- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:53-55
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克将伊西斯等同于柏拉图式的受体质料,奥西里斯为可知之善,堤丰为质料中无序的破坏力,荷鲁斯为感性宇宙。他论证了奥西里斯被肢解、荷鲁斯的非婚生诉讼、堤丰被剥夺力量以及荷鲁斯之目受损等神话,实乃宇宙被赋予秩序、各部分得以调和以及天文现象的象征。
ἡ γὰρ Ἶσίς ἐστι μὲν τὸ τῆς φύσεως θῆλυ, καὶ δεκτικὸν ἁπάσης γενέσεως, καθὸ τιθήνη καὶ πανδεχὴς ὑπὸ τοῦ Πλάτωνος, ὑπὸ δὲ τῶν πολλῶν μυριώνυμος κέκληται, διὰ τὸ πάσας ὑπὸ τοῦ λόγου τρεπομένη μορφὰς δέχεσθαι καὶ ἰδέας. ἔχει δὲ σύμφυτον ἔρωτα τοῦ πρώτου καὶ κυριωτάτου πάντων, ὃ τἀγαθῷ ταὐτόν ἐστι κἀκεῖνο ποθεῖ καὶ διώκει· τὴν δʼ ἐκ τοῦ κακοῦ φεύγει καὶ διωθεῖται μοῖραν, ἀμφοῖν μὲν οὖσα χώρα καὶ ὕλη, ῥέπουσα δʼ ἀεὶ πρὸς τὸ βέλτιον ἐξ ἑαυτῆς καὶ παρέχουσα γεννᾶν ἐκείνῳ καὶ κατασπείρειν εἰς ἑαυτὴν ἀπορροὰς καὶ ὁμοιότητας, αἷς χαίρει καὶ γέγηθε κυισκομένη καὶ ὑποπιμπλαμένη τῶν γενέσεων. εἰκὼν γάρ ἐστιν οὐσίας ἐν ὕλῃ ἡ γένεσις καὶ μίμημα τοῦ ὄντος τὸ γιγνόμενον.
事实上,伊西斯乃是自然之女性原理,接纳一切生成,因而被柏拉图称为“滋养者”与“万有之接纳者”,被众人称为“万名之神”,盖因她受道(逻各斯)之转变而接纳一切形状与相。她对万物中最初且最主权者——即与至善同一者——抱有先天的爱恋,渴慕并追随于它;而源自恶的份额,她则逃避并拒斥。她虽为两者的处所(受体)与质料,却始终自发地倾向于更善者,任由那至善者在她身上繁衍,并将流溢与摹象播种于她体内;每当受孕并为诸种生成所充满时,她便因它们而欣喜欢乐。因为质料中的生成乃是实体的影像,而生成之物正是真实存在者的模仿。
ὅθεν οὐκ ἀπὸ τρόπου μυθολογοῦσι τὴν Ὀσίριδος ψυχὴν ἀίδιον εἶναι καὶ ἄφθαρτον, τὸ δὲ σῶμα πολλάκις διασπᾶν καὶ ἀφανίζειν τὸν Τυφῶνα· τὴν δʼ Ἶσιν πλανωμένην καὶ ζητεῖν καὶ συναρμόττειν πάλιν. τὸ γὰρ ὂν καὶ νοητὸν καὶ ἀγαθὸν φθορᾶς καὶ μεταβολῆς κρεῖττόν ἐστιν· ἃς δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται,1 καὶ λόγους καὶ εἴδη καὶ ὁμοιότητας ἀναλαμβάνει, καθάπερ ἐν κηρῷ σφραγῖδες οὐκ ἀεὶ διαμένουσιν, ἀλλὰ καταλαμβάνει τὸ ἄτακτον αὐτὰς καὶ ταραχῶδες ἐνταῦθα τῆς ἄνω χώρας ἀπεληλαμένον καὶ μαχόμενον