← 普鲁塔克

论伊西斯与奥西里斯

§63-65

叉铃的象征意义与秩序及无度的原理

普鲁塔克阐明了叉铃构造与猫形装饰所象征的宇宙论与天文学意涵,指出诸神并非代表个别自然元素本身,而是善与秩序、恶与无度的原理,从而回应了欧多克索斯的困惑并解释了大众化的农业神话附会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63

ἐμφαίνει καὶ τὸ σεῖστρον, ὅτι σείεσθαι δεῖ τὰ ὄντα καὶ μηδέποτε παύεσθαι φορᾶς, ἀλλʼ οἷον ἐξεγείρεσθαι καὶ κλονεῖσθαι καταδαρθάνοντα καὶ μαραινόμενα. τὸν γὰρ Τυφῶνά φασι τοῖς σείστροις ἀποτρέπειν καὶ ἀποκρούεσθαι, δηλοῦντες, ὅτι τῆς φθορᾶς συνδεούσης καὶ ἱστάσης, αὖθις ἀναλύει τὴν φύσιν καὶ ἀνίστησι διὰ τῆς κινήσεως ἡ γένεσις. τοῦ δὲ σείστρου περιφεροῦς ἄνωθεν ὄντος, ἡ ἁψὶς περιέχει τὰ σειόμενα τέτταρα. καὶ γὰρ ἡ γεννωμένη καὶ φθειρομένη μοῖρα τοῦ κόσμου περιέχεται μὲν ὑπὸ τῆς σεληνιακῆς σφαίρας, κινεῖται δʼ ἐν αὐτῇ πάντα καὶ μεταβάλλεται διὰ τῶν τεττάρων στοιχείων, πυρὸς καὶ γῆς καὶ ὕδατος καὶ ἀέρος. τῇ δʼ ἁψῖδι τοῦ σείστρου κατὰ κορυφὴν ἐντορεύουσιν αἴλουρον ἀνθρώπου πρόσωπον ἔχοντα, κάτω δʼ ὑπὸ τὰ σειόμενα πῆ μὲν Ἴσιδος πῆ δὲ Νέφθυος πρόσωπον, αἰνιττόμενοι τοῖς μὲν προσώποις γένεσιν καὶ τελευτὴν αὗται γάρ εἰσι τῶν στοιχείων μεταβολαὶ καὶ κινήσεις, τῷ δʼ αἰλούρῳ τὴν σελήνην διὰ τὸ ποικίλον καὶ νυκτουργὸν καὶ γόνιμον τοῦ θηρίου. λέγεται γὰρ ἓν τίκτειν, εἶτα δύο καὶ τρία καὶ τέσσαρα καὶ πέντε· καὶ καθʼ ἓν οὕτως ἄχρι τῶν ἑπτὰ προστίθησιν, ὥστʼ ὀκτὼ καὶ εἴκοσι τὰ πάντα τίκτειν, ὅσα καὶ τῆς σελήνης φῶτʼ ἔστιν. τοῦτο μὲν οὖν ἴσως μυθωδέστερον· αἱ δʼ ἐν τοῖς ὄμμασιν αὐτοῦ κόραι πληροῦσθαι μὲν καὶ πλατύνεσθαι δοκοῦσιν ἐν πανσελήνῳ, λεπτύνεσθαι δὲ καὶ μαραυγεῖν ἐν ταῖς μειώσεσι τοῦ ἄστρου. τῷ δʼ ἀνθρωπομόρφῳ τοῦ αἰλούρου τὸ νοερὸν καὶ λογικὸν ἐμφαίνεται τῶν περὶ τὴν σελήνην μεταβολῶν.

叉铃亦表明,万物皆当被摇荡,决不可停止运转,而在昏沉和凋零之时,应当宛如被唤醒和震撼。因为人们说,通过叉铃可以驱逐并击退堤丰,这表明当毁灭束缚并停滞自然之时,生成又借由运动将自然解脱并复活。叉铃的上端呈弧形,其拱顶包含了四个被摇动的构件。因为宇宙中生成与消亡的领域被月球的天球所包裹,其中万物借由火、土、水、气这四种元素而运动和变化。在叉铃拱顶的顶端,人们雕刻着一只长着人脸的猫,而在下方被摇动物件之下,一面雕刻着伊西斯的脸,另一面雕刻着涅芙蒂斯的脸;他们借这两张脸暗示生成与终结——因为这些正是诸元素的变化与运动——而借猫暗示月亮,盖因该兽的斑驳之色、夜行习性以及多产。因为据说它第一胎产一仔,随后产二、三、四、五仔,如此每次增加一只直至七仔,总共产下二十八仔,其数恰与月亮受光的日数相同。这或许更具神话色彩;但它眼中的瞳孔在满月时似乎丰满而扩大,在星体亏缺时则变细且暗淡。而借由猫的人形,显明了关于月亮之变化的知性与理性本质。

