← 普鲁塔克

论伊西斯与奥西里斯

§50-52

堤丰的象征动物与奥西里斯的太阳祭仪

本节论述了归属于堤丰的动植物与象征图像,对比了奥西里斯与太阳的关联,并叙述了相关的天文岁时祭仪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50

διὸ καὶ τῶν μὲν ἡμέρων ζῴων ἀπονέμουσιν αὐτῷ τὸ ἀμαθέστατον, ὄνον· τῶν δʼ ἀγρίων τὰ θηριωδέστατα, κροκόδειλον καὶ τὸν ποτάμιον ἵππον. περὶ μὲν οὖν τοῦ ὄνου προδεδηλώκαμεν. ἐν Ἑρμοῦ πόλει δὲ Τυφῶνος ἄγαλμα δεικνύουσιν ἵππον ποτάμιον· ἐφʼ οὗ βέβηκεν ἱέραξ ὄφει μαχόμενος, τῷ μὲν ἵππῳ τὸν Τυφῶνα δεικνύντες, τῷ δʼ ἱέρακι δύναμιν καὶ ἀρχήν, ἣν βίᾳ κτώμενος ὁ Τυφὼν πολλάκις οὐκ ἀνίεται ταραττόμενος ὑπὸ τῆς κακίας καὶ ταράττων. διὸ καὶ θύοντες ἑβδόμῃ τοῦ Τυβὶ μηνός, ἣν καλοῦσιν ἄφιξιν Ἴσιδος ἐκ Φοινίκης, ἐπιπλάττουσι τοῖς ποπάνοις ἵππον ποτάμιον δεδεμένον. ἐν δʼ Ἀπόλλωνος πόλει νενομισμένον ἐστὶ κροκοδείλου φαγεῖν πάντως ἕκαστον· ἡμέρᾳ δὲ μιᾷ θηρεύσαντες ὅσους ἂν δύνωνται καὶ κτείναντες ἀπαντικρὺ τοῦ ἱεροῦ προβάλλουσι, καὶ λέγουσιν ὡς ὁ Τυφὼν τὸν Ὧρον ἀπέδρα κροκόδειλος γενόμενος, πάντα καὶ ζῷα καὶ φυτὰ καὶ πάθη τὰ φαῦλα καὶ βλαβερὰ Τυφῶνος ἔργα καὶ μέρη καὶ κινήματα ποιούμενοι.

因此,在驯养动物中,人们将最愚鲁的驴分派给堤丰;在野生动物中,则分派最凶残的鳄鱼与河马。关于驴,我们此前已作说明。在赫尔摩波利斯,人们展示的堤丰雕像是一头河马,上面立有一只与蛇搏斗的鹰;他们以河马表现堤丰,以鹰表现权柄与统治,而堤丰屡屡凭暴力夺取此权柄,受恶性扰乱且造成扰乱,从不止息。因此,在堤比月第七日人们献祭时(该日被称为“伊西斯自腓尼基归来”),便在祭饼上印压一头被捆绑的河马。而在阿波罗诺波利斯,人人都必须吃鳄鱼已成定俗;在特定的一天,人们捕获尽可能多的鳄鱼并将其杀死,弃于神庙正对面,并称堤丰曾化作鳄鱼自荷鲁斯处逃脱,由此将一切卑劣有害的动物、植物和受动状态都视为堤丰的行径、部分与动象。

