- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:58-60
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
神话不应按字面理解而应取其隐喻,作为质料的伊西斯并非全无性质之物,而是渴求并接纳最高神(奥西里斯)的受体。文本阐释了堤丰侵入带来的毁灭与再生的循环,并依据运动与知识对伊西斯的名字进行了词源学论证。
χρηστέον δὲ τοῖς μύθοις οὐχ ὡς λόγοις πάμπαν οὖσιν, ἀλλὰ τὸ πρόσφορον ἑκάστου τὸ κατὰ τὴν ὁμοιότητα λαμβάνοντας.1 ὅταν οὖν ὕλην λέγωμεν, οὐ δεῖ πρὸς ἐνίων φιλοσόφων δόξας ἀποφερομένους ἄψυχόν τι σῶμα καὶ ἄποιον ἀργόν τε καὶ ἄπρακτον ἐξ ἑαυτοῦ διανοεῖσθαι· καὶ γὰρ ἔλαιον ὕλην μύρου καλοῦμεν, χρυσὸν ἀγάλματος, οὐκ ὄντα πάσης ἔρημα ποιότητος· αὐτήν τε τὴν ψυχὴν καὶ τὴν διάνοιαν τοῦ ἀνθρώπου ὡς ὕλην ἐπιστήμης καὶ ἀρετῆς τῷ λόγῳ κοσμεῖν καὶ ῥυθμίζειν παρέχομεν· τόν τε νοῦν ἔνιοι τόπον εἰδῶν ἀπεφήναντο καὶ τῶν νοητῶν οἷον ἐκμαγεῖον· ἔνιοι δὲ καὶ τὸ σπέρμα τῆς γυναικὸς οὐ δύναμιν οὐδʼ ἀρχήν, ὕλην δὲ καὶ τροφὴν γενέσεως εἶναι δοξάζουσιν. ὧν ἐχομένους χρὴ καὶ τὴν θεὸν ταύτην οὕτω διανοεῖσθαι τοῦ πρώτου θεοῦ μεταλαγχάνουσαν ἀεὶ καὶ συνοῦσαν ἔρωτι τῶν περὶ ἐκεῖνον ἀγαθῶν καὶ καλῶν, οὐχ ὑπεναντίαν ἀλλʼ ὥσπερ ἄνδρα νόμιμον καὶ δίκαιον ἐρᾶν ἐν δικαιοσύνῃ καὶ γυναῖκα χρηστὴν ἔχουσαν ἄνδρα καὶ συνοῦσαν ὅμως ποθεῖν λέγομεν, οὕτως ἀεὶ γλιχομένην ἐκείνου καὶ περὶ ἐκεῖνον λιπαροῦσαν καὶ ἀναπιμπλαμένην τοῖς κυριωτάτοις μέρεσιν καὶ καθαρωτάτοις·
然而,对待神话不可将其完全当作理性的论说来使用,而应当按照相似性从各个神话中摄取适宜的部分。因此,当我们谈及质料时,不可随波逐流于某些哲学家的见解,将其构想为某种自身无灵魂、无性质、闲散且无为的物体。事实上,我们称橄榄油为香膏的质料,称黄金为雕像的质料,而它们绝非全无性质;我们亦将人自身的灵魂与心智作为知识与德性的质料提供给理性,由理性来予以装点与规整。更有甚者,有人断言知性乃是形式的处所,宛如可知之物的承受印记的受体;亦有人认为女性的精气既非能动力量亦非本原,而是生成的质料与滋养。依循这些见解,人们亦当如此构想这位女神:她始终分有着最初的神,因爱慕围绕于其周围的至善至美之物而常相厮守,并非与他相对抗,而是——正如我们说守法正直的丈夫依正义而爱,贤淑的妻子虽已有丈夫并与他同住却依旧热望他那般——始终渴求着他,依附恳求着他,并被其最主导且最纯洁的部分所充满。
ὅπου δʼ ὁ Τυφὼν παρεμπίπτει τῶν ἐσχάτων ἁπτόμενος, ἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην2 καὶ λείψανʼ ἄττα καὶ σπαράγματα τοῦ Ὀσίριδος ἀναζητεῖν καὶ στολίζειν, ὑποδεχομένην τὰ φθειρόμενα καὶ ἀποκρύπτουσαν, ὥσπερ ἀναφαίνει πάλιν τὰ γιγνόμενα καὶ ἀνίησιν ἐξ ἑαυτῆς. οἱ μὲν γὰρ ἐν οὐρανῷ καὶ ἄστροις λόγοι καὶ εἴδη καὶ ἀπορροαὶ τοῦ θεοῦ μένουσι, τὰ δὲ τοῖς παθητικοῖς διεσπαρμένα, γῇ καὶ θαλάττῃ καὶ φυτοῖς καὶ ζῴοις, διαλυόμενα καὶ φθειρόμενα καὶ θαπτόμενα, πολλάκις αὖθις ἐκλάμπει καὶ ἀναφαίνεται ταῖς γενέσεσι. διὸ τὸν Τυφῶνα τῇ Νέφθυι συνοικεῖν φησιν ὁ μῦθος, τὸν δʼ Ὄσιριν κρύφα συγγενέσθαι. τὰ γὰρ ἔσχατα μέρη τῆς ὕλης, ἃ Νέφθυν καὶ Τελευτὴν καλοῦσιν, ἡ φθαρτικὴ μάλιστα κατέχει δύναμις· ἡ δὲ γόνιμος καὶ σωτήριος ἀσθενὲς σπέρμα καὶ ἀμαυρὸν εἰς ταῦτα διαδίδωσιν, ἀπολλύμενον ὑπὸ τοῦ Τυφῶνος, πλὴν ὅσον ἡ Ἶσις ὑπολαμβάνουσα σῴζει καὶ τρέφει καὶ συνίστησι.