§64

συνελόντι δʼ εἰπεῖν1 οὔθʼ ὕδωρ οὔθʼ ἥλιον οὔτε γῆν οὔτʼ οὐρανὸν Ὄσιριν ἢ Ἶσιν ὀρθῶς ἔχει νομίζειν, οὐδὲ πῦρ Τυφῶνα πάλιν οὐδʼ αὐχμὸν οὐδὲ θάλατταν, ἀλλʼ ἁπλῶς ὅσον ἐστὶν ἐν τούτοις ἄμετρον καὶ ἄτακτον ὑπερβολαῖς ἢ ἐνδείαις Τυφῶνι προσνέμοντες, τὸ δὲ κεκοσμημένον καὶ ἀγαθὸν καὶ ὠφέλιμον ὡς Ἴσιδος μὲν ἔργον εἰκόνα δὲ καὶ μίμημα καὶ λόγον Ὀσίριδος σεβόμενοι καὶ τιμῶντες, οὐκ ἂν ἁμαρτάνοιμεν. ἀλλὰ καὶ τὸν Εὔδοξον ἀπιστοῦντα παύσομεν καὶ διαποροῦντα, πῶς οὔτε Δήμητρι τῆς τῶν ἐρωτικῶν ἐπιμελείας μέτεστιν ἀλλʼ Ἴσιδι· τόν τε Διόνυσον οὔτε τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον.2 ἑνὶ γὰρ λόγῳ κοινῷ τοὺς θεοὺς τούτους περὶ πᾶσαν ἀγαθοῦ μοῖραν ἡγούμεθα τετάχθαι· καὶ πᾶν ὅσον ἔνεστι τῇ φύσει καλὸν καὶ ἀγαθὸν διὰ τούτους ὑπάρχειν, τὸν μὲν διδόντα τὰς ἀρχάς, τὴν δʼ ὑποδεχομένην καὶ διανέμουσαν.

简而言之,将水、太阳、大地或天空视为奥西里斯或伊西斯是不正确的,反之将火、干旱或海洋视为堤丰亦不正确;相反,只要将这些之中因过度或匮乏而无度且无序的一切归于堤丰,并将井然有序、善且有益之物作为伊西斯的作为,以及奥西里斯的肖像、摹本与理法而加以崇敬和尊奉,我们便不会犯错。此外,我们亦能止息欧多克索斯的怀疑与困惑——他困惑于为何得墨忒耳不掌管情爱事务而由伊西斯掌管,狄奥尼索斯既不能使尼罗河涨水亦不能统治死者。盖因依凭同一共通的理法,我们认为这些神明被指派掌管善的一切份额;自然中所蕴含的一切优美与良善之物,皆因他们而存在,一者提供始基,另一者接受并予以分配。

§65

οὕτω δὲ καὶ τοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν,3 εἴτε ταῖς καθʼ ὥραν μεταβολαῖς τοῦ περιέχοντος εἴτε ταῖς καρπῶν γενέσεσι καὶ σποραῖς καὶ ἀρότοις χαίρουσι τὰ περὶ τοὺς θεοὺς τούτους συνοικειοῦντες, καὶ λέγοντες θάπτεσθαι μὲν τὸν Ὄσιριν, ὅτε κρύπτεται τῇ γῇ σπειρόμενος ὁ καρπός, αὖθις δʼ ἀναβιοῦσθαι καὶ ἀναφαίνεσθαι, ὅτε βλαστήσεως ἀρχή. διὸ καὶ λέγεσθαι τὴν Ἶσιν αἰσθομένην ὅτι κύει περιάψασθαι φυλακτήριον ἕκτῃ μηνὸς ἱσταμένου Φαωφί· τίκτεσθαι δὲ τὸν Ἁρποκράτην περὶ τροπὰς χειμερινὰς ἀτελῆ καὶ νεαρὸν ἐν τοῖς προανθοῦσι καὶ προβλαστάνουσι. διὸ καὶ φακῶν αὐτῷ φυομένων ἀπαρχὰς ἐπιφέρουσι, τὰς δὲ λοχείους ἡμέρας ἑορτάζειν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν. ταῦτα γὰρ ἀκούοντες ἀγαπῶσι καὶ πιστεύουσιν, αὐτόθεν ἐκ τῶν προχείρων καὶ συνήθων τὸ πιθανὸν ἕλκοντες.

如此,我们亦将应对大众与凡夫俗子——他们乐于将关于这些神明之事附会于大气的四时变化,或作物的生成、播种与耕作,并说奥西里斯在种子被播下且隐匿于大地中时被埋葬,在发芽之始时复活并重现。因此亦有传说称,伊西斯察觉自己怀孕时,于法奥非月上旬初六佩戴护身符;哈尔波克拉特斯在冬至前后出生,尚不完全且幼弱,处于提早开花与发芽之物中。因此,人们向他献上初生的扁豆作为初熟之物,并在春分之后庆祝分娩之日。因为大众听闻这些便心满意足并深信不疑,直接从眼前浅近且熟知之事中汲取可信性。

语法注3 条
  1. 376eσυνελόντι δʼ εἰπεῖν

    由表示判断视角的与格(参考与格 συνελόντι)与不定式 εἰπεῖν 构成的习用插入短语,意为“简而言之”或“概括地说”。

  2. 377aτόν τε Διόνυσον οὔτε τὸν Νεῖλον αὔξειν οὔτε τῶν τεθνηκότων ἄρχειν δυνάμενον

    紧接间接疑问从句 πῶς οὔτε Δήμητρι... μέτεστιν(“为何得墨忒耳不掌管……”)之后,句式转换为依附于 διαποροῦντα 的“宾格加分词”结构,表达欧多克索斯困惑的第二个内容:即狄奥尼索斯既不能使尼罗河涨水亦不能统治死者(却被等同于奥西里斯)。

  3. 377bτοῖς πολλοῖς καὶ φορτικοῖς ἐπιχειρήσομεν

    动词 ἐπιχειρέω 带与格补足语(τοῖς πολλοῖς καὶ φορτικοῖς),意为“着手应对”、“反驳”或“处理”。承接上文对欧多克索斯等学者之困惑的解决,此处转向对大众浅陋的农耕寓意解说进行应对与剖析。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:63-65