← 普鲁塔克

论伊西斯与奥西里斯

§56-57

勾股三角形象征的三元原理与宇宙生成

普鲁塔克借助三·四·五勾股直角三角形、埃及神名、赫西俄德的本原以及《会饮篇》中匮乏与丰盈的神话,阐释了可知本原、质料与宇宙的三元结构,论证了生成宇宙永续长存的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§56

ἡ δὲ κρείττων καὶ θειοτέρα φύσις ἐκ τριῶν ἐστι, τοῦ νοητοῦ καὶ τῆς ὕλης καὶ τοῦ ἐκ τούτων, ὃν κόσμον Ἕλληνες ὀνομάζουσιν. ὁ μὲν οὖν Πλάτων τὸ μὲν νοητὸν καὶ ἰδέαν καὶ παράδειγμα καὶ πατέρα, τὴν δʼ ὕλην καὶ μητέρα καὶ τιθήνην ἕδραν τε καὶ χώραν γενέσεως, τὸ δʼ ἐξ ἀμφοῖν ἔκγονον καὶ γένεσιν ὀνομάζειν εἴωθεν. Αἰγυπτίους δʼ ἄν τις εἰκάσειε τῶν τριγώνων τὸ κάλλιστον μάλιστα τούτῳ τὴν τοῦ παντὸς φύσιν ὁμοιοῦντας, ὡς καὶ Πλάτων ἐν τῇ πολιτείᾳ δοκεῖ τούτῳ προσκεχρῆσθαι τὸ γαμήλιον διάγραμμα συντάττων. ἔχει δʼ ἐκεῖνο τὸ τρίγωνον τριῶν τὴν πρὸς ὀρθίαν καὶ τεττάρων τὴν βάσιν καὶ πέντε τὴν ὑποτείνουσαν ἴσον ταῖς περιεχούσαις δυναμένην.1 εἰκαστέον οὖν τὴν μὲν πρὸς ὀρθὰς ἄρρενι, τὴν δὲ βάσιν θηλείᾳ, τὴν δʼ ὑποτείνουσαν ἀμφοῖν ἐκγόνῳ· καὶ τὸν μὲν Ὄσιριν ὡς ἀρχήν, τὴν δʼ Ἶσιν ὡς ὑποδοχήν, τὸν δʼ Ὧρον ὡς ἀποτέλεσμα. τὰ μὲν γὰρ τρία πρῶτος περισσὸς ἐστι καὶ τέλειος· τὰ δὲ τέτταρα τετράγωνος ἀπὸ πλευρᾶς ἀρτίου τῆς δυάδος· τὰ δὲ πέντε πῆ μὲν τῷ πατρὶ πῆ δὲ τῇ μητρὶ προσέοικεν, ἐκ τριάδος συγκείμενα καὶ δυάδος. καὶ τὰ πάντα τῶν πέντε γέγονε παρώνυμα, καὶ τὸ ἀριθμήσασθαι πεμπάσασθαι λέγουσιν. ποιεῖ δὲ τετράγωνον ἡ πεντὰς ἀφʼ ἑαυτῆς, ὅσον τῶν γραμμάτων παρʼ Αἰγυπτίοις τὸ πλῆθός ἐστι, καὶ ὅσων ἐνιαυτῶν ἔζη χρόνον ὁ Ἆπις. τὸν μὲν οὖν Ὧρον εἰώθασι καὶ Μὶν προσαγορεύειν, ὅπερ ἐστὶν ὁρώμενον· αἰσθητὸν γὰρ καὶ ὁρατὸν ὁ κόσμος. ἡ δʼ Ἶσις ἔστιν ὅτε καὶ Μοὺθ καὶ πάλιν Ἄθυρι καὶ Μεθύερ προσαγορεύεται· σημαίνουσι δὲ τῷ μὲν πρώτῳ τῶν ὀνομάτων μητέρα· τῷ δὲ δευτέρῳ οἶκον Ὥρου κόσμιον, ὡς καὶ Πλάτων χώραν γενέσεως καὶ δεξαμενήν· τὸ δὲ τρίτον σύνθετόν ἐστιν ἔκ τε τοῦ πλήρους καὶ τοῦ αἰτίου· πλήρης γάρ ἐστιν ἡ ὕλη τοῦ κόσμου καὶ τῷ ἀγαθῷ καὶ καθαρῷ καὶ κεκοσμημένῳ σύνεστιν, δόξειε δʼ ἂν ἴσως καὶ Ἡσίοδος τὰ πρῶτα πάντα Χάος καὶ Γῆν καὶ τάρταρον καὶ Ἔρωτα ποιῶν οὐχ ἑτέρας λαμβάνειν ἀρχάς, ἀλλὰ ταύτας· εἴγε δὴ τῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως ἀποδίδομεν·2 τὸ γὰρ Χάος δοκεῖ χώραν τινὰ καὶ τόπον τοῦ παντὸς ὑποτίθεσθαι. προσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγματα μῦθον,3 ὃν Σωκράτης ἐν Συμποσίῳ περὶ τῆς τοῦ Ἔρωτος γενέσεως διῆλθε, τὴν Πενίαν λέγων τέκνων δεομένην τῷ Πόρῳ καθεύδοντι, παρακλιθῆναι, καὶ κυήσασαν ἐξ αὐτοῦ τεκεῖν τὸν Ἔρωτα, φύσει μικτὸν ὄντα καὶ παντοδαπόν, ἅτε δὴ πατρὸς μὲν ἀγαθοῦ καὶ σοφοῦ καὶ πᾶσιν αὐτάρκους, μητρὸς δʼ ἀμηχάνου καὶ ἀπόρου καὶ διʼ ἔνδειαν ἀεὶ γλιχομένης ἑτέρου καὶ περὶ ἕτερον λιπαρούσης γεγενημένον. ὁ γὰρ Πόρος οὐχ ἕτερός ἐστι τοῦ πρώτου ἐρατοῦ καὶ ἐφετοῦ καὶ τελείου καὶ αὐτάρκους· πενίαν δὲ τὴν ὕλην προσεῖπεν, ἐνδεᾶ μὲν οὖσαν αὐτὴν καθʼ ἑαυτὴν τοῦ ἀγαθοῦ, πληρουμένην δʼ ὑπʼ αὐτοῦ καὶ ποθοῦσαν ἀεὶ καὶ μεταλαμβάνουσαν. ὁ δὲ γενόμενος ἐκ τούτων κόσμος καὶ Ὧρος οὐκ ἀίδιος οὐδʼ ἀπαθὴς οὐδʼ ἄφθαρτος, ἀλλʼ ἀειγενὴς ὢν μηχανᾶται ταῖς τῶν παθῶν μεταβολαῖς καὶ περιόδοις ἀεὶ νέος καὶ μηδέποτε φθαρησόμενος διαμένειν.