πρὸς τὸν Ὧρον, ὃν ἡ Ἶσις εἰκόνα τοῦ νοητοῦ κόσμου αἰσθητὸν ὄντα γεννᾷ. διὸ καὶ δίκην φεύγειν λέγεται νοθείας2 ὑπὸ Τυφῶνος, ὡς οὐκ ὢν καθαρὸς οὐδʼ εἰλικρινὴς οἷος ὁ πατήρ, λόγος αὐτὸς καθʼ ἑαυτὸν ἀμιγὴς καὶ ἀπαθής, ἀλλὰ νενοθευμένος τῇ ὕλῃ διὰ τὸ σωματικόν. περιγίγνεται δὲ καὶ νικᾷ, τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, μαρτυροῦντος καὶ δεικνύοντος, ὅτι πρὸς τὸ νοητὸν ἡ φύσις μετασχηματιζομένη τὸν κόσμον ἀποδίδωσιν. ἡ μὲν γάρ, ἔτι τῶν θεῶν ἐν γαστρὶ τῆς Ῥέας ὄντων, ἐξ Ἴσιδος καὶ Ὀσίριδος γενομένη γένεσις Ἀπόλλωνος αἰνίττεται τὸ πρὶν ἐκφανῆ γενέσθαι τόνδε τὸν κόσμον καὶ συντελεσθῆναι τῷ λόγῳ τὴν ὕλην, τὴν φύσιν ἐλεγχομένην ἐφʼ αὑτῆς ἀτελῆ τὴν πρώτην γένεσιν ἐξενεγκεῖν. διὸ καί φασι τὸν θεὸν ἐκεῖνον ἀνάπηρον ὑπὸ σκότῳ γενέσθαι, καὶ πρεσβύτερον Ὧρον καλοῦσιν· οὐ γὰρ ἦν κόσμος, ἀλλʼ εἴδωλόν τι καὶ κόσμου φάντασμα μέλλοντος.
因此,人们并非毫无根据地在神话中讲说:奥西里斯的灵魂永恒而不朽,但其躯体却屡屡被堤丰撕裂并消灭,而伊西斯则四处漂泊寻觅并重新加以拼合。盖真实存在、可知且至善者,超拔于朽坏与流变之上;然而感性与肉身之物自其印取的影像,以及所纳受的理念、形式与相似性,并不如蜡中印记那般永久存留,而是那被从上方领域逐至此处、并与荷鲁斯(伊西斯所生的可知宇宙的感性影像)作战的无序且狂暴的成分,突袭占有了它们。因此荷鲁斯据说被堤丰控以非婚生(私生)之罪,理由是他不像其父那样纯粹净一——其父乃自身独立、无杂质且不受动的逻各斯——而是因肉身性而被质料掺杂玷污。然而他最终克敌制胜,因为赫尔墨斯(即理性/逻各斯)作证并表明:自然在向可知者转变形态时再现了宇宙。盖当众神尚在瑞亚腹中之时,伊西斯与奥西里斯所生之阿波罗的诞生,隐喻着在此宇宙显现且质料藉由逻各斯得以完成之前,自然依自身受试炼而产生的最初生成是不完全的。因此人们亦称那位神祇是在黑暗中残缺而生,并称其为“年长的荷鲁斯”;因为那时尚非宇宙,而是将要生成的宇宙的某种幻象与虚影。
ὁ δʼ Ὧρος οὗτος αὐτός ἐστιν ὡρισμένος καὶ τέλειος, οὐκ ἀνῃρηκὼς τὸν Τυφῶνα παντάπασιν, ἀλλὰ τὸ δραστήριον καὶ ἰσχυρὸν αὐτοῦ παρῃρημένος ὅθεν ἐν Κοπτῷ τὸ ἄγαλμα τοῦ Ὥρου λέγουσιν ἐν τῇ ἑτέρᾳ χειρὶ Τυφῶνος αἰδοῖα κατέχειν· καὶ τὸν Ἑρμῆν μυθολογοῦσιν ἐξελόντα τοῦ Τυφῶνος τὰ νεῦρα χορδαῖς χρήσασθαι, διδάσκοντες ὡς τὸ πᾶν ὁ λόγος διαρμοσάμενος σύμφωνον