§51

τὸν δʼ Ὄσιριν αὖ πάλιν ὀφθαλμῷ καὶ σκήπτρῳ γράφουσιν, ὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, τὸ δὲ τὴν δύναμιν,1 ὡς Ὅμηρος τὸν ἄρχοντα καὶ βασιλεύοντα πάντων Ζῆνʼ ὕπατον καὶ μήστωρα καλῶν, ἔοικε τῷ μὲν ὑπάτῳ τὸ κράτος αὐτοῦ, τῷ δὲ μήστωρι τὴν εὐβουλίαν καὶ τὴν φρόνησιν σημαίνειν γράφουσι δὲ καὶ ἱέρακι τὸν θεὸν τοῦτον πολλάκις· εὐτονίᾳ γὰρ ὄψεως ὑπερβάλλει καὶ πτήσεως ὀξύτητι, καὶ διοικεῖν αὑτὸν ἐλαχίστῃ τροφῇ πέφυκε. λέγεται δὲ καὶ νεκρῶν ἀτάφων σώμασι γῆν ὑπερπετόμενος ἐπιβάλλειν· ὅταν δὲ πιόμενος ἐπὶ τὸν ποταμὸν καταίρῃ, τὸ πτερὸν ἵστησιν ὀρθόν· πιὼν δὲ κλίνει τοῦτο πάλιν· ᾧ δῆλός ἐστι σεσωσμένος καὶ διαπεφευγὼς τὸν κροκόδειλον· ἂν γὰρ ἁρπασθῇ, μένει τὸ πτερὸν ὥσπερ ἔστη πεπηγός. πανταχοῦ δὲ καὶ ἀνθρωπόμορφον Ὀσίριδος ἄγαλμα δεικνύουσιν, ἐξορθιάζον τῷ αἰδοίῳ διὰ τὸ γόνιμον καὶ τὸ τρόφιμον. ἀμπεχόνῃ δὲ φλογοειδεῖ στέλλουσιν αὐτοῦ τὰς εἰκόνας, ἥλιον σῶμα τῆς τἀγαθοῦ δυνάμεως ὡς ὁρατὸν οὐσίας νοητῆς ἡγούμενοι. διὸ καὶ καταφρονεῖν ἄξιόν ἐστι τῶν τὴν ἡλίου σφαῖραν Τυφῶνι προσνεμόντων, ᾧ λαμπρὸν οὐδὲν οὐδὲ σωτήριον οὐδὲ τάξις οὐδὲ γένεσις οὐδὲ κίνησις μέτρον ἔχουσα καὶ λόγον, ἀλλὰ τἀναντία προσήκει· καὶ αὐχμόν, ὃς φθείρει πολλὰ τῶν ζῴων καὶ βλαστανόντων, οὐχ ἡλίου θετέον ἔργον, ἀλλὰ τῶν ἐν γῇ καὶ ἀέρι μὴ καθʼ ὥραν κεραννυμένων πνευμάτων καὶ ὑδάτων, ὅταν ἡ τῆς ἀτάκτου καὶ ἀορίστου δυνάμεως ἀρχὴ πλημμελήσασα κατασβέσῃ τὰς ἀναθυμιάσεις.

相反,人们又用一只眼睛和一柄权杖来描摹奥西里斯,前者表征预见(摄理),后者表征力量;这正如荷马将统驭万物的主宰称为“至高而深谋远虑的宙斯”,似乎是以“至高”意指其主权,以“深谋远虑”意指其善断与明智。人们亦常以鹰来描摹这位神祇;因为鹰在视力之敏锐与飞行之迅捷上卓绝非凡,且生性以极微之食物维持自身。据说,它飞过未受安葬的尸体上空时还会抛洒泥土;当它落于河边饮水时,将翅膀竖立,饮毕复将翅膀收合,由此表明自己平安脱险、逃避了鳄鱼;盖若被捕获,翅膀便保持竖直僵硬的状态。各地亦展示奥西里斯的人形雕像,其男根昂立,以表征生殖与繁衍育养。人们为其像披上焰状外袍,盖因将太阳视为善之力量的躯体,视为可知实体的可见显现。因此,那些将太阳球体划归堤丰的人实属应当受到鄙弃,盖无任何明亮、拯救、秩序、生成或具有度量与理性的运动属于堤丰,反倒是与之对立的特质才适合他;而毁灭诸多动物与萌发草木的干旱,绝不可断定为太阳的作为,而应归咎于大地与空气中未按时调和的风气与水汽,盖无序且无定力量的本原妄动而扑灭了升腾的蒸气。

