- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:66-68
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者告诫人们切勿将神明过度还原为自然物理现象,亦不可陷入迷信或无神论,主张诸神乃宇宙唯一的理法与摄理的多元体现,应当借由哲学理性予以审慎理解。
καὶ δεινὸν οὐδέν, ἂν πρῶτον μὲν ἡμῖν τοὺς θεοὺς φυλάττωσι κοινοὺς καὶ μὴ ποιῶσιν Αἰγυπτίων ἰδίους, μηδὲ Νεῖλον ἥν τε Νεῖλος ἄρδει μόνην χώραν τοῖς ὀνόμασι τούτοις καταλαμβάνοντες, μηδʼ ἕλη μηδὲ λωτοὺς μὴ θεοποιίαν λέγοντες ἀποστερῶσι μεγάλων θεῶν τοὺς ἄλλους ἀνθρώπους, οἷς Νεῖλος μὲν οὐκ ἔστιν οὐδὲ Βοῦτος οὐδὲ Μέμφις· Ἶσιν δὲ καὶ τοὺς περὶ αὐτὴν θεοὺς ἔχουσι καὶ γιγνώσκουσιν ἅπαντες, ἐνίους μὲν οὐ πάλαι τοῖς παρʼ Αἰγυπτίων ὀνόμασι καλεῖν μεμαθηκότες, ἑκάστου δὲ τὴν δύναμιν ἐξ ἀρχῆς ἐπιστάμενοι καὶ τιμῶντες. δεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες·1 ὥσπερ οἱ Διόνυσον τὸν οἶνον, Ἥφαιστον δὲ τὴν φλόγα· Φερσεφόνην δὲ φησί που Κλεάνθης τὸ διὰ τῶν καρπῶν φερόμενον καὶ φονευόμενον πνεῦμα. ποιητὴς δέ τις ἐπὶ τῶν θεριζόντων "τῆμος ὅτʼ αἰζηοὶ Δημήτερα κωλοτομεῦσιν." οὐδὲν γὰρ οὗτοι διαφέρουσι τῶν ἱστία καὶ κάλως καὶ ἄγκυραν ἡγουμένων κυβερνήτην, καὶ νήματα καὶ κρόκας ὑφάντην, καὶ σπονδεῖον ἢ μελίκρατον ἢ πτισάνην ἰατρόν· ἀλλὰ δεινὰς καὶ ἀθέους ἐμποιοῦσι δόξας, ἀναισθήτοις καὶ ἀψύχοις καὶ φθειρομέναις ἀναγκαίως ὑπʼ ἀνθρώπων δεομένων καὶ χρωμένων φύσεσι καὶ πράγμασιν ὀνόματα θεῶν ἐπιφέροντες. ταῦτα μὲν γὰρ αὐτὰ νοῆσαι θεοὺς οὐκ ἔστιν.
而且并无不妥,只要他们首先为我们保留共有这些神明,而不将其归为埃及人所特有,也不用这些名字仅指涉尼罗河以及尼罗河所灌溉的唯一土地,亦不通过谈论沼泽、莲花与封神而剥夺其他人对伟大神明的份——这些人虽无尼罗河,亦无布托与孟菲斯,然而所有人都拥有并认识伊西斯及其周围的诸神;他们获悉用埃及人的名字称呼其中某些神的时间并不久,但从一开始就明了并尊崇每一位神的力量。其次,这是更为重大的事:他们应当极为谨慎并警惕,免得不知不觉将神圣之物化解并消解为风、河流、播种、耕作、大地的受动变化以及四时的更迭;正如那些将葡萄酒视作狄奥尼索斯,将火焰视作赫淮斯托斯的人;克勒安忒斯在某处亦称珀耳塞福涅是穿行于果实中并被屠戮的灵气。 某位诗人在谈到收割者时亦言: “其时健儿们斩断得墨忒耳的肢体。” 因为这些人与那些将风帆、缆绳和铁锚视作舵手,将线和纬纱视作织工,将酒杯、蜜水或大麦粥视作医者的人毫无二致;相反,他们通过将神明的名字加于无知觉、无灵魂且必然被有需求和使用它们的人类所毁坏的自然物和事物之上,滋生了可怕且不敬神的观念。因为决不能将这些事物本身设想为神。
οὐ γὰρ ἄνουν οὐδʼ ἄψυχον οὐδʼ ἀνθρώποις ὁ θεὸς ὑποχείριον· ἀπὸ τούτων δὲ τοὺς χρωμένοις αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν,2 οὐχ ἑτέρους παρʼ ἑτέροις οὐδὲ βαρβάρους καὶ Ἕλληνας οὐδὲ νοτίους καὶ βορείους· ἀλλʼ ὥσπερ ἥλιος καὶ σελήνη καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα κοινὰ πᾶσιν, ὀνομάζεται δʼ ἄλλως ὑπʼ ἄλλων, οὕτως ἑνὸς λόγου τοῦ ταῦτα κοσμοῦντος καὶ μιᾶς προνοίας ἐπιτροπευούσης καὶ δυνάμεων ὑπουργῶν ἐπὶ πάντα τεταγμένων, ἕτεραι παρʼ ἑτέροις κατὰ νόμους γεγόνασι τιμαὶ καὶ προσηγορίαι· καὶ συμβόλοις χρῶνται καθιερωμένοις οἱ μὲν ἀμυδροῖς οἱ δὲ τρανοτέροις, ἐπὶ τὰ θεῖα τὴν νόησιν ὁδηγοῦντες οὐκ ἀκινδύνως. ἔνιοι γὰρ ἀποσφαλέντες παντάπασιν εἰς δεισιδαιμονίαν ὤλισθον, οἱ δὲ φεύγοντες ὥσπερ ἕλος τὴν δεισιδαιμονίαν ἔλαθον αὖθις ὥσπερ εἰς κρημνὸν ἐμπεσόντες τὴν ἀθεότητα.
