 ἄριστα λέγεται 的语法主语。不定式 χρῆσθαι 的逻辑主语为宾格分词 τοὺς μὴ μανθάνοντας。其补足不定式 ἀκούειν 支配属格 ὀνομάτων,在此意为“正确理解/领会名称”。
- 379eδόξα δʼ ἐμφύεται δεινή, τοὺς μὲν ἀσθενεῖς καὶ ἀκάκους εἰς ἄκρατον ὑπερείπουσα τὴν δεισιδαιμονίαν, τοῖς δὲ δριμυτέροις καὶ θρασυτέροις εἰς ἀθέους ἐκπίπτουσα καὶ θηριώδεις λογισμούς.
主语 δόξα δεινή 及动词 ἐμφύεται 由两个并列分词 ὑπερείπουσα 与 ἐκπίπτουσα 进一步阐发。需要注意两处的格变化:及物动词性分词 ὑπερείπουσα 支配宾格直接宾语(τοὺς μὲν ἀσθενεῖς),而不及物性分词 ἐκπίπτουσα 则搭配表示关涉/受影响者的与格(τοῖς δὲ δριμυτέροις),以不对称的句式展现了这种错误信念在两类人身上产生的不同恶果。