§52

ἐν δὲ τοῖς ἱεροῖς ὕμνοις τοῦ Ὀσίριδος ἀνακαλοῦνται τὸν ἐν ταῖς ἀγκάλαις κρυπτόμενον τοῦ ἡλίου, καὶ τῇ τριακάδι τοῦ Ἐπιφὶ μηνὸς ἑορτάζουσιν ὀφθαλμῶν Ὥρου γενέθλιον, ὅτε σελήνη καὶ ἥλιος ἐπὶ μιᾶς εὐθείας γεγόνασιν, ὡς οὐ μόνον τὴν σελήνην ἀλλὰ καὶ τὸν ἥλιον ὄμμα τοῦ Ὥρου καὶ φῶς ἡγούμενοι. τῇ δὲ ὀγδόῃ φθίνοντος τοῦ Φαωφὶ βακτηρίας ἡλίου γενέθλιον ἄγουσι, μετὰ φθινοπωρινὴν ἰσημερίαν, ἐμφαίνοντες οἷον ὑπερείσματος δεῖσθαι καὶ ῥώσεως, τῷ τε θερμῷ γιγνόμενον καὶ τῷ φωτὶ ἐνδεᾶ, κλινόμενον καὶ πλάγιον ἀφʼ ἡμῶν φερόμενον. ἔτι δὲ τὴν βοῦν ὑπὸ τροπὰς χειμερινὰς περὶ τὸν ναὸν περιφέρουσι· καὶ καλεῖται ζήτησις Ὀσίριδος ἡ περιδρομή, τοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης·2 τοσαυτάκις δὲ περίεισιν, ὅτι τὴν ἀπὸ τροπῶν χειμερινῶν ἐπὶ τροπὰς θερινὰς πάροδον ἑβδόμῳ μηνὶ συμπεραίνει. λέγεται δὲ καὶ θῦσαι τῷ ἡλίῳ τετράδι μηνὸς ἱσταμένου πάντων πρῶτος Ὧρος ὁ Ἴσιδος, ὡς ἐν τοῖς ἐπιγραφομένοις Γενεθλίοις Ὥρου γέγραπται. καὶ μὴν ἡμέρας ἑκάστης τριχῶς ἐπιθυμιῶσι τῷ ἡλίῳ, ῥητίνην μὲν ὑπὸ τὰς ἀνατολάς, σμύρναν δὲ μεσουρανοῦντι, τὸ δὲ καλούμενον κῦφι περὶ δυσμάς· ὧν ἕκαστον ὃν ἔχει λόγον, ὕστερον ἀφηγήσομαι. τὸν δʼ ἥλιον πᾶσι τούτοις προστρέπεσθαι καὶ θεραπεύειν οἴονται. καὶ τί δεῖ πολλὰ τοιαῦτα συνάγειν; εἰσὶ γὰρ οἱ τὸν Ὄσιριν ἄντικρυς ἥλιον εἶναι καὶ ὀνομάζεσθαι Σείριον ὑφʼ Ἑλλήνων λέγοντες, εἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι,3 τὴν δʼ Ἶσιν οὐχ ἑτέραν τῆς σελήνης ἀποφαίνοντες· ὅθεν καὶ τῶν ἀγαλμάτων αὐτῆς τὰ μὲν κερασφόρα τοῦ μηνοειδοῦς γεγονέναι μιμήματα, τοῖς δὲ μελανοστόλοις ἐμφαίνεσθαι τὰς κρύψεις καὶ τοὺς περισκιασμοὺς ἐν οἷς διώκει ποθοῦσα τὸν ἥλιον. διὸ καὶ πρὸς τὰ ἐρωτικὰ τὴν σελήνην ἐπικαλοῦνται, καὶ τὴν Ἶσιν Εὔδοξός φησι βραβεύειν τὰ ἐρωτικά. καὶ τούτοις μὲν ἁμωσγέπως τοῦ πιθανοῦ μέτεστι, τῶν δὲ Τυφῶνα ποιούντων τὸν ἥλιον οὐδʼ ἀκούειν ἄξιον. ἀλλʼ ἡμεῖς αὖθις τὸν οἰκεῖον ἀναλάβωμεν λόγον.