盖神明既非无心智亦非无灵魂,更不屈从于人类掌控之下;而是从这些事物出发,我们将那些向使用它们的我们赐予这些事物,并永恒持久地提供它们的存在者视作神明——并非因不同人群而异的神,亦非异族与希腊之分,抑或南北之别;而是正如太阳、月亮、天空、大地与海洋为所有人共有,却被不同的人冠以不同的名称一样;既然存在着统摄这些的唯一的理法,监护一切的唯一的摄理,以及被指派掌管万物的侍从诸力,于是在不同人群中根据习俗形成了不同的崇奉与称谓;他们使用神圣的象征物,有的模糊,有的则更为清晰,以此引导思智通往神圣之事,但这并非没有危险。因为有些人完全误入歧途而滑向迷信,而另一些人如同躲避沼泽般逃避迷信,却又在不知不觉中如同跌入深渊般坠入无神论。
διὸ δεῖ μάλιστα πρὸς ταῦτα λόγον ἐκ φιλοσοφίας μυσταγωγὸν ἀναλαβόντας ὁσίως διανοεῖσθαι τῶν λεγομένων καὶ δρωμένων ἕκαστον· ἵνα μή, καθάπερ Θεόδωρος εἶπε, τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων,3 οὕτως ἡμεῖς ἃ καλῶς οἱ νόμοι περὶ τὰς θυσίας καὶ τὰς ἑορτὰς ἔταξαν ἑτέρως ὑπολαμβάνοντες ἐξαμάρτωμεν. ὅτι γὰρ ἐπὶ τὸν λόγον ἀνοιστέον ἅπαντα, καὶ παρʼ αὐτῶν ἐκείνων ἔστι λαβεῖν. τῇ μὲν γὰρ ἐνάτῃ ἐπὶ δέκα τοῦ πρώτου μηνὸς ἑορτάζοντες τῷ Ἑρμῇ μέλι καὶ σῦκον ἐσθίουσιν, ἐπιλέγοντες γλυκὺ ἡ ἀλήθεια τὸ δὲ τῆς Ἴσιδος φυλακτήριον, ὃ περιάπτεσθαι μυθολογοῦσιν αὐτήν, ἐξερμηνεύεται φωνὴ ἀληθής. τὸν δʼ Ἁρποκράτην οὔτε θεὸν ἀτελῆ καὶ νήπιον οὔτε χεδρόπων τινὰ νομιστέον, ἀλλὰ τοῦ περὶ θεῶν ἐν ἀνθρώποις λόγου νεαροῦ καὶ ἀτελοῦς καὶ ἀδιαρθρώτου προστάτην καὶ σωφρονιστὴν διὸ τῷ στόματι τὸν δάκτυλον ἔχει προσκείμενον ἐχεμυθίας καὶ σιωπῆς σύμβολον ἐν δὲ τῷ Μεσορὴ μηνὶ τῶν χεδρόπων ἐπιφέροντες λέγουσιν γλῶσσα τύχη, γλῶσσα δαίμων τῶν δʼ ἐν Αἰγύπτῳ φυτῶν μάλιστα τῇ θεῷ καθιερῶσθαι λέγουσι τὴν περσέαν, ὅτι καρδίᾳ μὲν ὁ καρπὸς αὐτῆς, γλώττῃ δὲ τὸ φύλλον ἔοικεν. οὐδὲν γὰρ ὧν ἄνθρωπος ἔχειν πέφυκε θειότερον λόγου καὶ μάλιστα τοῦ περὶ θεῶν, οὐδὲ μείζονα ῥοπὴν ἔχει πρὸς εὐδαιμονίαν. διὸ τῷ μὲν εἰς τὸ χρηστήριον ἐνταῦθα κατιόντι παρεγγυῶμεν ὅσια φρονεῖν, εὔφημα λέγειν. οἱ δὲ πολλοὶ γελοῖα δρῶσιν ἐν ταῖς πομπαῖς καὶ ταῖς ἑορταῖς εὐφημίαν προκηρύττοντες, εἶτα περὶ τῶν θεῶν αὐτῶν τὰ δυσφημότατα καὶ λέγοντες καὶ διανοούμενοι.