更优越且更具神性的自然由三者构成:可知者、质料,以及由二者生成之物——希腊人称之为宇宙。柏拉图向来习惯将可知者称为形式、范型与父亲,将质料称为母亲、滋养者以及生成的基座与受体,而将二者的产物称为后裔与生成。人们或许可以推测,埃及人最是将全宇宙的自然比作诸三角形中最美者[直角三角形],正如柏拉图在《理想国》中建构婚礼数图时似乎亦借用了此图一样。盖该三角形垂直边为三,底边为四,弦边为五,其幂等于夹角两边之幂的和。故而应当将垂直边比作雄性,将底边比作雌性,将弦边比作二者的后裔;并将奥西里斯比作本原,伊西斯比作容器,荷鲁斯比作结果。因为三乃最初的奇数与完满之数;四乃出自偶数二之边的平方;而五则由三与二复合而成,故一部分似父,一部分似母。万物皆依五而得名,计数亦被称为‘按五计数’。此外,五由自身乘方所成的平方数[二十五],其数目等于埃及人的字母总数,亦等于阿庇斯神牛所活的年数。至于荷鲁斯,人们亦习惯称之为敏,其意即‘被看见者’;因为宇宙乃是可感且可见的。另一方面,伊西斯有时亦被称为穆特,有时又被称为阿图尔与迈苏尔;这诸名称中,第一者意指‘母亲’;第二者意指‘荷鲁斯的秩序之居所’,正如柏拉图亦称其为生成的受体与容器;第三者则由‘充实’与‘原因’复合而成;盖质料充满了宇宙,且与至善、纯洁及秩序井然者同在。当赫西俄德将最初的万物设定为混沌、大地、塔耳塔洛斯与厄洛斯时,他或许亦被认为并未采纳其他本原,而恰恰是这些本原;只要我们以某种方式换用其名,将大地的名字赋予伊西斯,将厄洛斯赋予奥西里斯,将塔耳塔洛斯赋予堤丰;因为〔赫西俄德〕似乎将混沌设想为全宇宙的某种处所与空间。而事理本身亦以某种方式呼应着柏拉图在《会饮篇》中由苏格拉底所叙述的关于厄洛斯诞生的神话:匮乏因渴望子嗣而趁着丰盈熟睡时同寝,由他受孕并生下了厄洛斯;厄洛斯由于生自一位至善、智慧且万事自足的父亲,以及一位无能、困窘且因匮乏而始终渴求并纠缠他人的母亲,因而在本性上是混杂且多样的。盖丰盈非他,正是最初可爱、可欲、完备与自足之本原;而柏拉图将质料称为匮乏,盖其自身缺乏至善,却被至善所充满,始终渴慕并分有着至善。由此二者所生成的宇宙与荷鲁斯,虽非永恒、不受动或不朽,然而作为常生之物,却借由受动的变化与周期循环,巧妙地使自身始终青春常驻且永不毁灭。

语法注3 条
  1. 374aἴσον ταῖς περιεχούσαις δυναμένην

    古希腊数学中的标准专门表达。动词 δύναμαι(此处为分词 δυναμένην)在几何学语境中表示“其平方等于”(即勾股定理的表述)。περιεχούσαις 指“夹直角的两条直角边”,全句意为“斜边的平方等于两直角边平方之和”。

  2. 374cτῶν ὀνομάτων τῇ μὲν Ἴσιδι τὸ τῆς Γῆς, τῷ δʼ Ὀσίριδι τὸ τοῦ ἔρωτος, τῷ δὲ Τυφῶνι τὸ τοῦ Ταρτάρου μεταλαμβάνοντές πως ἀποδίδομεν

    句首属格 τῶν ὀνομάτων 为部分属格(“在这些名称之中”),呼应后文的中性冠词短语;分词 μεταλαμβάνοντες 表示“转换/换用”。条件从句的主动词 ἀποδίδομεν(分配、赋予)带有几个宾格中性短语(如 τὸ τῆς Γῆς 等,意指“大地的名称”),分别指派给相应的与格对象(τῇ μὲν Ἴσιδι 等)。

  3. 374cπροσκαλεῖται δὲ καὶ τὸν Πλάτωνος ἁμωσγέπως τὰ πράγματα μῦθον

    包含语序倒装和超步法(hyperbaton)的句子。主语是后置的中性复数主格 τὰ πράγματα(事态、事实本身),动词 προσκαλεῖται 为中动形作及物动词(“呼唤、令人联想起”),其宾语则是被隔开的名词词组 τὸν Πλάτωνος ... μῦθον(柏拉图的神话)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:56-57