← 普鲁塔克

论伊西斯与奥西里斯

§61-62

奥西里斯与阿努比斯的词源及神圣运动

文中阐释了奥西里斯、阿努比斯、荷鲁斯等神名以及天狼星名称所指涉的宇宙理法,并通过埃及神话传统及磁石与铁的比喻,论述了神圣理智如何借由运动展开为生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61

ὁ δʼ Ὄσιρις ἐκ τοῦ ὁσίου καὶ ἱεροῦ τοὔνομα μεμιγμένον ἔσχηκε· κοινὸς γάρ ἐστι τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου λόγος· ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος ἦν προσαγορεύειν.1 ὁ δʼ ἀναφαίνων τὰ οὐράνια καὶ τῶν ἄνω φερομένων λόγος Ἄνουβις, ἔστι δʼ ὅτε καὶ Ἑρμάνουβις ὀνομάζεται, τὸ μὲν ὡς τοῖς ἄνω τὸ δʼ ὡς τοῖς κάτω προσήκων. διὸ καὶ θύουσιν αὐτῷ τὸ μὲν λευκὸν ἀλεκτρυόνα, τὸ δὲ κροκίαν, τὰ μὲν εἰλικρινῆ καὶ φανά, τὰ δὲ μικτὰ καὶ ποικίλα νομίζοντες. οὐ δεῖ δὲ θαυμάζειν τῶν ὀνομάτων τὴν εἰς τὸ Ἑλληνικὸν ἀνάπλασιν· καὶ γὰρ ἄλλα μυρία τοῖς μεθισταμένοις ἐκ τῆς Ἑλλάδος συνεκπεσόντα μέχρι νῦν παραμένει καὶ ξενιτεύει παρʼ ἑτέροις, ὧν ἔνια τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ γλώττας τὰ τοιαῦτα προσαγορεύοντες.2 ἐν δὲ ταῖς Ἑρμοῦ λεγομέναις βίβλοις ἱστοροῦσι γεγράφθαι περὶ τῶν ἱερῶν ὀνομάτων, ὅτι τὴν μὲν ἐπὶ τῆς τοῦ ἡλίου περιφορᾶς τεταγμένης3 δύναμιν Ὧρον, Ἕλληνες δʼ Ἀπόλλωνα καλοῦσι· τὴν δʼ ἐπὶ τοῦ πνεύματος οἱ μὲν Ὄσιριν, οἱ δὲ Σάραπιν, οἱ δὲ Σῶθιν Αἰγυπτιστί· σημαίνει δὲ κύησιν ἢ τὸ κύειν. διὸ καὶ παρατροπῆς γενομένης τοῦ ὀνόματος, Ἑλληνιστὶ κύων κέκληται τὸ ἄστρον, ὅπερ ἴδιον τῆς Ἴσιδος νομίζουσιν. ἥκιστα μὲν οὖν δεῖ φιλοτιμεῖσθαι περὶ τῶν ὀνομάτων, οὐ μὴν ἀλλὰ μᾶλλον ἂν ὑφείμην τοῦ Σαράπιδος Αἰγυπτίοις ἢ τοῦ Ὀσίριδος, ἐκεῖνο μὲν ξενικόν, τοῦτο δʼ Ἑλληνικόν, ἄμφω δʼ ἑνὸς θεοῦ καὶ μιᾶς δυνάμεως ἡγούμενος.

奥西里斯的名字乃是由‘虔敬者’与‘神圣者’复合而成的;因为他是天上之物与冥府之物共通的理法,古人习惯将前者称为神圣者,将后者称为虔敬者。显明诸天体并掌管上升之物的理法被称为阿努比斯,有时亦被称为赫耳玛努比斯,前者是因其涉及上方之物,后者则是因其涉及下方之物。因此人们亦向他奉献,时而献白公鸡,时而献红花色公鸡,盖因人们将前者〔上方之物〕视作纯粹明澈之物,将后者〔下方之物〕视作混合多变之物。对于这些名字被重构成希腊语形态,人们亦不必感到惊异;盖因有无数其他词汇,曾随着从希腊迁居的人们一同流播,至今仍作为外来语保留在异邦人中间,而那些将此类词汇称为罕见僻字的人,竟谴责重新采用其中一些词汇的诗艺是在使用蛮语。据传,在所谓的赫耳墨斯之书中记载着关于神圣名字的说法:被指定掌管太阳运转的力量被称为荷鲁斯,希腊人则称之为阿波罗;掌管气息的力量,有人称为奥西里斯,有人称为萨拉皮斯,有人在埃及语中称为索提斯。该词意指‘妊娠’或‘孕育’。因此,随着名字的讹变,这颗星在希腊语中被称为‘犬’,人们认为它是专属于伊西斯的。因此,人们最不该为名字斤斤计较;尽管如此,我宁可将萨拉皮斯让给埃及人,也不愿让出奥西里斯,我将前者视为外来之名,将后者视为希腊之名,但认为二者皆归于独一的神与独一的力量。