因此,针对这些事,最应以来自哲学的理法作为引渡的向导,虔敬地思考所言所行的每一件事;以免正如狄奥多罗斯所言,当他用右手递出话语时,听者中的某些人却用左手去接,我们亦同样因对法律就祭祀与节庆所做出的美好规定产生相异的理解而铸成大错。因为万物皆当归结于理法,这一点亦可从那些人自身的习惯中获知。盖因在第一个月的第十九日,他们在庆祝赫耳墨斯的节日时食用蜂蜜和无花果,并附言道: “真理是甘美的”;而传说中伊西斯佩戴在身上的护身符,则被阐释为: “真实之声”。 人们亦不应将哈尔波克拉特斯视作残缺的幼神或某种豆类之神,而应将其视为人类关于诸神那年轻、不完全且尚未条理分明的言论的守护者与教诲者;因此他的手指触按在嘴唇上,作为寡言与沉静的象征;而在梅索雷月中,人们献上豆类时说道: “舌头即命运,舌头即神明”;而在埃及的植物中,据说佩尔塞树最被奉献给这位女神,因为其果实似心,其叶片似舌。因为在人类天生拥有的一切中,没有什么比言论、尤其是关于神明的言论更为神圣,亦没有什么对幸福具有更大的决定力。因此,对于在此处下到神谕所的人,我们嘱咐其心存虔敬、言辞吉庆。然而大众却行滑稽之事,在游行与节庆中宣告肃穆禁声,随后却关于诸神自身既说出又思忖着最不祥的话语。
- 377dδεύτερον, ὃ μεῖζόν ἐστιν, ὅπως σφόδρα προσέξουσι καὶ φοβήσονται, μὴ λάθωσιν εἰς πνεύματα καὶ ῥεύματα καὶ σπόρους καὶ ἀρότους καὶ πάθη γῆς καὶ μεταβολὰς ὡρῶν διαγράφοντες τὰ θεῖα καὶ διαλύοντες·
ὅπως 搭配将来时直陈式(προσέξουσι 与 φοβήσονται)构成了省略了动词(如 δεῖ 或 ὁρᾶτε)的警示或指令结构(“他们必须极力注意并警惕”)。随后的 μὴ λάθωσιν 是由表示恐惧或防备的 μή 引出的不定过去时虚拟式,表示“免得不知不觉……”,其后接补充性分词 διαγράφοντες 与 διαλύοντες 完成意义。
- 377eἀπὸ τούτων δὲ τοὺς χρωμένοις αὐτοῖς δωρουμένους ἡμῖν καὶ παρέχοντας ἀέναα καὶ διαρκῆ θεοὺς ἐνομίσαμεν
动词 ἐνομίσαμεν 采用双宾格结构:带冠词的分词短语 τοὺς ... δωρουμένους ... καὶ παρέχοντας 作直接宾语(“那些将这些赐予我们……并提供给我们的存在者”),而 θεούς 作宾语补足语(“视作神明”)。介词短语 ἀπὸ τούτων 意为“从这些(事物)出发/由这些事物引申”,表明并非将物理事物本身当作神,而是通过事物推及赐予者。
- 378bτοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος, ἐνίους τῇ ἀριστερᾷ δέχεσθαι τῶν ἀκροωμένων
由 καθάπερ Θεόδωρος εἶπε(“正如狄奥多罗斯所言”)引出的间接引语。前半句 τοὺς λόγους αὐτοῦ τῇ δεξιᾷ προτείνοντος 是属格独立结构(“当他用右手递出话语时”,αὐτοῦ 代指狄奥多罗斯)。间接引语的核心是由宾格不定式构成:主语部分为宾格主语 ἐνίους τῶν ἀκροωμένων(“听众中的某些人”),谓语动词为不定式 δέχεσθαι(“接受”)。