当堤丰横加侵入并触及最边缘之处时,女神在此处被视为现出愁容并被传为悲痛哀悼,寻觅并殓饰奥西里斯的某些遗残与碎肉,接纳消亡之物并将其隐匿,正如她又重新显现生成之物并使之从自身萌发一样。因为天上与群星中属于神的分理、形式与流溢是恒常常驻的,但散布于受动之物中者——在陆地、海洋、植物与动物中——虽经消解、毁灭与埋葬,却常常通过生成而再次焕发光彩并重现。因此神话言道堤丰与奈芙蒂斯同居,而奥西里斯与她暗中结合。盖质料的最边缘部分——即人们称为奈芙蒂斯与终结者——主要为毁灭性力量所把持;然而生育与救赎的力量将微弱昏暗的种子播撒于其中,虽被堤丰所毁灭,却唯有经伊西斯所承接的部分得以幸存、受滋养并得以凝聚成形。
καθόλου δʼ ἀμείνων οὗτός ἐστιν, ὥσπερ καὶ Πλάτων ὑπονοεῖ καὶ Ἀριστοτέλης. κινεῖται δὲ τῆς φύσεως τὸ μὲν γόνιμον καὶ σωτήριον ἐπʼ αὐτὸν καὶ πρὸς τὸ εἶναι, τὸ δʼ ἀναιρετικὸν καὶ φθαρτικὸν ἀπʼ αὐτοῦ καὶ πρὸς τὸ μὴ εἶναι. διὸ τὸ μὲν Ἶσιν καλοῦσι παρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι,3 κίνησιν οὖσαν ἔμψυχον καὶ φρόνιμον. οὐ γάρ ἐστι τοὔνομα βαρβαρικόν, ἀλλʼ ὥσπερ τοῖς θεοῖς πᾶσιν ἀπὸ δυεῖν γραμμάτων τοῦ θεατοῦ καὶ τοῦ θέοντος ἔστιν ὄνομα κοινόν, οὕτω τὴν θεὸν ταύτην ἀπὸ τῆς ἐπιστήμης ἅμα καὶ τῆς κινήσεως Ἶσιν μὲν ἡμεῖς, Ἶσιν δʼ Αἰγύπτιοι καλοῦσιν. οὕτω δὲ καὶ Πλάτων φησὶ τὴν ὁσίαν δηλοῦν τοὺς παλαιοὺς ἰσίαν καλοῦντας· οὕτω καὶ τὴν νόησιν καὶ τὴν φρόνησιν, ὡς νοῦ φορὰν καὶ κίνησιν οὖσαν ἱεμένου καὶ φερομένου καὶ τὸ συνιέναι καὶ τἀγαθὸν ὅλως καὶ ἀρετὴν ἐπὶ τοῖς ῥέουσι καὶ θέουσι θέσθαι· καθάπερ αὖ πάλιν τοῖς ἀντιφωνοῦσιν ὀνόμασι λοιδορεῖσθαι τὸ κακόν, τὸ τὴν φύσιν ἐμποδίζον καὶ συνδέον καὶ ἴσχον καὶ κωλῦον ἵεσθαι καὶ ἰέναι κακίαν ἀπορίαν δειλίαν ἀνίαν προσαγορευόντων.
总体而言,正如柏拉图与亚里士多德所暗示的,这较优的本原占据着主导地位。自然的生育与救赎部分奔向该本原并朝向存在,而摧毁与消亡的部分则背离该本原并朝向非存在。因此,人们称前者为伊西斯,乃源于其带着知识而疾行且运动,盖因她乃是赋有灵魂且充满智慧的运动。这个名字绝非外邦蛮语,正如所有神明皆从‘被看见者’与‘奔跑者’两个词中获得共通的名字一样,我们也因知识与运动两者兼备而称这位女神为伊西斯,埃及人亦称其为伊西斯。同样地,柏拉图亦言古人称神圣之物为‘伊西亚’以表明此意;关于理解与明智亦是如此,古人将其视为疾行奔动的知性之奔流与运动,将领悟、一般的至善以及德性归属于流动与奔跑之物。正如反过来,人们用声音相反的名称来谴责恶,将妨碍、捆绑、扣留并阻止自然疾驰与行进的事物称为恶德、困窘、怯懦与忧患。
- 58λαμβάνοντας
此宾格分词与非人称动词性形容词句式 χρηστέον(支配与格 τοῖς μύθοις)所隐含的泛指主体相一致。此处未用与格 λαμβάνουσι,而是采用了宾格 λαμβάνοντας,这符合古典希腊语中非人称不定词短语中逻辑主语常作宾格的惯用法。
- 375aἐνταῦθα δοκοῦσαν ἐπισκυθρωπάζειν καὶ πενθεῖν λεγομένην
该分词短语承接前句中 χρὴ ... διανοεῖσθαι 所统领的“宾格加不定词”结构,以女神(τὴν θεὸν ταύτην)为逻辑主语,由一系列宾格分词(δοκοῦσαν, λεγομένην, ὑποδεχομένην 等)连缀而成,句中并未出现独立的限定动词主谓结构。
- 375cπαρὰ τὸ ἵεσθαι μετʼ ἐπιστήμης καὶ φέρεσθαι
表示词源的典型句式(前置词 παρά 接冠词加不定词的宾格)。动词 ἵημι 的中动相 ἵεσθαι 兼有“疾行、奔赴”与“渴求、热望”之意,在承袭柏拉图式的词源阐释中,将伊西斯(Ἶσις)之名与赋有智慧的运动及冲动联系起来。