ἐξ ἀσυμφώνων μερῶν ἐποίησε, καὶ τὴν φθαρτικὴν οὐκ ἀπώλεσεν ἀλλʼ ἀνεπήρωσε δύναμιν. ὅθεν ἐκεῖ μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ φυρομένη3 καὶ προσπλεκομένη τοῖς παθητικοῖς καὶ μεταβολικοῖς μέρεσι, σεισμῶν μὲν ἐν γῇ καὶ τρόμων, αὐχμῶν δʼ ἐν ἀέρι καὶ πνευμάτων ἀτόπων, αὖθις δὲ πρηστήρων καὶ κεραυνῶν δημιουργός ἐστι. φαρμάττει δὲ καὶ λοιμοῖς ὕδατα καὶ πνεύματα, καὶ μέχρι σελήνης ἀνατρέχει καὶ ἀναχαιτίζει συγχέουσα καὶ μελαίνουσα πολλάκις τὸ λαμπρόν, ὡς Αἰγύπτιοι νομίζουσι καὶ λέγουσιν, ὅτι τοῦ Ὥρου νῦν μὲν ἐπάταξε, νῦν δʼ ἐξελὼν κατέπιεν ὁ Τυφὼν τὸν ὀφθαλμόν, εἶτα τῷ ἡλίῳ πάλιν ἀπέδωκε· πληγὴν μὲν αἰνιττόμενοι τὴν κατὰ μῆνα μείωσιν τῆς σελήνης, πήρωσιν δὲ τὴν ἔκλειψιν, ἣν ὁ ἥλιος ἰᾶται διαφυγούσῃ τὴν σκιὰν τῆς γῆς εὐθὺς ἀντιλάμπων.
相反,这位荷鲁斯本身是确定且完备的,他虽未彻底消灭堤丰,却剥夺了其强效有力的权能。因此在科普托斯,人们传说荷鲁斯的雕像一只手握着堤丰的阴茎;神话中亦言赫尔墨斯抽去了堤丰的筋腱用作琴弦,以此教导人们:逻各斯调谐了万象,使之从不谐调的各部分中化为谐调,且并非毁灭了毁灭性的力量,而是使之残废。因此该力量在上方虽衰弱无能,但在此处混杂并交织于受动与易变的部分中,便在大地中成为地震与颤动的造作者,在空气中成为干旱与异风的起因,复为烈风风暴与霹雳的源头。它亦以瘟疫毒害水与风,甚至奔窜直至月亮并昂首抗衡,屡屡使其光芒混乱变黑;正如埃及人所信奉并传说的:堤丰时而击打荷鲁斯之目,时而将其抠出吞噬,随后又归还给太阳;他们以“击打”隐喻月亮的逐月亏缺,以“残害”隐喻月食,而太阳在月亮一旦逃脱地球阴影时便立时自对向照耀,从而医治了此残缺。
- 373aἃς δʼ ἀπʼ αὐτοῦ τὸ αἰσθητὸν καὶ σωματικὸν εἰκόνας ἐκμάττεται
此处为关系代词 ἃς 将先行词 εἰκόνας 纳入关系从句内的连带构造。主句的主干为:感性与肉身之物由此印取的影像并不恒存(οὐκ ἀεὶ διαμένουσιν),反而无序的成分突袭了它们(καταλαμβάνει τὸ ἄτακτον αὐτάς)。
- 373bδίκην φεύγειν λέγεται νοθείας
此为阿提卡法庭诉讼的惯用表达法,δίκην φεύγειν(作为被告应诉)后接表示罪名或诉由的属格(νοθείας,非婚生/私生),意为“因被控为私生子而受审”。
- 373cὅθεν ἐκεῖ μὲν ἀσθενὴς καὶ ἀδρανής, ἐνταῦθα δὲ φυρομένη
此处省略了主语,由前一句中的“τὴν φθαρτικὴν ... δύναμιν”(毁灭性力量,阴性名词)承前担当,这由阴性主格的分词与形容词(ἀσθενὴς καὶ ἀδρανής, φυρομένη)体现。句中 ἐκεῖ(在那里=天界/上位领域)与 ἐνταῦθα(在这里=月下界/凡尘物质界)形成空间上的鲜明对照。