此外,在奥西里斯的圣歌中,人们呼唤那隐藏在太阳怀抱中的神;在埃庇菲月三十日,当日月位于同一直线时,他们庆祝荷鲁斯双目的生辰,因他们不仅将月亮、亦将太阳视为荷鲁斯之目与光明。而在法奥菲月下旬第八日,即秋分之后,他们举行太阳之杖的诞辰节,表明太阳仿佛需要倚仗与增强,其热力与光辉渐显不足,斜倾并偏离我们而行。再者,在冬至前后,他们牵引一头牝牛绕神庙巡行;此巡回被称为“寻觅奥西里斯”,盖因女神在冬季渴望太阳[对旱渴所降之?]水泽;而绕行如此多次,乃因从冬至到夏至的过渡在第七个月完成。又相传,伊西斯之子荷鲁斯是万众中最先于月初四日向太阳献祭者,正如题为《荷鲁斯的诞辰》之书所载。更有甚者,每日人们三次向太阳焚香:日出时焚树脂,中天时焚没药,日落前后焚所谓开菲香;关于每种香具有何种道理,我稍后将作陈述。人们认为借由这一切乃是在祈求并侍奉太阳。又何需汇集如此繁多的事例?因为确有人直截宣称奥西里斯即是太阳,并被希腊人称为天狼星(即使在埃及人那里定冠词的前置使该名称受到误解),且宣称伊西斯非他,即是月亮。因此,她的雕像中生有角者乃是对月牙的模仿,而着黑袍者则表征当她在渴慕中追求太阳时的遮蔽与阴影。故而人们在情爱之事上祈求月亮,且欧多克索斯亦称伊西斯掌管情爱之事。这些说法固然多少具有可信度,但那些将太阳归为堤丰者实不足挂齿。然而,让我们再次回到切身的论题上来吧。

语法注3 条
  1. 371eὧν τὸ μὲν τὴν πρόνοιαν ἐμφαίνειν, τὸ δὲ τὴν δύναμιν

    在关系代词 ὧν 引导的从句中使用了不定式 ἐμφαίνειν。它并非直接由前面的 γράφουσιν 句法统辖,而是在间接引语结构中隐含了“人们认为/说”等动词,或是关系从句受到间接话语同化(oratio obliqua)所致。

  2. 372cτοῦ ἡλίου τὸ ὕδωρ χειμῶνος τῆς θεοῦ ποθούσης

    τῆς θεοῦ ποθούσης 为独立属格结构(“由于女神渴望……”)。宾语 τὸ ὕδωρ 由属格 τοῦ ἡλίου 修饰,字面为“太阳之水”。此处在语境中意指在冬季伴随太阳运行周期而企盼的水汽或滋润,体现了对日照与水源相辅相成的祭仪性寄托。

  3. 372dεἰ καὶ παρʼ Αἰγυπτίοις ἡ πρόθεσις τοῦ ἄρθρου τοὔνομα πεποίηκεν ἀμφιγνοεῖσθαι

    εἰ καί 引导让步分句(“即便……”)。主语为 ἡ πρόθεσις τοῦ ἄρθρου(“定冠词的前置”),动词 πεποίηκεν 支配宾格 τοὔνομα 与被动不定式 ἀμφιγνοεῖσθαι,构成使役-结果结构(“导致该名称变得难以分辨/受到怀疑”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg089.humanitext-grc2:50-52