§62

ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγον ἦλθον ἀπʼ ἐμαυτῆς, ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν ὁ δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἢ ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου, Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, καλοῦσιν· ὥσπερ γὰρ ὁ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δʼ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως ἡ σωτήριος καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, εἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν.4 ἔτι φησὶ περὶ τοῦ Διὸς ὁ Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπʼ αἰσχύνης ἐν ἐρημίᾳ διέτριβεν· ἡ δʼ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων ὁ μῦθος, ὅτι καθʼ ἑαυτὸν ὁ τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.

埃及的传统亦与此相符。因为他们常常用雅典娜的名字来称呼伊西斯,该名表达了‘我来自我自身’这般的话语,乃是自发运动的标志。而堤丰正如前文所述,被称为赛特、贝邦与斯缪,这些名字意在显明某种强暴与阻碍性的遏制、对抗或倒退。此外,正如曼涅托所记载的,人们将磁石称为‘荷鲁斯之骨’,将铁称为‘堤丰之〔骨〕’;正如铁往往看似被磁石吸引并跟随着它,但又常常转向相反方向并被排斥,宇宙中救赎的、善的且具有理性的运动亦是如此:它劝服那顽固且堤丰式的本质,使其回心并予以引导,使之变得温和,然而随后又被阻遏,折返回自身并沉入无限混沌之中。此外欧多克索斯言道,埃及人关于宙斯流传着这样的神话:由于双腿合生在一起,他无法行走,出于羞耻而避居于荒野之中;然而伊西斯将他身体的这些部分切开并分离开来,赋予了他健全平稳的步伐。神话通过这些事情亦在暗示:神的理智与理法虽在自身中驻留于不可见与隐秘的领域,却借由运动而迈向了生成。

语法注4 条
  1. 61ὧν τὰ μὲν ἱερὰ τὰ δʼ ὅσια τοῖς παλαιοῖς ἔθος ἦν προσαγορεύειν

    关系代词 ὧν 为部分属格,先行词是前句的 τῶν ἐν οὐρανῷ καὶ τῶν ἐν ᾍδου(天上之物与冥府之物)。τὰ μὲν ... τὰ δέ 起代词性作用,构成对举,表示古人分别将天界之物称作 ἱερά,将地下之物称作 ὅσια。

  2. 61τὴν ποιητικὴν ἀνακαλουμένην διαβάλλουσιν ὡς βαρβαρίζουσαν οἱ γλώττας τὰ τοιαῦτα προσαγορεύοντες

    该句核心结构为主语 οἱ ... προσαγορεύοντες + 谓语动词 διαβάλλουσιν + 宾语 τὴν ποιητικήν(省略了 τέχνην,指诗艺)以及分词修饰语 ἀνακαλουμένην。分词 ἀνακαλουμένην 语义上以 ὧν ἔνια(那些词汇中的某些)为宾语,意为‘重新召唤并采用这些词汇的诗作’。主语被置于句末(倒装),指那些将这类词称作僻字的人反过来指责诗艺在操蛮语。

  3. 61τεταγμένης

    手抄本中出现的属格分词 τεταγμένης 通常被认为是受前文属格短语 τῆς τοῦ ἡλίου περιφορᾶς 吸引所致的讹误,构词上实际对应修饰宾格 δύναμιν 的 τεταγμένην。其句法结构为 τὴν ... τεταγμένην δύναμιν Ὧρον [καλοῦσι],即‘将掌管太阳运行的力量称为荷鲁斯’。

  4. 376cεἶτʼ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν

    主语承前仍为 ἡ ... κίνησις(宇宙的运动)。被动态分词 ἀνασχεθεῖσα 意为‘被阻遏/被抑制’,说明该运动遭受的阻力;随后的主动过去动词 ἀνέστρεψε 和 κατέδυσεν 作不及物动词使用,意为‘折回自身并沉入无限混沌’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:61-62